§6.12.1πλησίον δὲ ἅρμα τέ ἐστι χαλκοῦν καὶ ἀνὴρ ἀναβεβηκὼς ἐπʼ αὐτό, κέλητες δὲ ἵπποι παρὰ τὸ ἅρμα εἷς ἑκατέρωθεν ἕστηκε καὶ ἐπὶ τῶν ἵππων καθέζονται παῖδες·
その近くには青銅の戦車があり、その上には一人の男が乗っており、戦車の傍らには乗用馬がそれぞれ片側に一頭ずつ立っており、それらの馬の上には少年たちが腰掛けている。
ὑπομνήματα δὲ ἐπὶ νίκαις Ὀλυμπικαῖς ἐστιν Ἱέρωνος τοῦ Δεινομένους τυραννήσαντος Συρακουσίων μετὰ τὸν ἀδελφὸν Γέλωνα.
これらは、兄ゲロンの後にシラクサの僭主となった、デイノメネスの子ヒエロンのオリンピアでの勝利を記念するものである。
τὰ δὲ ἀναθήματα οὐχ Ἱέρων ἀπέστειλεν, ἀλλʼ ὁ μὲν ἀποδοὺς τῷ θεῷ Δεινομένης ἐστὶν ὁ Ἱέρωνος, ἔργα δὲ τὸ μὲν Ὀνάτα τοῦ Αἰγινήτου τὸ ἅρμα, Καλάμιδος δὲ οἱ ἵπποι τε οἱ ἑκατέρωθεν καὶ ἐπʼ αὐτῶν εἰσιν οἱ παῖδες.
これらの奉納物はヒエロンが送ったのではなく、神に誓約を果たしたのはヒエロンの子であるデイノメネスであり、作品としては、戦車はアイギナ出身のオナタスのものであり、両側の馬とその上の少年たちはカラミスの作である。
§6.12.2παρὰ δὲ τοῦ Ἱέρωνος τὸ ἅρμα ἀνήρ ἐστιν ὁμώνυμός τε τῷ Δεινομένους καὶ ἐν Συρακούσαις καὶ οὗτος τυραννήσας, Ἱέρων δὲ ἐκαλεῖτο Ἱεροκλέους·
ヒエロンの戦車の傍らには、デイノメネスの子と同名であり、同じくシラクサで僭主となった男が立っているが、彼はヒエロクレスの子ヒエロンと呼ばれていた。
μετὰ δὲ τὴν Ἀγαθοκλέους τοῦ πρότερον τυραννήσαντος τελευτὴν Συρακουσίοις αὖθις ἀναπεφύκει τύραννος ὁ Ἱέρων οὗτος, τὴν δὲ ἀρχὴν εἶχεν ἔτει δευτέρῳ τῆς ἕκτης Ὀλυμπιάδος ἐπὶ ταῖς εἴκοσι καὶ ἑκατόν, ἣν Κυρηναῖος στάδιον ἐνίκησεν Ἰδαῖος.
以前に僭主であったアガトクレスの死後、シラクサ人に対してこのヒエロンが再び僭主として立ち現れ、彼は第126回オリンピア期の第2年にその支配権を得たが、この大会ではキュレネ出身のイダイオスが徒競走で優勝した。
§6.12.3οὗτος ὁ Ἱέρων ξενίαν πρὸς Πύρρον τὸν Αἰακίδου καὶ ὁμοῦ τῇ ξενίᾳ καὶ ἐπιγαμίαν ἐποιήσατο, Γέλωνι τῷ παιδὶ Νηρηίδα ἀγαγόμενος τὴν Πύρρου.
このヒエロンは、アイアキデスの子ピュロスとの間に友好関係を結び、その友好と同時に姻戚関係をも結んだ。 すなわち息子のゲロンのためにピュロスの娘ネレイスを妻として迎えたのである。
Ῥωμαίων δὲ περὶ Σικελίας ἐς τὴν πρὸς Καρχηδονίους πόλεμον καταστάντων εἶχον μὲν οἱ Καρχηδόνιοι τῆς νήσου πλέον ἢ ἥμισυ, Ἱέρωνι δὲ συνιόντων μὲν ἄρτι ἐς τὸν πόλεμον ἑλέσθαι τὰ Καρχηδονίων ἤρεσε, μετὰ δὲ οὐ πολὺ δυνάμει τε εἶναι νομίζων τὰ Ῥωμαίων ἐχυρώτερα καὶ βεβαιότερα ἅμα ἐς φιλίαν μετεβάλετο ὡς τούτους.
ローマ人がシケリアをめぐってカルタゴ人との戦争に突入したとき、カルタゴ人は島の半分以上を領有しており、戦争が始まったばかりの頃には、ヒエロンはカルタゴ側を選ぶことを好んだ。 しかし、それから間もなく、ローマ人の力がより強固であり、同時に彼らとの友好関係がより確実であると考えたため、彼はローマ人のほうへと友好関係を切り替えた。
§6.12.4τοῦ δέ οἱ βίου συνέβη γενέσθαι τὴν τελευτὴν ὑπὸ Δεινομένους, γένος μὲν Συρακουσίου, δυσμενέστατα δὲ ἀνδρὸς ἐς τυραννίδα ἔχοντος, ὃς καὶ ὕστερον τούτων Ἱπποκράτει τῷ ἀδελφῷ τῷ Ἐπικύδους ἐξ Ἐρβησσοῦ παρεληλυθότι ἄρτι ἐς Συρακούσας καὶ ἐς τὸ πλῆθος ποιεῖσθαι λόγους ἀρχομένῳ ἐπέδραμεν ὡς ἀποκτενῶν τὸν Ἱπποκράτην·
彼の生涯の終末は、シラクサの生まれで、僭主政治に対してきわめて敵対的な態度を取っていた男であるデイノメネスによってもたらされることになった。 この男は、これらの出来事ののちにも、ヘルベッソスからシラクサに到着したばかりで民衆に対して演説を始めようとしていたエピキュデスの兄弟ヒッポクラテスに対して、彼を殺そうとして襲いかかった。
τοῦ δέ οἱ ἀντιστάντος, κρατήσαντες τῶν δορυφόρων ἄλλοι διαφθείρουσι τὸν Δεινομένην.
しかしヒッポクラテスが彼に抵抗したため、護衛兵たちを制圧した他の者たちがデイノメネスを殺害した。
τοὺς ἀνδριάντας δὲ τοῦ Ἱέρωνος ἐν Ὀλυμπίᾳ, ἐφʼ ἵππου τὸν ἕτερον, τὸν δὲ αὐτῶν πεζόν, ἀνέθεσαν μὲν τοῦ Ἱέρωνος οἱ παῖδες, ἐποίησε δὲ Μίκων Νικηράτου Συρακούσιος.
オリンピアにあるヒエロンの肖像彫刻は、一方は馬に乗っており、もう一方は歩行する姿であるが、これらはヒエロンの子供たちが奉納し、シラクサ出身のニケラトスの子ミコンが制作した。
§6.12.5μετὰ δὲ τοῦ Ἱέρωνος τὰς εἰκόνας Ἀρεὺς ὁ Ἀκροτάτου Λακεδαιμονίων βασιλεὺς καὶ Ἄρατος ἕστηκεν ὁ Κλεινίου, καὶ αὖθις ἀναβεβηκώς ἐστιν Ἀρεὺς ἵππον.
ヒエロンの肖像の後に、アクロタトスの子でラケダイモン人の王であるアレウスと、クレイニアスの子アラトスが立っており、さらにアレウスは馬に乗った姿で立っている。
ἀνάθημα δὲ ὁ μὲν Κορινθίων ὁ Ἄρατος, Ἀρεὺς δὲ Ἠλείων ἐστί·
アラトスはコリントス人による奉納物であり、アレウスはエリス人によるものである。
καί μοι τοῦ λόγου τὰ πρότερα οὔτε τῶν ἐς Ἄρατον οὔτε τῶν ἐς Ἀρέα ἀμνημόνως ἔσχεν, Ἄρατος δὲ καὶ ἅρματι ἀνηγορεύθη νικῶν ἐν Ὀλυμπίᾳ.
私の記述の前の部分でも、アラトスに関する事柄もアレウスに関する事柄も忘れずに述べた。 なおアラトスはオリンピアで戦車競走の勝者としても宣言された。
§6.12.6Τίμωνι δὲ τῷ Αἰσύπου καθέντι ἐς Ὀλυμπίαν ἵππους ἀνδρὶ Ἠλείῳ ἐστι τοῦτο χαλκοῦν, ἐπʼ αὐτὸν ἀναβέβηκε παρθένος, ἐμοὶ δοκεῖν Νίκη.
オリンピアに馬を競技に送り込んだ、エリスの男であるアイスポスの子ティモンに対しては、この青銅の記念碑があり、その上には乙女が乗っているが、私の思うところでは勝利の女神である。
Κάλλωνα δὲ τὸν Ἁρμοδίου καὶ τὸν Μοσχίωνος Ἱππόμαχον, γένος τε Ἠλείους καὶ πυγμῇ κρατήσαντας ἐν παισί, τὸν μὲν αὐτῶν ἐποίησε Δάιππος, Ἱππομάχου δὲ ὅστις μὲν τὸν ἀνδριάντα εἰργάσατο οὐκ ἴσμεν, καταμαχέσασθαι δὲ τρεῖς φασιν ἀνταγωνιστὰς αὐτὸν οὔτε πληγὴν ἀποδεξάμενον οὔτε τι τρωθέντα τοῦ σώματος.
ハルモディオスの子カロンと、モスシオンの子ヒッポマコスは、エリス人の血筋であり、少年たちの拳闘で勝利した。 彼らのうち一人の像はダイッポスが制作したが、ヒッポマコスの像を誰が制作したかは私たちは知らない。 しかし、彼は一撃も受けず、身体のどこにも傷を負うことなく、3人の対戦相手を打ち破ったと言われている。
§6.12.7Θεόχρηστον δὲ Κυρηναῖον ἱπποτροφήσαντα κατὰ τὸ ἐπιχώριον τοῖς Λίβυσι καὶ αὐτόν τε ἐν Ὀλυμπίᾳ καὶ ἔτι πρότερον τὸν ὁμώνυμόν τε αὐτῷ καὶ τοῦ πατρὸς πατέρα, τούτους μὲν ἐνταῦθα ἵππων νίκας, ἐν δὲ Ἰσθμῷ τοῦ Θεοχρήστου λαβεῖν τὸν πατέρα, τὸ ἐπίγραμμα δηλοῖ τὸ ἐπὶ τῷ ἅρματι.
リビア人たちの地元の風習に従って馬を飼育した、キュレネ出身のテオクレストス本人と、それよりも前に彼と同名である彼の祖父が、ここで馬の勝利を獲得し、またテオクレストスの父親がイストミア祭で勝利したことは、戦車に刻まれた銘文が明らかにしている。
§6.12.8Ἀγήσαρχον δὲ τὸν Αἱμοστράτου Τριταιέα κρατῆσαι μὲν πύκτας ἄνδρας ἐν Ὀλυμπίᾳ καὶ Νεμέᾳ τε καὶ Πυθοῖ καὶ ἐν Ἰσθμῷ μαρτυρεῖ τὸ ἐλεγεῖον, Ἀρκάδας δὲ τοὺς Τριταιεῖς εἶναι τοῦ ἐλεγείου λέγοντος οὐκ ἀληθεύοντα εὕρισκον.
ハイモストラトスの子であるトリタイア出身のアゲサルコスが、大人の拳闘でオリンピア、ネメア、ピュティア、そしてイストミアで勝利したことは、哀悼詩の碑文が証明している。 しかし、その哀悼詩がトリタイア人たちをアルカディア人であると述じていつ点については、真実ではないと私は気づいた。
πόλεων γὰρ τῶν ἐν Ἀρκαδίᾳ ταῖς μὲν ἐπειλημμέναις δόξης οὐδὲ τὰ ἐς τοὺς οἰκιστάς ἐστιν ἄγνωστα, τὰς δὲ ἐξ ἀρχῆς τε ὑπὸ ἀσθενείας ἀφανεστέρας καὶ διʼ αὐτὸ ἀνοικισθείσας ἐς Μεγάλην πόλιν, οὐ περιέχει σφᾶς γενόμενον τότε ὑπὸ τοῦ Ἀρκάδων κοινοῦ δόγμα;
なぜなら、アルカディアにある都市のうち、名声を得ているものについてはその創建者に関することさえ知られていないわけではないし、当初から脆弱さゆえに目立たず、まさにそのためにメガロポリスへと強制移住させられた都市については、当時アルカディア同盟によって出された決議がそれらの都市を包括しているはずではないか。
§6.12.9οὐδέ τινα ἔστιν ἐν Ἕλλησι Τρίτειαν πόλιν ἄλλην γε ἢ τὴν Ἀχαιῶν εὑρεῖν.
ギリシア人の中に、アカイア人のトリタイア以外のトリタイアという都市を見いだすことはできない。
τηνικαῦτα γοῦν ἐς Ἀρκάδας ἡγοῖτο ἄν τις συντελέσαι τοὺς Τριταιεῖς, καθὰ καὶ νῦν ἔτι Ἀρκάδων αὐτῶν εἰσιν οἱ ἐς τὸ Ἀργολικὸν τελοῦντες.
それゆえ、当時トリタイア人がアルカディア人に数えられていたと人が思うかもしれないのは、現在でもなおアルカディア人自身のなかでアルゴリス同盟に所属している者たちがいるのと同様の事情によるのであろう。
τοῦ Ἀγησάρχου δέ ἐστιν ἡ εἰκὼν τέχνη τῶν Πολυκλέους παίδων.
アゲサルコスの像は、ポリュクレスの子供たちの作品である。
τούτων μὲν δὴ ποιησόμεθα μνήμην καὶ ἐν τοῖς ὑστέροις τοῦ λόγου·
彼らについては、記述の後の部分でも言及することにする。