Humanitext Reader

保萨尼亚斯 · 希腊志 §6.12.1-6.12.9

叙拉古僭主希伦的战车像与竞技胜者们

第 238 段,共 465 段 · 希腊语

内容简介

保萨尼亚斯描述了叙拉古僭主希伦的奉献战车、两位同名僭主的一生,以及包括特里泰亚的阿革萨科斯在内的多位竞技获胜者的纪念雕像。

§6.12.1πλησίον δὲ ἅρμα τέ ἐστι χαλκοῦν καὶ ἀνὴρ ἀναβεβηκὼς ἐπʼ αὐτό, κέλητες δὲ ἵπποι παρὰ τὸ ἅρμα εἷς ἑκατέρωθεν ἕστηκε καὶ ἐπὶ τῶν ἵππων καθέζονται παῖδες·
在这附近有一辆青铜战车,上面乘着一个男人,而在战车两旁各立着一匹骑乘马,马背上坐着男孩。
ὑπομνήματα δὲ ἐπὶ νίκαις Ὀλυμπικαῖς ἐστιν Ἱέρωνος τοῦ Δεινομένους τυραννήσαντος Συρακουσίων μετὰ τὸν ἀδελφὸν Γέλωνα.
这些是为了纪念狄诺梅奈斯之子希伦在奥林匹亚取得的胜利,他在其兄弟盖隆之后担任了叙拉古的僭主。
τὰ δὲ ἀναθήματα οὐχ Ἱέρων ἀπέστειλεν, ἀλλʼ ὁ μὲν ἀποδοὺς τῷ θεῷ Δεινομένης ἐστὶν ὁ Ἱέρωνος, ἔργα δὲ τὸ μὲν Ὀνάτα τοῦ Αἰγινήτου τὸ ἅρμα, Καλάμιδος δὲ οἱ ἵπποι τε οἱ ἑκατέρωθεν καὶ ἐπʼ αὐτῶν εἰσιν οἱ παῖδες.
但这些奉献物并非希伦本人所送,而是由希伦之子狄诺梅奈斯向神履行誓愿的;至于作品,战车是埃伊纳人奥纳塔斯的作手,而两侧的马以及马背上的男孩则是卡拉米斯的作品。
§6.12.2παρὰ δὲ τοῦ Ἱέρωνος τὸ ἅρμα ἀνήρ ἐστιν ὁμώνυμός τε τῷ Δεινομένους καὶ ἐν Συρακούσαις καὶ οὗτος τυραννήσας, Ἱέρων δὲ ἐκαλεῖτο Ἱεροκλέους·
在希伦的战车旁,立着一位与狄诺梅奈斯之子同名、且同样在叙拉古担任过僭主的男子,他被称为希罗克勒斯之子希伦。
μετὰ δὲ τὴν Ἀγαθοκλέους τοῦ πρότερον τυραννήσαντος τελευτὴν Συρακουσίοις αὖθις ἀναπεφύκει τύραννος ὁ Ἱέρων οὗτος, τὴν δὲ ἀρχὴν εἶχεν ἔτει δευτέρῳ τῆς ἕκτης Ὀλυμπιάδος ἐπὶ ταῖς εἴκοσι καὶ ἑκατόν, ἣν Κυρηναῖος στάδιον ἐνίκησεν Ἰδαῖος.
在先前担任僭主的小阿加托克利斯死后,这位希伦再次在叙拉古人中兴起成为僭主,并在第126届奥林匹亚期的第二年掌握政权,在那一届运动会上,库勒涅的伊代奥斯赢得了短跑比赛。
§6.12.3οὗτος ὁ Ἱέρων ξενίαν πρὸς Πύρρον τὸν Αἰακίδου καὶ ὁμοῦ τῇ ξενίᾳ καὶ ἐπιγαμίαν ἐποιήσατο, Γέλωνι τῷ παιδὶ Νηρηίδα ἀγαγόμενος τὴν Πύρρου.
这位希伦与埃阿喀得斯之子庇鲁斯建立了友好关系,并在缔结友谊的同时联姻,为他的儿子盖隆迎娶了庇鲁斯的女儿内雷伊斯。
Ῥωμαίων δὲ περὶ Σικελίας ἐς τὴν πρὸς Καρχηδονίους πόλεμον καταστάντων εἶχον μὲν οἱ Καρχηδόνιοι τῆς νήσου πλέον ἢ ἥμισυ, Ἱέρωνι δὲ συνιόντων μὲν ἄρτι ἐς τὸν πόλεμον ἑλέσθαι τὰ Καρχηδονίων ἤρεσε, μετὰ δὲ οὐ πολὺ δυνάμει τε εἶναι νομίζων τὰ Ῥωμαίων ἐχυρώτερα καὶ βεβαιότερα ἅμα ἐς φιλίαν μετεβάλετο ὡς τούτους.
当罗马人与迦太基人因西西里岛爆发战争时,迦太基人占领了该岛的一半以上,刚进入战争时,希伦倾向于选择迦太基一方,但没过多久,他认为罗马人的力量更为强大、同时也更为可靠,便转向了与他们结盟。
§6.12.4τοῦ δέ οἱ βίου συνέβη γενέσθαι τὴν τελευτὴν ὑπὸ Δεινομένους, γένος μὲν Συρακουσίου, δυσμενέστατα δὲ ἀνδρὸς ἐς τυραννίδα ἔχοντος, ὃς καὶ ὕστερον τούτων Ἱπποκράτει τῷ ἀδελφῷ τῷ Ἐπικύδους ἐξ Ἐρβησσοῦ παρεληλυθότι ἄρτι ἐς Συρακούσας καὶ ἐς τὸ πλῆθος ποιεῖσθαι λόγους ἀρχομένῳ ἐπέδραμεν ὡς ἀποκτενῶν τὸν Ἱπποκράτην·
而他的生命终结于狄诺梅奈斯之手,此人是叙拉古人,对僭主政治怀有极大的敌意。
τοῦ δέ οἱ ἀντιστάντος, κρατήσαντες τῶν δορυφόρων ἄλλοι διαφθείρουσι τὸν Δεινομένην.
此人在这些事件之后,还袭击了刚从赫尔贝索斯来到叙拉古并开始对大众发表演说的、埃皮居得斯的兄弟希波克拉底,意图杀死他;但由于希波克拉底对他进行了反抗,其他制服了近卫军的人便杀死了狄诺梅奈斯。
τοὺς ἀνδριάντας δὲ τοῦ Ἱέρωνος ἐν Ὀλυμπίᾳ, ἐφʼ ἵππου τὸν ἕτερον, τὸν δὲ αὐτῶν πεζόν, ἀνέθεσαν μὲν τοῦ Ἱέρωνος οἱ παῖδες, ἐποίησε δὲ Μίκων Νικηράτου Συρακούσιος.
至于希伦在奥林匹亚的雕像,一座骑着马,另一座则是步行的,是由希伦的孩子们奉献的,并由叙拉古人尼凯拉托斯之子米孔制作。
§6.12.5μετὰ δὲ τοῦ Ἱέρωνος τὰς εἰκόνας Ἀρεὺς ὁ Ἀκροτάτου Λακεδαιμονίων βασιλεὺς καὶ Ἄρατος ἕστηκεν ὁ Κλεινίου, καὶ αὖθις ἀναβεβηκώς ἐστιν Ἀρεὺς ἵππον.
在希伦的雕像之后,立着阿克罗塔托斯之子、拉刻代蒙人的国王阿勾斯,以及克莱尼亚斯之子阿拉图斯,此外还有一座阿勾斯骑着马的雕像。
ἀνάθημα δὲ ὁ μὲν Κορινθίων ὁ Ἄρατος, Ἀρεὺς δὲ Ἠλείων ἐστί· καί μοι τοῦ λόγου τὰ πρότερα οὔτε τῶν ἐς Ἄρατον οὔτε τῶν ἐς Ἀρέα ἀμνημόνως ἔσχεν, Ἄρατος δὲ καὶ ἅρματι ἀνηγορεύθη νικῶν ἐν Ὀλυμπίᾳ.
阿拉图斯是科林斯人的奉献物,而阿勾斯则是伊利斯人的奉献物;我叙述的前一部分中并没有遗忘关于阿拉图斯和阿勾斯的事情,且阿拉图斯也在奥林匹亚被宣布为战车赛的获胜者。
§6.12.6Τίμωνι δὲ τῷ Αἰσύπου καθέντι ἐς Ὀλυμπίαν ἵππους ἀνδρὶ Ἠλείῳ ἐστι τοῦτο χαλκοῦν, ἐπʼ αὐτὸν ἀναβέβηκε παρθένος, ἐμοὶ δοκεῖν Νίκη.
对于把马送去奥林匹亚参赛的伊利斯人、埃叙波斯之子提蒙,立有这座青铜纪念碑,上面骑着一个少女,在我看来是胜利女神。
Κάλλωνα δὲ τὸν Ἁρμοδίου καὶ τὸν Μοσχίωνος Ἱππόμαχον, γένος τε Ἠλείους καὶ πυγμῇ κρατήσαντας ἐν παισί, τὸν μὲν αὐτῶν ἐποίησε Δάιππος, Ἱππομάχου δὲ ὅστις μὲν τὸν ἀνδριάντα εἰργάσατο οὐκ ἴσμεν, καταμαχέσασθαι δὲ τρεῖς φασιν ἀνταγωνιστὰς αὐτὸν οὔτε πληγὴν ἀποδεξάμενον οὔτε τι τρωθέντα τοῦ σώματος.
至于哈尔莫狄奥斯之子卡隆和莫斯希翁之子希波马科斯,他们是伊利斯人,曾在少年拳击比赛中获胜,其中一人的雕像由戴波斯制作,但至于希波马科斯,我们不知道是谁制作了他的雕像,不过据说他击败了三名对手,自己既未受到一击,身体也未受到任何伤害。
§6.12.7Θεόχρηστον δὲ Κυρηναῖον ἱπποτροφήσαντα κατὰ τὸ ἐπιχώριον τοῖς Λίβυσι καὶ αὐτόν τε ἐν Ὀλυμπίᾳ καὶ ἔτι πρότερον τὸν ὁμώνυμόν τε αὐτῷ καὶ τοῦ πατρὸς πατέρα, τούτους μὲν ἐνταῦθα ἵππων νίκας, ἐν δὲ Ἰσθμῷ τοῦ Θεοχρήστου λαβεῖν τὸν πατέρα, τὸ ἐπίγραμμα δηλοῖ τὸ ἐπὶ τῷ ἅρματι.
至于按照利比亚人的当地习俗饲养马匹的库勒涅人塞奥克雷斯托斯,他本人在奥林匹亚获得了胜利,而在更早之前,与他同名的祖父也在那里获得了马匹赛的胜利,且塞奥克雷斯托斯的父亲在地峡获得了胜利,这些都由战车上的铭文表明。
§6.12.8Ἀγήσαρχον δὲ τὸν Αἱμοστράτου Τριταιέα κρατῆσαι μὲν πύκτας ἄνδρας ἐν Ὀλυμπίᾳ καὶ Νεμέᾳ τε καὶ Πυθοῖ καὶ ἐν Ἰσθμῷ μαρτυρεῖ τὸ ἐλεγεῖον, Ἀρκάδας δὲ τοὺς Τριταιεῖς εἶναι τοῦ ἐλεγείου λέγοντος οὐκ ἀληθεύοντα εὕρισκον.
哀悼诗见证了海莫斯特拉托斯之子、来自特里泰亚的阿革萨科斯在奥林匹亚、内梅亚、皮托及地峡获得了成年男子拳击比赛的胜利;但当该诗称特里泰亚人为阿卡迪亚人时,我发现这并非事实。
πόλεων γὰρ τῶν ἐν Ἀρκαδίᾳ ταῖς μὲν ἐπειλημμέναις δόξης οὐδὲ τὰ ἐς τοὺς οἰκιστάς ἐστιν ἄγνωστα, τὰς δὲ ἐξ ἀρχῆς τε ὑπὸ ἀσθενείας ἀφανεστέρας καὶ διʼ αὐτὸ ἀνοικισθείσας ἐς Μεγάλην πόλιν, οὐ περιέχει σφᾶς γενόμενον τότε ὑπὸ τοῦ Ἀρκάδων κοινοῦ δόγμα;
因为在阿卡迪亚的城市中,那些享有声望的城市,甚至连关于它们创建者的事情都不是不为人知的,而那些起初因弱小而默默无闻、并正因此被合并迁入大都市的城市,难道没有被当时阿卡迪亚联盟所做出的决议所包含吗?
§6.12.9οὐδέ τινα ἔστιν ἐν Ἕλλησι Τρίτειαν πόλιν ἄλλην γε ἢ τὴν Ἀχαιῶν εὑρεῖν.
此外在希腊人中不可能找到除了阿开亚人的特里泰亚之外的其他名为特里泰亚的城市。
τηνικαῦτα γοῦν ἐς Ἀρκάδας ἡγοῖτο ἄν τις συντελέσαι τοὺς Τριταιεῖς, καθὰ καὶ νῦν ἔτι Ἀρκάδων αὐτῶν εἰσιν οἱ ἐς τὸ Ἀργολικὸν τελοῦντες.
因此,人们可以认为当时特里泰亚人被归入阿卡迪亚人,正如即使在现在,阿卡迪亚人中仍有一些人被归入阿耳戈利斯联盟一样。
τοῦ Ἀγησάρχου δέ ἐστιν ἡ εἰκὼν τέχνη τῶν Πολυκλέους παίδων.
阿革萨科斯的雕像是波留克勒斯之子们的作品。
τούτων μὲν δὴ ποιησόμεθα μνήμην καὶ ἐν τοῖς ὑστέροις τοῦ λόγου·
关于这些人,我们将在叙述的后续部分中予以提及。

词汇与语法注释

  1. 6.12.1ὁ μὲν ἀποδοὺς τῷ θεῷ Δεινομένης ἐστὶν ὁ Ἱέρωνος — 带冠词的不定过去时分词 `ὁ ἀποδοὺς` 用作名词,意为“履行誓愿(献祭)的人”。`ὁ Ἱέρωνος` 是表示关系的属格,省略了未明示的名词 `υἱός`(儿子),这是希腊语中表示父子关系的标准惯用法。
  2. 6.12.2ἣν Κυρηναῖος στάδιον ἐνίκησεν Ἰδαῖος — 阴性关系代词 `ἣν` 的先行词是 `Ὀλυμπιάδος`(奥林匹亚期)。`στάδιον` 指“短跑比赛”,作为动词 `ἐνίκησεν` 的同源宾格或表示竞技类别的限度宾格。
  3. 6.12.3Ἱέρωνι δὲ συνιόντων μὲν ἄρτι ἐς τὸν πόλεμον ἑλέσθαι τὰ Καρχηδονίων ἤρεσε — 无人称动词 `ἤρεσε`(对……而言是中意的、决定)要求与格的 `Ἱέρωνι`。`συνιόντων` 是属格独立(绝对属格)的现在分词复数,其省略的主语指代交战双方(罗马人与迦太基人)。
  4. 6.12.8Ἀρκάδας δὲ τοὺς Τριταιεῖς εἶναι τοῦ ἐλεγείου λέγοντος οὐκ ἀληθεύοντα εὕρισκον — 分词 `λέγοντος` 修饰属格名词 `τοῦ ἐλεγείου`(哀悼诗)。对格与不定式结构 `Ἀρκάδας ... εἶναι`(特里泰亚人是阿卡迪亚人)作分词 `λέγοντος` 的宾语,整个结构在主动词 `εὕρισκον`(我发现)下作宾语成分。
  5. 6.12.9τηνικαῦτα γοῦν ἐς Ἀρκάδας ἡγοῖτο ἄν τις συντελέσαι τοὺς Τριταιεῖς — 带有 `ἄν` 的希求法 `ἡγοῖτο ἄν` 表示潜在可能性(“人们可能会认为”)。动词不定式 `συντελέσαι` 与介词 `ἐς` 搭配,意为“(在政治上)归入、属于……”,充当 `ἡγοῖτο` 的补足语成分。

引用这一段

保萨尼亚斯, 希腊志 §6.12.1-6.12.9. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0525.tlg001.humanitext-grc2:6.12.1-6.12.9

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。