Humanitext Reader

保萨尼亚斯 · 希腊志 §5.9.1-5.9.6

废止的奥林匹亚竞技项目与裁判官的演变

第 195 段,共 465 段 · 希腊语

内容简介

作者阐述了奥林匹亚竞技会中某些被废除的项目(少年五项全能、骡车与卡尔佩)的背景、竞技日程顺序的演变,以及竞技主持者(希腊裁判官)人数与产生方式的历史变迁。

§5.9.1κατελύθη δὲ ἐν Ὀλυμπίᾳ καὶ ἀγωνίσματα, μεταδόξαν μηκέτι ἄγειν αὐτὰ Ἠλείοις.
在奥林匹亚,一些竞技项目也被废除了,因为伊利斯人改变了主意,决定不再举办它们。
πένταθλόν τε γὰρ παίδων ἐπὶ τῆς ὀγδόης Ὀλυμπιάδος καὶ τριακοστῆς ἐτέθη, καὶ ἐπʼ αὐτῷ τὸν κότινον Εὐτελίδα Λακεδαιμονίου λαβόντος οὐκέτι ἀρεστὰ Ἠλείοις ἦν πεντάθλους ἐσέρχεσθαι παῖδας.
实际上,少年的五项全能是在第三十八届奥林匹亚期设立的,当拉刻代蒙人欧特利达斯在这一项中获得野生橄榄冠后,伊利斯人便觉得让少年参加五项全能不再合适了。
τῆς δὲ ἀπήνης καὶ κάλπης τὸν δρόμον, τὸν μὲν Ὀλυμπιάδι νομισθέντα ἑβδομηκοστῇ, τὸν δὲ τῆς κάλπης τῇ ἐφεξῆς ταύτῃ, κήρυγμα ὑπὲρ ἀμφοτέρων ἐποιήσαντο ἐπὶ τῆς τετάρτης Ὀλυμπιάδος καὶ ὀγδοηκοστῆς μήτε κάλπης τοῦ λοιποῦ μήτε ἀπήνης ἔσεσθαι δρόμον.
至于骡车与卡尔佩的竞赛,前者是在第七十届奥林匹亚期制定的,而卡尔佩则是在其后紧接着的那一届,但在第八十四届时,他们对这两项发表了宣告:今后既不再有卡尔佩竞赛,也不再有骡车竞赛。
ὅτε δὲ ἐτέθη πρῶτον, Θερσίου μὲν ἀπήνη Θεσσαλοῦ, Παταίκου δὲ Ἀχαιοῦ τῶν ἐκ Δύμης ἐνίκησεν ἡ κάλπη.
当它们首次设立时,色萨利人色尔西乌斯的骡车获胜,而来自迪美的人阿开亚人帕泰科斯的卡尔佩获胜。
§5.9.2ἦν δὲ ἡ μὲν θήλεια ἵππος, καὶ ἀπʼ αὐτῶν ἀποπηδῶντες ἐπὶ τῷ ἐσχάτῳ δρόμῳ συνέθεον ταῖς ἵπποις εἰλημμένοι τῶν χαλινῶν, καθὰ καὶ ἐς ἐμὲ ἔτι οἱ ἀναβάται καλούμενοι·
卡尔佩是一种牝马的竞赛,骑手们在赛道的最后一圈从马背上跳下,牵着缰绳与马一同奔跑,正如直到我的时代仍被称为“阿纳巴泰”(乘手)的人所做的那样。
διάφορα δὲ τοῖς ἀναβάταις ἐς τῆς κάλπης τὸν δρόμον τά τε σημεῖά ἐστι καὶ ἄρσενές σφισιν ὄντες οἱ ἵπποι.
然而,“阿纳巴泰”与卡尔佩竞赛的区别在于信号的标记,以及他们所使用的马是雄马。
ἀπήνῃ δὲ οὔτε τῷ ἀνευρήματι οὐδὲν ἀρχαῖον οὔτε εὐπρέπεια αὐτῇ προσῆν, ἐπάρατόν τε Ἠλείοις ἐκ παλαιοῦ καὶ ἀρχὴν γενέσθαι σφίσιν ἐν τῇ χώρᾳ τὸ ζῷον·
至于骡车,其发明既无古老渊源,亦无任何优美可言;而且对伊利斯人来说,自古以来这种动物甚至在他们的土地上诞生都是被诅咒的。
ἦν γὰρ δὴ ἀπήνη κατὰ τὴν συνωρίδα ἡμιόνους ἀντὶ ἵππων ἔχουσα.
因为所谓骡车,实际上是类似于双联战车,只是用骡子代替了马。
§5.9.3ὁ δὲ κόσμος ὁ περὶ τὸν ἀγῶνα ἐφʼ ἡμῶν, ὡς θύεσθαι τῷ θεῷ τὰ ἱερεῖα πεντάθλου μὲν καὶ δρόμου τῶν ἵππων ὕστερα, τῶν δὲ λοιπῶν πρότερα ἀγωνισμάτων, οὗτος κατέστη σφίσιν ὁ κόσμος Ὀλυμπιάδι ἑβδόμῃ πρὸς ταῖς ἑβδομήκοντα·
在我们这个时代关于竞技会的秩序——即向神明献祭是在五项全能和赛马之后,但在其余竞技项目之前——这一秩序是在第七十七届奥林匹亚期为他们确立的。
τὰ πρὸ τούτων δὲ ἐπὶ ἡμέρας ἦγον τῆς αὐτῆς ὁμοίως καὶ ἀνθρώπων καὶ ἵππων ἀγῶνα.
在此之前,他们同样在同一天举行人和马的竞技。
τότε δὲ προήχθησαν ἐς νύκτα οἱ παγκρατιάζοντες ἅτε οὐ κατὰ καιρὸν ἐσκληθέντες, αἴτιοι δὲ ἐγένοντο οἵ τε ἵπποι καὶ ἐς πλέον ἔτι ἡ τῶν πεντάθλων ἅμιλλα·
但当时,参加潘克拉辛的选手们由于没有在合适的时间被传召,竟一直拖延到夜间。 其原因在于马匹,而更重要的原因则是五项全能的竞争。
καὶ ἐκράτει μὲν Ἀθηναῖος Καλλίας τοὺς παγκρατιάσαντας, ἐμπόδιον δὲ οὐκ ἔμελλε παγκρατίῳ τοῦ λοιποῦ τὸ πένταθλον οὐδὲ οἱ ἵπποι γενήσεσθαι.
雅典人卡利亚斯击败了所有参加潘克拉辛的人而获胜,从此以后,五项全能和马匹都不再成为潘克拉辛的阻碍。
§5.9.4τὰ δὲ ἐπὶ τοῖς ἀγωνοθετοῦσιν οὐ κατὰ τὰ αὐτὰ ἃ καθεστηκότα ἦν ἐξ ἀρχῆς καὶ ἐφʼ ἡμῶν ἐς αὐτοὺς νομίζουσιν, ἀλλὰ Ἴφιτος μὲν τὸν ἀγῶνα ἔθηκεν αὐτὸς μόνος, καὶ μετὰ Ἴφιτον ἐτίθεσαν ὡσαύτως οἱ ἀπὸ Ὀξύλου·
关于竞技主持者的规矩,古时候确立的做法与我们今天对他们的惯例也并不相同;因为伊菲托斯是独自一人主持竞技会的,在伊菲托斯之后,奥克叙洛斯的后裔也同样如此。
πεντηκοστῇ δὲ Ὀλυμπιάδι ἀνδράσι δύο ἐξ ἁπάντων λαχοῦσιν Ἠλείων ἐπετράπη ποιῆσαι τὰ Ὀλύμπια, καὶ ἐπὶ πλεῖστον ἀπὸ ἐκείνου διέμεινε τῶν ἀγωνοθετῶν ὁ ἀριθμὸς τῶν δύο.
但在第五十届奥林匹亚期,从所有伊利斯人中抽签选出的两名男子被委以举办奥林匹克竞技会的重任,从那时起,在极长的一段时间里,竞技主持者的数量一直保持在两个。
§5.9.5πέμπτῃ δὲ Ὀλυμπιάδι καὶ ἐνενηκοστῇ ἐννέα ἑλλανοδίκας κατέστησαν· τρισὶ μὲν δὴ ἐπετέτραπτο ἐξ αὐτῶν ὁ δρόμος τῶν ἵππων, τοσούτοις δὲ ἑτέροις ἐπόπταις εἶναι τοῦ πεντάθλου, τοῖς δὲ ὑπολειπομένοις τὰ λοιπὰ ἔμελε τῶν ἀγωνισμάτων.
在第九十五届奥林匹亚期,他们设立了九位海拉诺迪凯(希腊裁判官);其中三人被委以赛马,另有同样数量的三人监察五项全能,其余的人则负责剩下的竞技项目。
δευτέρᾳ δὲ ἀπὸ ταύτης Ὀλυμπιάδι προσετέθη καὶ ὁ δέκατος ἀθλοθέτης.
在此之后的第二届奥林匹亚期,增加了第十位竞技裁判官。
ἐπὶ δὲ τῆς τρίτης καὶ ἑκατοστῆς φυλαί τε Ἠλείοις δώδεκα καὶ εἷς ἀπὸ φυλῆς ἑκάστης ἐγένετο Ἑλλανοδίκης.
在第一百零三届时,伊利斯人有十二个部落,每个部落各产生一名希腊裁判官。
§5.9.6πιεσθέντες δὲ ὑπὸ Ἀρκάδων πολέμῳ μοῖράν τε ἀπέβαλον τῆς γῆς καὶ ὅσοι τῶν δήμων ἦσαν ἐν τῇ ἀποτμηθείσῃ χώρᾳ, καὶ οὕτως ἐς ὀκτώ τε ἀριθμὸν φυλῶν ἐπὶ τῆς τετάρτης συνεστάλησαν Ὀλυμπιάδος καὶ ἑκατοστῆς καὶ Ἑλλανοδίκαι σφίσιν ἴσοι ταῖς φυλαῖς ᾑρέθησαν.
但由于在战争中受到阿卡迪亚人的压迫,他们失去了部分土地以及位于被割让领土内的所有德莫斯(区),因此,在第一百零四届奥林匹亚期,他们缩减为八个部落,并选举了与部落数量相等的希腊裁判官。
ὀγδόῃ δὲ ἐπὶ ταῖς ἑκατὸν Ὀλυμπιάδι ἐπανῆλθον αὖθις ἐς ἀνδρῶν δέκα ἀριθμόν, καὶ ἤδη τὸ ἀπὸ τούτου διαμεμένηκεν ἐς ἡμᾶς.
但在第一百零八届奥林匹亚期,他们又恢复到十人的数量,而这一数量此后一直维持到我们今天。

词汇与语法注释

  1. §5.9.1μεταδόξαν — 非人称动词 μεταδοκεῖ 的无定过去时主动分词中性单数宾格,构成宾格绝对结构。其逻辑主语为与格的 Ἠλείοις,意为“在伊利斯人改变主意之后”。
  2. §5.9.2ἀρχὴν γενέσθαι σφίσιν ἐν τῇ χώρᾳ τὸ ζῷον — 宾格 ἀρχήν 用作副词,意为“根本、最初”,用以强调否定或禁忌的语境。不定式 γενέσθαι 引导的名词性从句作为省略了的 ἐπάρατον [ἦν](是被诅咒的)的主语,而 τὸ ζῷον(该动物,即骡子)则是该不定式的宾格主语。
  3. §5.9.3ἅτε οὐ κατὰ καιρὸν ἐσκληθέντες — 连词 ἅτε 配合分词(此处为 εἰσκαλέω 的无定过去时被动分词 ἐσκληθέντες)使用,表示客观的原因或理由(“因为被……”)。分词 ἐσκληθέντες 意为“被传召、被唤入”赛场。

引用这一段

保萨尼亚斯, 希腊志 §5.9.1-5.9.6. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0525.tlg001.humanitext-grc2:5.9.1-5.9.6

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。