§5.10.1πολλὰ μὲν δὴ καὶ ἄλλα ἴδοι τις ἂν ἐν Ἕλλησι, τὰ δὲ καὶ ἀκούσαι θαύματος ἄξια·
\nギリシア人の間では、他にも見ることができる驚くべきものや、聞いて驚くべきものが多くある。
μάλιστα δὲ τοῖς Ἐλευσῖνι δρωμένοις καὶ ἀγῶνι τῷ ἐν Ὀλυμπίᾳ μέτεστιν ἐκ θεοῦ φροντίδος.
しかし最も、エレウシスで執り行われる儀礼と、オリンピアにおける競技会には、神の配慮が分かち与えられている。
τὸ δὲ ἄλσος τὸ ἱερὸν τοῦ Διὸς παραποιήσαντες τὸ ὄνομα Ἄλτιν ἐκ παλαιοῦ καλοῦσι·
ゼウスの聖なる森を、人々はその名前を少し変えて、古くからアルティスと呼んでいる。
καὶ δὴ καὶ Πινδάρῳ ποιήσαντι ἐς ἄνδρα Ὀλυμπιονίκην ᾆσμα Ἄλτις ἐπωνόμασται τὸ χωρίον.
そして実に、オリンピア勝利者の男のために歌を作ったピンダロスにとっても、その場所はアルティスと名付けられている。
§5.10.2ἐποιήθη δὲ ὁ ναὸς καὶ τὸ ἄγαλμα τῷ Διὶ ἀπὸ λαφύρων, ἡνίκα Πίσαν οἱ Ἠλεῖοι καὶ ὅσον τῶν περιοίκων ἄλλο συναπέστη Πισαίοις πολέμῳ καθεῖλον.
\n\n神殿とゼウスへの像は、エリス人たちが、ピサ、およびピサ人たちとともに反乱を起こしたその他の周辺住民を戦争において滅ぼした時に、戦利品から作られた。
Φειδίαν δὲ τὸν ἐργασάμενον τὸ ἄγαλμα εἶναι καὶ ἐπίγραμμά ἐστιν ἐς μαρτυρίαν ὑπὸ τοῦ Διὸς γεγραμμένον τοῖς ποσί·
像を制作したのがフェイディアスであることを示す証言として、ゼウスの足元に刻まれた碑文もある。
"
Φειδίας Χαρμίδου υἱὸς Ἀθηναῖός μʼ ἐποίησε.
\n"\nカルミデスの息子、アテナイ人フェイディアスが私を作った。
"
τοῦ ναοῦ δὲ Δώριος μέν ἐστιν ἡ ἐργασία, τὰ δὲ ἐκτὸς περίστυλός ἐστι·
\n"\n神殿の造りはドリス式であり、外側は列柱で囲まれている。
§5.10.3πεποίηται δὲ ἐπιχωρίου πώρου.
\n\nそれは地元の貝殻石灰岩で作られている。
ὕψος μὲν δὴ αὐτοῦ τὸ ἐς τὸν ἀετὸν ἀνῆκον, εἰσίν οἱ ὀκτὼ πόδες καὶ ἑξήκοντα, εὖρος δὲ πέντε καὶ ἐνενήκοντα, τὰ δὲ ἐς μῆκος τριάκοντά τε καὶ διακόσιοι·
その高さ、すなわち破風に達する部分は68フィートであり、幅は95フィート、長さは230フィートである。
τέκτων δὲ ἐγένετο αὐτοῦ Λίβων ἐπιχώριος.
その建築家は地元のリボンであった。
κέραμος δὲ οὐ γῆς ὀπτῆς ἐστιν, ἀλλὰ κεράμου τρόπον λίθος ὁ Πεντελῆσιν εἰργασμένος·
瓦は焼成粘土のものではなく、瓦の形に加工されたペンテリコン産の石である。
τὸ δὲ εὕρημα ἀνδρὸς Ναξίου λέγουσιν εἶναι Βύζου, οὗ φασιν ἐν Νάξῳ τὰ ἀγάλματα ἐφʼ ὧν ἐπίγραμμα εἶναι
"
Νάξιος Εὔεργός με γένει Λητοῦς πόρε, Βύζεω
παῖς, ὃς πρώτιστος τεῦξε λίθου κέραμον.
この発明はナクソス人の男ビュゼスのものだと言われており、ナクソスには彼の作とされる彫像があり、それらには次のような碑文が刻まれていると人々は言う。 \n"\nナクソス人エウエルゴス、ビュゼスの息子が、レトの血統に私を捧げた。 彼は一番最初に石の瓦を作った人である。
"
ἡλικίαν δὲ ὁ Βύζης οὗτος κατὰ Ἀλυάττην ἦν τὸν Λυδὸν καὶ Ἀστυάγην τὸν Κυαξάρου βασιλεύοντα ἐν Μήδοις.
\n"\nこのビュゼスは、年代としては、リュディア人のアリュアッテス、およびメディア人の王であるキュアクサレスの息子アスティアゲスの時代の人であった。
§5.10.4ἐν δὲ Ὀλυμπίᾳ λέβης ἐπίχρυσος ἐπὶ ἑκάστῳ τοῦ ὀρόφου τῷ πέρατι ἐπίκειται καὶ Νίκη κατὰ μέσον μάλιστα ἕστηκε τὸν ἀετόν, ἐπίχρυσος καὶ αὕτη.
\n\nまた、神殿の屋根の各端には金めっきされた大釜が置かれ、破風のほぼ中央にはニケが立っており、これも金めっきされている。
ὑπὸ δὲ τῆς Νίκης τὸ ἄγαλμα ἀσπὶς ἀνάκειται χρυσῆ, Μέδουσαν τὴν Γοργόνα ἔχουσα ἐπειργασμένην.
ニケの像の下には、ゴルゴン・メドゥサが浮き彫りされた金の盾が奉納されている。
τὸ ἐπίγραμμα δὲ τὸ ἐπὶ τῇ ἀσπίδι τούς τε ἀναθέντας δηλοῖ καὶ καθʼ ἥντινα αἰτίαν ἀνέθεσαν·
盾の上の碑文は、奉納者たちと、どのような理由で彼らが奉納したかを示している。
λέγει γὰρ δὴ οὕτω·
実際、それはこのように言っている。
"
ναὸς μὲν φιάλαν χρυσέαν ἔχει, ἐκ δὲ Τανάγρας
τοὶ Λακεδαιμόνιοι συμμαχία τʼ ἀνέθεν
δῶρον ἀπʼ Ἀργείων καὶ Ἀθαναίων καὶ Ἰώνων,
τὰν δεκάταν νίκας εἵνεκα τῶ πολέμω.
\n"\n神殿は金の皿を戴いている。 タナグラにおいて、ラケダイモン人たちと同盟軍が、アルゴス人、アテナイ人、イオニア人から得た戦利品から、戦争における勝利のために、10分の1の捧げ物としてこれを奉納した。
"
ταύτης τῆς μάχης μνήμην καὶ ἐν τῇ Ἀτθίδι ἐποιησάμην συγγραφῇ, τὰ Ἀθήνῃσιν ἐπεξιὼν μνήματα.
\n"\nこの戦闘への言及は、アテナイにある記念碑を詳しく叙述した際に、私の『アッティカ記』においても行った。
§5.10.5τοῦ δὲ ἐν Ὀλυμπίᾳ ναοῦ τῆς ὑπὲρ τῶν κιόνων περιθεούσης ζώνης κατὰ τὸ ἐκτὸς ἀσπίδες εἰσὶν ἐπίχρυσοι μία καὶ εἴκοσιν ἀριθμόν, ἀνάθημα στρατηγοῦ Ῥωμαίων Μομμίου κρατήσαντος Ἀχαιῶν πολέμῳ καὶ Κόρινθόν τε ἑλόντος καὶ Κορινθίους τοὺς Δωριέας ποιήσαντος ἀναστάτους.
\n\nオリンピアの神殿の、柱の上をめぐる帯の外側には、数にして21枚の、金めっきされた盾がある。 これは、戦争においてアカイア人たちを破り、コリントスを攻略し、ドリス系住民であるコリントス人たちを破滅させたローマの将軍ムミウスの奉納物である。