Humanitext Reader

パウサニアス · ギリシア案内記 §5.6.1-5.6.8

スイルスのクセノポンと女人禁制の掟

191 / 465 箇所 · ギリシア語

要旨

サミア城とアレネの遺跡に関する歴史的・文学的考察に加え、クセノポンが定住したスイルスの歴史と彼が建てた神殿、さらにオリンピア競技会における女人禁制の掟を破ったカリパテイラの逸話について解説する。

§5.6.1κατὰ δὲ τὴν ὁδὸν τὴν εὐθεῖαν διαβάντι τὸν Ἄνιγρον καὶ ἰόντι ἐς Ὀλυμπίαν, ἔστιν οὐ μετὰ πολὺ ἐν δεξιᾷ τῆς ὁδοῦ χωρίον τε ὑψηλὸν καὶ πόλις Σαμία ἐπʼ αὐτοῦ.
アニグロス川を渡ってオリンピアへとまっすぐな道を進んで行く者にとって、しばらく行くと道の右側に高台があり、その上にサミアという都市がある。
ταύτῃ Πολυσπέρχοντά φασιν ἄνδρα Αἰτωλὸν ἐπιτειχίσματι ἐπὶ τοὺς Ἀρκάδας χρήσασθαι.
アエトリア人の男ポリュスペルコンが、アルカディア人に対抗する要塞としてこの都市を用いたと言われている。
§5.6.2τὰ δὲ ἐρείπια τὰ Ἀρήνης σαφῶς μὲν οὔτε Μεσσηνίων εἶχεν οὐδεὶς οὔτε Ἠλείων ἀποφῆναί μοι·
しかし、アレネの遺跡については、メッセニア人の誰もエリス人の誰も私にはっきりと示すことができなかった。
διάφορα δὲ ὑπὲρ αὐτῆς καὶ οὐ κατὰ ταὐτὰ πάρεστι τοῖς ἐθέλουσιν εἰκάζειν, πιθανώτατα δὲ ἐφαίνοντό μοι λέγειν οἱ τὸ Σαμικὸν τὰ παλαιότερα ἔτι καὶ τὰ ἐπὶ τῶν ἡρώων Ἀρήνην καλεῖσθαι νομίζοντες.
それについて推測しようとする者たちの間では異なった、一致しない説が存在するが、私にとって最も説得力があるように思われたのは、サミコンがさらに古い時代、すなわち英雄たちの時代にはアレネと呼ばれていたと考える人々の主張であった。
οὗτοι δὲ καὶ ἔπη τῶν ἐν Ἰλιάδι ἔλεγον·
彼らは『イリアス』の次の詩行をも引き合いに出していた。
" ἔστι δέ τις ποταμὸς Μινυήιος εἰς ἅλα βάλλων ἐγγύθεν Ἀρήνης. "
"ミニュエイオスという川があり、海へと注いでいる、アレネの近くで。
§5.6.3τὰ δὲ ἐρείπια ταῦτα πλησιαίτατά ἐστι τοῦ Ἀνίγρου.
"この遺跡はアニグロス川にきわめて近い。
καὶ Ἀρήνην μὲν ἀμφισβητοίης ἂν μὴ ὀνομασθῆναι τὸ Σαμικόν, τῷ δὲ ποταμῷ Ἀνίγρῳ Μινυήιον τὸ ὄνομα εἶναι τὸ ἀρχαῖον ὡμολογήκασιν οἱ Ἀρκάδες.
そして、サミコンがアレネと呼ばれたのではないと異議を唱える者がいるかもしれないが、アニグロス川の古代の名がミニュエイオスであったことについてはアルカディア人たちも同意している。
ὅρον δὲ Ἠλείοις πρὸς τὴν Μεσσηνίαν τῆς Νέδας τὰ ἐπὶ θαλάσσῃ γενέσθαι τις πείθοιτο ἂν ὁμοῦ τῇ ἐς Πελοπόννησον Ἡρακλειδῶν καθόδῳ.
また、エリス人とメッセニアとの境界が、海に近いネダ川となったのは、ヘラクレスの末裔たちのペロポネソスへの帰還と同時であったと人は信じるかもしれない。
§5.6.4μετὰ δὲ τὸν Ἄνιγρον ὁδεύσαντι ἐπὶ μακρότερον διὰ χωρίου τὰ πλείονα ὑποψάμμου καὶ ἔχοντος δένδρα πίτυς ἀγρίας, ὀπίσω ἐς ἀριστερὰ Σκιλλοῦντος ὄψει ἐρείπια.
アニグロス川を越えて、ほとんどがやや砂がちで野生の松の木が生えている土地を通ってさらに先へ進んで行くと、後方の左手にスキルスのある遺跡が見えるだろう。
τῶν μὲν δὴ πόλεων ἦν τῶν ἐν τῇ Τριφυλίᾳ καὶ Σκιλλοῦς·
スキルスはトリピュリアにあった都市の一つであった。
ἐπὶ δὲ τοῦ πολέμου τοῦ Πισαίων πρὸς Ἠλείους ἐπίκουροί τε Πισαίων οἱ Σκιλλούντιοι καὶ διάφοροι τοῖς Ἠλείοις ἦσαν ἐκ τοῦ φανεροῦ, καὶ σφᾶς οἱ Ἠλεῖοι τούτων ἕνεκα ἐποίησαν ἀναστάτους.
しかし、ピサ人とエリス人との戦争の際、スキルス市民はピサ人の同盟者であり、エリス人に対して公然と敵対していたため、エリス人はこのために彼らの都市を破壊した。
§5.6.5Λακεδαιμόνιοι δὲ ὕστερον Σκιλλοῦντα ἀποτεμόμενοι τῆς Ἠλείας Ξενοφῶντι ἔδοσαν τῷ Γρύλου, φυγάδι ἤδη γεγονότι ἐξ Ἀθηνῶν.
後に、スパルタ人はエリスの領土からスキルスを切り離して、すでにアテナイから追放の身となっていたグリュロスの子クセノポンに与えた。
ἐδιώχθη δὲ ὁ Ξενοφῶν ὑπὸ Ἀθηναίων ὡς ἐπὶ βασιλέα τῶν Περσῶν σφίσιν εὔνουν ὄντα στρατείας μετασχὼν Κύρῳ πολεμιωτάτῳ τοῦ δήμου·
クセノポンがアテナイ人によって追放されたのは、アテナイ人にとって好意的なペルシア王に対する遠征に、アテナイの民衆にとって最大の敵であったキュロスとともに参加したからである。
καθήμενος γὰρ ἐν Σάρδεσιν ὁ Κῦρος Λυσάνδρῳ τῷ Ἀριστοκρίτου καὶ Λακεδαιμονίοις χρήματα ἀνήλισκεν ἐς τὰς ναῦς.
実際、サルディスに滞在していたキュロスは、アリストクリトスの子リュサンドロスとスパルタ人の船のために資金を費やしていた。
ἀντὶ τούτων μὲν Ξενοφῶντι ἐγένετο φυγή, κατοικήσας δὲ ἐν Σκιλλοῦντι τέμενός τε καὶ ἱερὸν καὶ ναὸν Ἀρτέμιδι ᾠκοδομήσατο Ἐφεσίᾳ.
これらのことの報いとしてクセノポンは追放されたが、スキルスに住み着くと、エペソスのアルテミスのために聖域、神域、そして神殿を建てた。
§5.6.6παρέχεται δὲ ὁ Σκιλλοῦς καὶ ἄγρας θηρίων, ὑῶν τε ἀγρίων καὶ ἐλάφων· καὶ τὴν γῆν τὴν Σκιλλουντίαν Σελινοῦς ποταμὸς διέξεισιν.
スキルスはまた、野生の猪や鹿といった野獣の狩り場を提供しており、スキルス領内をセリヌス川が流れている。
οἱ δὲ Ἠλείων ἐξηγηταὶ κομίσασθαί τε αὖθις Σκιλλοῦντα Ἠλείους ἔλεγον, καὶ Ξενοφῶντα, ὅτι ἔλαβε παρὰ Λακεδαιμονίων τὴν γῆν, κριθῆναι μὲν ἐν τῇ Ὀλυμπικῇ βουλῇ, τυχόντα δὲ παρὰ Ἠλείων συγγνώμης ἀδεῶς ἐν Σκιλλοῦντι οἰκῆσαι.
エリス人の案内役たちは、エリス人が後に再びスキルスを取り戻したこと、そしてクセノポンは、スパルタ人からその土地を受け取ったためにオリンピアの評議会で裁判にかけられたが、エリス人から許しを得て恐れることなくスキルスに住み続けたのだと語っていた。
καὶ δὴ καὶ ὀλίγον ἀπωτέρω τοῦ ἱεροῦ μνῆμά τε ἐδείκνυτο καὶ τῆς Πεντελῆσίν ἐστι λιθοτομίας εἰκὼν ἐπὶ τῷ τάφῳ·
そして実に、神殿から少し離れたところに墓も示されており、その墓の上にはペンテリコンの石切り場から切り出された大理石の像がある。
εἶναι δὲ αὐτὸ Ξενοφῶντος λέγουσιν οἱ προσοικοῦντες.
近隣の住民たちは、それがクセノポンのものであると言っている。
§5.6.7κατὰ δὲ τὴν ἐς Ὀλυμπίαν ὁδόν, πρὶν ἢ διαβῆναι τὸν Ἀλφειόν, ἔστιν ὄρος ἐκ Σκιλλοῦντος ἐρχομένῳ πέτραις ὑψηλαῖς ἀπότομον·
オリンピアへの道すがら、アルペイオス川を渡る手前に、スキルスから来る者にとって、高い岩壁を伴う険しい山がある。
ὀνομάζεται δὲ Τυπαῖον τὸ ὄρος.
その山はテュパイオン山と呼ばれている。
κατὰ τούτου τὰς γυναῖκας Ἠλείοις ἐστὶν ὠθεῖν νόμος, ἢν φωραθῶσιν ἐς τὸν ἀγῶνα ἐλθοῦσαι τὸν Ὀλυμπικὸν ἢ καὶ ὅλως ἐν ταῖς ἀπειρημέναις σφίσιν ἡμέραις διαβᾶσαι τὸν Ἀλφειόν.
エリス人には、もし女性がオリンピアの競技会に来ているところを見つかるか、あるいはそもそも彼女たちに禁じられている日にアルペイオス川を渡ったところを見つかったなら、この山から突き落とすという法がある。
οὐ μὴν οὐδὲ ἁλῶναι λέγουσιν οὐδεμίαν, ὅτι μὴ Καλλιπάτειραν μόνην·
しかしながら、カリパテイラ一人のほかには、誰も見つかった(捕らえられた)ことはないと言われている。
εἰσὶ δὲ οἳ τὴν αὐτὴν ταύτην Φερενίκην καὶ οὐ Καλλιπάτειραν καλοῦσιν.
もっとも、この同じ女性をカリパテイラではなく、ペレニケと呼ぶ人々もいる。
§5.6.8αὕτη προαποθανόντος αὐτῇ τοῦ ἀνδρός, ἐξεικάσασα αὑτὴν τὰ πάντα ἀνδρὶ γυμναστῇ, ἤγαγεν ἐς Ὀλυμπίαν τὸν υἱὸν μαχούμενον·
彼女は夫に先立たれた後、自分自身を全面的に男性の体育教師に見せかけて、息子を戦わせるためにオリンピアに連れてきた。
νικῶντος δὲ τοῦ Πεισιρόδου, τὸ ἔρυμα ἐν ᾧ τοὺς γυμναστὰς ἔχουσιν ἀπειλημμένους, τοῦτο ὑπερπηδῶσα ἡ Καλλιπάτειρα ἐγυμνώθη.
そしてペイシロドスが勝利したとき、体育教師たちが隔離されている囲いをカリパテイラが飛び越えた際、服がはだけて体が露わになってしまった。
φωραθείσης δὲ ὅτι εἴη γυνή, ταύτην ἀφιᾶσιν ἀζήμιον καὶ τῷ πατρὶ καὶ ἀδελφοῖς αὐτῆς καὶ τῷ παιδὶ αἰδῶ νέμοντες—ὑπῆρχον δὴ ἅπασιν αὐτοῖς Ὀλυμπικαὶ νῖκαι—, ἐποίησαν δὲ νόμον ἐς τὸ ἔπειτα ἐπὶ τοῖς γυμνασταῖς γυμνοὺς σφᾶς ἐς τὸν ἀγῶνα ἐσέρχεσθαι.
彼女が女性であることが見つかったとき、彼らは彼女を無罪放免とした。 彼女の父、兄弟たち、そして息子に敬意を表したからである(実際、彼ら全員がオリンピアでの勝利を得ていた)。 そして将来のために、体育教師たち自身も裸で競技場に入るべきであるという法律を作った。

語釈・文法注

  1. §5.6.1διαβάντι τὸν Ἄνιγρον καὶ ἰόντι ἐς Ὀλυμπίαν — 与格分詞 `διαβάντι` と `ἰόντι` は、特定の進路を進む旅行者の視点・行為の主体を示す「方向や利益の与格(または判断者の与格)」として用いられている。「〜を渡って行く者にとって」の意。
  2. §5.6.2εἶχεν ... ἀποφῆναί μοι — 動詞 `εἶχεν`(`ἔχω`)に不定詞 `ἀποφῆναι` が続くことで、能力を示す助動詞的用法(「〜することができた」)を形成している。ここでは否定の代名詞・小辞とともに「誰も私に示すことができなかった」となる。
  3. §5.6.5ὡς ἐπὶ βασιλέα τῶν Περσῶν σφίσιν εὔνουν ὄντα στρατείας μετασχὼν Κύρῳ — 接続詞 `ὡς` は主観的あるいはアテナイ側が申し立てた理由(「〜という名目で」)を示し、`στρατείας` は分詞 `μετασχών` が支配する属格目的語。アテナイ人にとって当時「友好関係にあった(`εὔνουν`)ペルシア王」に対する遠征に、アテナイ民主政の「最大の敵であったキュロス(`Κύρῳ`)」とともに参加したという政治的背景が対比的に記述されている。
  4. §5.6.8προαποθανόντος αὐτῇ τοῦ ἀνδρός — 利害(不利益)の与格 `αὐτῇ`(彼女にとって)を伴う属格独立構文。時間的背景(「夫が彼女に先立って亡くなった後」)を表している。

この箇所を引用する

パウサニアス, ギリシア案内記 §5.6.1-5.6.8. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0525.tlg001.humanitext-grc2:5.6.1-5.6.8

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。