§5.6.1κατὰ δὲ τὴν ὁδὸν τὴν εὐθεῖαν διαβάντι τὸν Ἄνιγρον καὶ ἰόντι ἐς Ὀλυμπίαν, ἔστιν οὐ μετὰ πολὺ ἐν δεξιᾷ τῆς ὁδοῦ χωρίον τε ὑψηλὸν καὶ πόλις Σαμία ἐπʼ αὐτοῦ.
对于渡过阿尼格罗斯河并沿着直路前往奥林匹亚的人来说,不远处的道路右侧有一处高地,其上坐落着沙米亚城。
ταύτῃ Πολυσπέρχοντά φασιν ἄνδρα Αἰτωλὸν ἐπιτειχίσματι ἐπὶ τοὺς Ἀρκάδας χρήσασθαι.
据说,埃托利亚人波留斯朋孔曾将此城用作对抗阿卡迪亚人的堡垒。
§5.6.2τὰ δὲ ἐρείπια τὰ Ἀρήνης σαφῶς μὲν οὔτε Μεσσηνίων εἶχεν οὐδεὶς οὔτε Ἠλείων ἀποφῆναί μοι· διάφορα δὲ ὑπὲρ αὐτῆς καὶ οὐ κατὰ ταὐτὰ πάρεστι τοῖς ἐθέλουσιν εἰκάζειν, πιθανώτατα δὲ ἐφαίνοντό μοι λέγειν οἱ τὸ Σαμικὸν τὰ παλαιότερα ἔτι καὶ τὰ ἐπὶ τῶν ἡρώων Ἀρήνην καλεῖσθαι νομίζοντες.
然而,关于阿雷涅的废墟,无论是美塞尼亚人还是伊利斯人都无法向我明确指出;对于想要推测的人来说,关于它的说法各不相同、互不一致,但对我而言,那些认为萨米孔在更古老的时代、甚至在英雄时代被称为阿雷涅的人,其说法似乎最具有说服力。
οὗτοι δὲ καὶ ἔπη τῶν ἐν Ἰλιάδι ἔλεγον· "
ἔστι δέ τις ποταμὸς Μινυήιος εἰς ἅλα βάλλων
ἐγγύθεν Ἀρήνης. "
他们还引用了《伊利亚特》中的诗句: "有一条名为米纽埃奥斯的河流注入大海,就在阿雷涅附近。
§5.6.3τὰ δὲ ἐρείπια ταῦτα πλησιαίτατά ἐστι τοῦ Ἀνίγρου.
"这些废墟距离阿尼格罗斯河最近。
καὶ Ἀρήνην μὲν ἀμφισβητοίης ἂν μὴ ὀνομασθῆναι τὸ Σαμικόν, τῷ δὲ ποταμῷ Ἀνίγρῳ Μινυήιον τὸ ὄνομα εἶναι τὸ ἀρχαῖον ὡμολογήκασιν οἱ Ἀρκάδες.
虽然人们可以争论萨米孔是否曾被称为阿雷涅,但阿卡迪亚人已经承认阿尼格罗斯河的古名是米纽埃奥斯。
ὅρον δὲ Ἠλείοις πρὸς τὴν Μεσσηνίαν τῆς Νέδας τὰ ἐπὶ θαλάσσῃ γενέσθαι τις πείθοιτο ἂν ὁμοῦ τῇ ἐς Πελοπόννησον Ἡρακλειδῶν καθόδῳ.
人们可能也会相信,伊利斯人与美塞尼亚之间以内达河接近海洋处为界,是在赫拉克勒斯后裔回到伯罗奔尼撒的同时确立的。
§5.6.4μετὰ δὲ τὸν Ἄνιγρον ὁδεύσαντι ἐπὶ μακρότερον διὰ χωρίου τὰ πλείονα ὑποψάμμου καὶ ἔχοντος δένδρα πίτυς ἀγρίας, ὀπίσω ἐς ἀριστερὰ Σκιλλοῦντος ὄψει ἐρείπια.
渡过阿尼格罗斯河后,在大部分是沙地并长有野生松树的土地上继续前行较长一段路程,你会在后方左侧看到斯基路斯的废墟。
τῶν μὲν δὴ πόλεων ἦν τῶν ἐν τῇ Τριφυλίᾳ καὶ Σκιλλοῦς· ἐπὶ δὲ τοῦ πολέμου τοῦ Πισαίων πρὸς Ἠλείους ἐπίκουροί τε Πισαίων οἱ Σκιλλούντιοι καὶ διάφοροι τοῖς Ἠλείοις ἦσαν ἐκ τοῦ φανεροῦ, καὶ σφᾶς οἱ Ἠλεῖοι τούτων ἕνεκα ἐποίησαν ἀναστάτους.
斯基路斯确实曾是特里菲利亚的城市之一;但在皮萨人与伊利斯人战争期间,斯基路斯人公开充当皮萨人的盟友并与伊利斯人对抗,伊利斯人因此摧毁了他们。
§5.6.5Λακεδαιμόνιοι δὲ ὕστερον Σκιλλοῦντα ἀποτεμόμενοι τῆς Ἠλείας Ξενοφῶντι ἔδοσαν τῷ Γρύλου, φυγάδι ἤδη γεγονότι ἐξ Ἀθηνῶν.
后来,拉刻代蒙人将斯基路斯从伊利斯领土中划出,赠送给已经从雅典流亡的格里路斯之子色诺芬。
ἐδιώχθη δὲ ὁ Ξενοφῶν ὑπὸ Ἀθηναίων ὡς ἐπὶ βασιλέα τῶν Περσῶν σφίσιν εὔνουν ὄντα στρατείας μετασχὼν Κύρῳ πολεμιωτάτῳ τοῦ δήμου·
色诺芬之所以被雅典人驱逐,是因为他参与了居鲁士的远征,而居鲁士是雅典民主政体的死敌,其远征针对的是对雅典友好的波斯国王。
καθήμενος γὰρ ἐν Σάρδεσιν ὁ Κῦρος Λυσάνδρῳ τῷ Ἀριστοκρίτου καὶ Λακεδαιμονίοις χρήματα ἀνήλισκεν ἐς τὰς ναῦς.
因为居鲁士在萨迪斯时,曾为阿里斯托克里托斯之子赖桑德和拉刻代蒙人的战船提供资金。
ἀντὶ τούτων μὲν Ξενοφῶντι ἐγένετο φυγή, κατοικήσας δὲ ἐν Σκιλλοῦντι τέμενός τε καὶ ἱερὸν καὶ ναὸν Ἀρτέμιδι ᾠκοδομήσατο Ἐφεσίᾳ.
色诺芬因这些事而遭到流放,但在定居斯基路斯后,他为以弗所的阿耳忒弥斯建造了圣地、祭坛和神殿。
§5.6.6παρέχεται δὲ ὁ Σκιλλοῦς καὶ ἄγρας θηρίων, ὑῶν τε ἀγρίων καὶ ἐλάφων· καὶ τὴν γῆν τὴν Σκιλλουντίαν Σελινοῦς ποταμὸς διέξεισιν.
斯基路斯还提供了猎捕野兽(野猪和鹿)的场所;塞利努斯河流经斯基路斯领地。
οἱ δὲ Ἠλείων ἐξηγηταὶ κομίσασθαί τε αὖθις Σκιλλοῦντα Ἠλείους ἔλεγον, καὶ Ξενοφῶντα, ὅτι ἔλαβε παρὰ Λακεδαιμονίων τὴν γῆν, κριθῆναι μὲν ἐν τῇ Ὀλυμπικῇ βουλῇ, τυχόντα δὲ παρὰ Ἠλείων συγγνώμης ἀδεῶς ἐν Σκιλλοῦντι οἰκῆσαι.
伊利斯的向导们说,伊利斯人后来重新收回了斯基路斯,而色诺芬因为从拉刻代蒙人那里接受了这片土地,曾在奥林匹亚议会接受审判,但因获得伊利斯人的宽恕而无惧地居住在斯基路斯。
καὶ δὴ καὶ ὀλίγον ἀπωτέρω τοῦ ἱεροῦ μνῆμά τε ἐδείκνυτο καὶ τῆς Πεντελῆσίν ἐστι λιθοτομίας εἰκὼν ἐπὶ τῷ τάφῳ· εἶναι δὲ αὐτὸ Ξενοφῶντος λέγουσιν οἱ προσοικοῦντες.
确实,在距离神殿不远的地方还展示着一座墓碑,墓上有一尊由彭特利科斯石矿大理石制成的雕像;邻近的居民说这就是色诺芬的墓。
§5.6.7κατὰ δὲ τὴν ἐς Ὀλυμπίαν ὁδόν, πρὶν ἢ διαβῆναι τὸν Ἀλφειόν, ἔστιν ὄρος ἐκ Σκιλλοῦντος ἐρχομένῳ πέτραις ὑψηλαῖς ἀπότομον· ὀνομάζεται δὲ Τυπαῖον τὸ ὄρος.
在前往奥林匹亚的路上,在渡过阿尔斐乌斯河之前,对于从斯基路斯来的人来说,有一座山,山势险峻,伴有高耸的岩壁;这座山被称为蒂派翁山。
κατὰ τούτου τὰς γυναῖκας Ἠλείοις ἐστὶν ὠθεῖν νόμος, ἢν φωραθῶσιν ἐς τὸν ἀγῶνα ἐλθοῦσαι τὸν Ὀλυμπικὸν ἢ καὶ ὅλως ἐν ταῖς ἀπειρημέναις σφίσιν ἡμέραις διαβᾶσαι τὸν Ἀλφειόν.
伊利斯人有一项法令,如果发现有妇女来到奥林匹亚竞技会,或者根本是在禁止她们渡河的日子里渡过阿尔斐乌斯河,就要将她们从这座山上推下去。
οὐ μὴν οὐδὲ ἁλῶναι λέγουσιν οὐδεμίαν, ὅτι μὴ Καλλιπάτειραν μόνην· εἰσὶ δὲ οἳ τὴν αὐτὴν ταύτην Φερενίκην καὶ οὐ Καλλιπάτειραν καλοῦσιν.
然而,他们说除了卡利帕泰拉一人之外,没有任何妇女被发现过;不过也有人称这同一位女性为费雷尼刻,而非卡利帕泰拉。
§5.6.8αὕτη προαποθανόντος αὐτῇ τοῦ ἀνδρός, ἐξεικάσασα αὑτὴν τὰ πάντα ἀνδρὶ γυμναστῇ, ἤγαγεν ἐς Ὀλυμπίαν τὸν υἱὸν μαχούμενον· νικῶντος δὲ τοῦ Πεισιρόδου, τὸ ἔρυμα ἐν ᾧ τοὺς γυμναστὰς ἔχουσιν ἀπειλημμένους, τοῦτο ὑπερπηδῶσα ἡ Καλλιπάτειρα ἐγυμνώθη.
她在丈夫先她去世后,将自己完全伪装成一名男教练,带着儿子来到奥林匹亚参赛;当佩西罗多斯获胜时,卡利帕泰拉在跳过限制教练的围栏时,身体暴露了。
φωραθείσης δὲ ὅτι εἴη γυνή, ταύτην ἀφιᾶσιν ἀζήμιον καὶ τῷ πατρὶ καὶ ἀδελφοῖς αὐτῆς καὶ τῷ παιδὶ αἰδῶ νέμοντες—ὑπῆρχον δὴ ἅπασιν αὐτοῖς Ὀλυμπικαὶ νῖκαι—, ἐποίησαν δὲ νόμον ἐς τὸ ἔπειτα ἐπὶ τοῖς γυμνασταῖς γυμνοὺς σφᾶς ἐς τὸν ἀγῶνα ἐσέρχεσθαι.
当发现她是女人时,他们免除了对她的处罚,这是出于对其父亲、兄弟和儿子的敬意——因为他们所有人都曾获得过奥林匹亚的胜利——但他们制定了一项法案,规定今后教练必须赤身裸体进入竞技场。