§5.5.6κατὰ δὲ ἐμὲ οὔτε μνῆμα ἐπίσημον οὔτε ἱερὸν ἦν θεῶν σφισιν οὐδενὸς πλήν γε Δήμητρος·
しかし、私の時代には、デメテルのものを除いて、彼らには目立つ記念碑も神々の神殿も全くなかった。
πλίνθου δὲ καὶ τοῦτο ἐπεποίητο ὠμῆς καὶ οὐδὲν παρείχετο ἄγαλμα.
このデメテルの神殿さえも日干しレンガで作られており、いかなる像も備えていなかった。
Λεπρεατῶν δέ ἐστιν οὐ πόρρω τῆς πόλεως Ἀρήνη καλουμένη πηγή, καὶ τὸ ὄνομα ἀπὸ τῆς Ἀφαρέως γυναικὸς τεθῆναι λέγουσι τῇ πηγῇ.
レプレオス人の都市から遠くないところに、アレネと呼ばれる泉があり、この泉の名はアパレウスの妻にちなんで付けられたと言われている。
§5.5.7ἀναστρέψαντι δὲ αὖθις ἐπὶ τὸ Σαμικὸν καὶ διοδεύοντι τὸ χωρίον, Ἄνιγρος ποταμὸς ἐκδίδωσιν ἐς θάλασσαν.
再びサミコンの方へと引き返し、その地域を通り抜けると、アニグロス川が海へと注いでいる。
τούτου τὸ ῥεῦμα τοῦ ποταμοῦ πολλάκις ἀνείργουσιν οἱ ἄνεμοι βίαιοι πνέοντες·
この川の流れは、激しく吹く風によってしばしば堰き止められる。
φοροῦντες γὰρ κατʼ αὐτὸν τὴν θῖνα ἐκ τοῦ πελάγους ἐπέχουσι τοῦ πρόσω τὸ ὕδωρ.
風が沖合から砂浜の砂を川口へと運び、水が先へ進むのを遮るからである。
ὁπότε οὖν ἀμφοτέρωθεν ἡ ψάμμος ὑπό τε τῆς θαλάσσης καὶ τὰ ἐντὸς ὑπὸ τοῦ ποταμοῦ διάβροχος γένοιτο, ἐνταῦθα καὶ ὑποζυγίοις καὶ ἀνδρὶ ἔτι μᾶλλον εὐζώνῳ καταδῦναι κίνδυνός ἐστιν ἐς αὐτήν.
それゆえ、海からは外側の砂が、川からは内側の砂が水浸しになるとき、そこでは荷獣にとっても、身軽な歩行者にとってはなおさら、その砂の中に沈み込んでしまう危険がある。
§5.5.8ὁ δὲ Ἄνιγρος οὗτος ἐξ Ἀρκαδικοῦ μὲν κάτεισιν ὄρους Λαπίθου, παρέχεται δὲ εὐθὺς ἀπὸ τῶν πηγῶν ὕδωρ οὐκ εὐῶδες, ἀλλὰ καὶ δύσοσμον δεινῶς.
このアニグロス川はアルカディアのラピトス山から流れ下っているが、その水源のすぐ近くから、香りが良くないどころか、恐ろしく悪臭を放つ水をもたらしている。
πρὶν δὲ ἢ καταδέξασθαι τὸν Ἀκίδαντα καλούμενον δῆλός ἐστιν οὐδὲ ἀρχὴν τρέφων ἰχθῦς·
アキダスと呼ばれる川を合流させる前には、この川はそもそも魚を一切育まないことが明らかである。
μετὰ δὲ τοῦτον ἐσβαλόντα ὅσοι τῶν ἰχθύων ὁμοῦ τῷ ὕδατι αὐτοῦ κατίασιν ἐς τὸν Ἄνιγρον, οὐ σφᾶς ἔτι ἐδωδίμους ἔχουσιν ἄνθρωποι, τὰ πρότερα, ἢν ἐντὸς ἁλῶσι τοῦ Ἀκίδαντος, ἐδωδίμους ὄντας.
しかし、アキダス川が合流した後に、その水とともにアニグロス川へと下ってくる魚たちは、かつてアキダス川の内部で捕らえられたときには食用になったにもかかわらず、人間はもはやそれらを食べることができなくなる。
§5.5.9ὅτι δὲ τῷ Ἀκίδαντι ὄνομα Ἰάρδανος ἦν τὸ ἀρχαῖον, αὐτὸς μὲν οὐδαμόθεν συνεβαλόμην, ἀκούσας δὲ ἀνδρὸς Ἐφεσίου λέγω τὸν λόγον.
アキダス川の古代の名がヤルダノスであったということについて、私は自分自身ではどこからも推測できなかったが、エペソス人の男から聞いたのでその話を語るのである。
τῷ δὲ Ἀνίγρῳ τὸ ἄτοπον εἶναι τῆς ὀσμῆς ἀπὸ τῆς γῆς πείθομαι διʼ ἧς ἄνεισι τὸ ὕδωρ, καθὰ δὴ καὶ τοῖς ὑπὲρ Ἰωνίας ἐστὶν ὕδασι τὸ αὐτὸ αἴτιον, ὁπόσων ἡ ἀτμὶς ὀλέθριός ἐστιν ἀνθρώπῳ.
アニグロス川のあの異様な臭いは、水がそこを通って湧き出るところの土壌に起因すると私は信じている。 それはちょうど、イオニアの上方にある水、すなわちその蒸気が人間にとって致命的であるすべての水において、同じ原因があるのと同じことである。
§5.5.10Ἑλλήνων δὲ οἱ μὲν Χίρωνα, οἱ δὲ ἄλλον Κένταυρον Πυλήνορα τοξευθέντα ὑπὸ Ἡρακλέους καὶ φυγόντα τραυματίαν φασὶν ἐν τῷ ὕδατι ἀπολοῦσαι τούτῳ τὸ ἕλκος, καὶ ἀπὸ τῆς ὕδρας τοῦ ἰοῦ γενέσθαι δυσχερῆ τῷ Ἀνίγρῳ τὴν ὀσμήν·
ギリシア人のうちある人々は、ケイロンが、また他の人々は、別のケンタウロスであるピレノルが、ヘラクレスに矢で射られて負傷して逃亡し、この水で傷口を洗い流したため、ヒュドラの毒からアニグロス川の不快な臭いが生じたのだと言う。
οἱ δὲ ἐς Μελάμποδα τὸν Ἀμυθάονος καὶ ἐς τῶν Προίτου θυγατέρων τὰ καθάρσια ἐμβληθέντα ἐνταῦθα ἀνάγουσι τὴν αἰτίαν τοῦ ἐπὶ τῷ ποταμῷ παθήματος.
また別の者たちは、アミュタオンの子メランプスが、プロイトスの娘たちの浄めの道具をここに投げ入れたことに、この川の異変の原因を帰している。
§5.5.11ἔστι δὲ ἐν τῷ Σαμικῷ σπήλαιον οὐκ ἄπωθεν τοῦ ποταμοῦ, καλούμενον Ἀνιγρίδων νυμφῶν.
サミコンには、川から遠くないところに、アニグリデスと呼ばれるニンフたちの洞窟がある。
ὃς δʼ ἂν ἔχων ἀλφὸν ἢ λεύκην ἐς αὐτὸ ἐσέλθῃ, πρῶτα μὲν ταῖς νύμφαις εὔξασθαι καθέστηκεν αὐτῷ καὶ ὑποσχέσθαι θυσίαν ὁποίαν δή τινα, μετὰ δὲ ἀποσμήχει τὰ νοσοῦντα τοῦ σώματος·
白癬または白斑を患っている者がそこに入るなら、まずニンフたちに祈りを捧げ、何らかの生贄を約束することが彼の義務と定められており、その後に体の患部をこする。
διανηξάμενος δὲ τὸν ποταμὸν ὄνειδος μὲν ἐκεῖνο κατέλιπεν ἐν τῷ ὕδατι αὐτοῦ, ὁ δὲ ὑγιής τε ἄνεισι καὶ ὁμόχρως.
そして川を泳ぎ渡ると、あの見苦しい病をその水の中に残し、本人は健康になり、均一な肌の色になって上がってくる。