§5.3.1Ἡρακλῆς δὲ εἷλεν ὕστερον καὶ ἐπόρθησεν Ἦλιν, στρατιὰν παρά τε Ἀργείων καὶ ἐκ Θηβῶν ἀθροίσας καὶ Ἀρκάδας·
ヘラクレスはその後、アルゴス、テーバイ、そしてアルカディアから軍勢を集めて、エリスを攻略し略奪した。
ἤμυναν δὲ καὶ Ἠλείοις οἱ ἐκ Πύλου τοῦ ἐν τῇ Ἠλείᾳ καὶ οἱ Πισαῖοι.
またエリス人には、エリス地方にあるピュロスの人々(ピュロス人)とピサ人たちが加勢した。
καὶ τοὺς μὲν ἐτιμωρήσατο αὐτῶν ὁ Ἡρακλῆς, τῆς δὲ ἐπὶ τοὺς Πισαίους στρατείας αὐτὸν χρησμὸς ἐπέσχεν ἐκ Δελφῶν ἔχων οὕτω·
ヘラクレスは彼らのうち前者を罰したが、ピサ人に対する遠征は、デルポイからの次のような神託によって彼を押しとどめた。
"
πατρὶ μέλει Πίσης, Πυθοῦς δέ μοι ἐν γυάλοισι.
"父はピサを心にかけ、私はプュトの谷を心にかける。
"
τοῦτο μὲν δὴ σωτηρία Πισαίοις τὸ μάντευμα ἐγένετο·
"この神託はまさにピサ人にとって救いとなった。
Φυλεῖ δὲ Ἡρακλῆς τήν τε χώραν ἀνέδωκε τὴν Ἠλείαν καὶ τἄλλα, αἰδοῖ τοῦ Φυλέως μᾶλλον ἢ αὐτὸς ἑκουσίως·
ヘラクレスはエリスの地およびその他のものをピュレウスに返還したが、それは彼自身の自発的な意志というよりはむしろ、ピュレウスに対する敬意によるものであった。
τά τε γὰρ αἰχμάλωτα ἐφίησιν ἔχειν αὐτῷ καὶ Αὐγέαν μὴ ὑποσχεῖν δίκην.
なぜなら、捕虜を彼が所有することを許し、アウゲイアスに罰を受けさせないようにしたからである。
§5.3.2τῶν δὲ Ἠλείων αἱ γυναῖκες, ἅτε τῶν ἐν ἡλικίᾳ σφίσιν ἠρημωμένης τῆς χώρας, εὔξασθαι τῇ Ἀθηνᾷ λέγονται κυῆσαι παραυτίκα, ἐπειδὰν μιχθῶσι τοῖς ἀνδράσι·
エリスの女性たちは、兵役に適した年代の男たちが国からいなくなっていたため、夫たちと交わったときに、ただちに妊娠できるようにアテナに祈ったと言われている。
καὶ ἥ τε εὐχή σφισιν ἐτελέσθη καὶ Ἀθηνᾶς ἱερὸν ἐπίκλησιν Μητρὸς ἱδρύσαντο.
そして、その願いは聞き届けられ、彼女たちは「母」という呼び名のアテナの神殿を建てた。
ὑπερησθέντες δὲ ἀμφότεροι τῇ μίξει καὶ αἱ γυναῖκες καὶ οἱ ἄνδρες, ἔνθα συνεγένοντο ἀλλήλοις πρῶτον, αὐτό τε τὸ χωρίον Βαδὺ ὀνομάζουσι καὶ ποταμὸν τὸν ῥέοντα ἐνταῦθα ὕδωρ Βαδὺ ἐπιχωρίῳ φωνῇ.
男女双方(妻たちも夫たちも)がその交わりに大いに喜び、彼らが最初に交わったその場所自体を「バデュ」と呼び、またそこを流れる川の水を、地元の言葉で「バデュ(甘い)」と呼んでいる。
§5.3.3Φυλέως δέ, ὡς τὰ ἐν τῇ Ἤλιδι κατεστήσατο, αὖθις ἐς Δουλίχιον ἀποχωρήσαντος, Αὐγέαν μὲν τὸ χρεὼν ἐπέλαβε προήκοντα ἐς γῆρας, βασιλείαν δὲ τὴν Ἠλείων Ἀγασθένης ἔσχεν ὁ Αὐγέου καὶ Ἀμφίμαχός τε καὶ Θάλπιος·
ピュレウスがエリスの事態を収拾した後、再びドゥリキオンへと退くと、アウゲイアスは老齢に達して死に捕らえられた。 そしてエリスの王位は、アウゲイアスの息子アガステネス、およびアムピマコスとタルピオスが継いだ。
Ἄκτορος γὰρ τοῖς παισὶν ἀδελφὰς ἐσαγαγομένοις διδύμας ἐς τὸν οἶκον, Δεξαμενοῦ θυγατέρας ἐν Ὠλένῳ βασιλεύοντος, τῷ μὲν ἐκ Θηρονίκης Ἀμφίμαχος, Εὐρύτῳ δὲ ἐκ Θηραιφόνης ἐγεγόνει Θάλπιος.
というのも、アクトルの息子たちが、オレノスの王デクサメノスの娘である双子の姉妹を妻に迎えたため、一方にはテロニケからアムピマコスが、エウリュトスにはテライポネからタルピオスが生まれていたからである。
§5.3.4οὐ μὴν οὐδὲ Ἀμαρυγκεὺς οὔτε αὐτὸς διέμεινεν ἰδιωτεύων οὔτε Διώρης ὁ Ἀμαρυγκέως.
また、アマリュンケウス自身も、その息子ディオレスも、一般市民のままでいたわけではない。
ἃ δὴ καὶ Ὅμηρος παρεδήλωσεν ἐν καταλόγῳ τῶν Ἠλείων, τὸν μὲν σύμπαντα αὐτῶν στόλον ποιήσας τεσσαράκοντα εἶναι νεῶν, τούτων δὲ τὰς ἡμισείας ὑπὸ Ἀμφιμάχῳ τετάχθαι καὶ Θαλπίῳ, τῶν λοιπῶν δὲ εἴκοσι δέκα μὲν ναυσὶ Διώρην τὸν Ἀμαρυγκέως ἡγεῖσθαι, τοσαύταις δὲ ἑτέραις Πολύξενον τὸν Ἀγασθένους.
このことはホメロスもエリス人の船乗りの目録の中で暗に示しており、彼らの船隊の総数を40隻とし、そのうちの半分がアムピマコスとタルピオスの配下に置かれ、残りの20隻のうち10隻をアマリュンケウスの息子ディオレスが率い、他の10隻をアガステネスの息子ポリュクセノスが率いたとしている。
Πολυξένῳ δὲ ἀνασωθέντι ἐκ Τροίας ἐγένετο υἱὸς Ἀμφίμαχος—τὸ δὲ ὄνομα τῷ παιδὶ ἔθετο ὁ Πολύξενος κατὰ φιλίαν ἐμοὶ δοκεῖν πρὸς Ἀμφίμαχον τὸν Κτεάτου τελευτήσαντα ἐν Ἰλίῳ—, Ἀμφιμάχου δὲ Ἠλεῖος·
トロイアから生還したポリュクセノスには、息子アムピマコスが生まれた。 ポリュクセノスがこの子にその名をつけたのは、私の考えでは、イリオンで戦死したクテアトスの息子アムピマコスとの友情によるものであろう。 そしてアムピマコスには、エレイオスが生まれた。
§5.3.5καὶ ἐπὶ Ἠλείου βασιλεύοντος ἐν Ἤλιδι, τηνικαῦτα ὁ Δωριέων στόλος σὺν τοῖς Ἀριστομάχου παισὶν ἠθροίζετο ἐπὶ καθόδῳ τῇ ἐς Πελοπόννησον.
そして、エレイオスがエリスで王位にあった時、まさにその時に、アリストマコスの息子たちに率いられたドリス人の軍勢がペロポネソスへの帰還のために集結していた。
γίνεται δὲ τοῖς βασιλεῦσιν αὐτῶν λόγιον τόδε, ἡγεμόνα τῆς καθόδου ποιεῖσθαι τὸν τριόφθαλμον.
彼らの王たちに、帰還の先導者として「三つの目を持つ者」を立てよという神託が下った。
ἀποροῦσι δέ σφισιν ὅ τι ὁ χρησμὸς ἐθέλοι συνέτυχεν ἐλαύνων ἀνὴρ ἡμίονον, ὁ δὲ ἕτερος διέφθαρτο τῷ ἡμιόνῳ τῶν ὀφθαλμῶν·
彼らがこの神託の意図に困惑していると、一人の男がラバを追って進んでいくのに偶然遭遇したが、そのラバは片方の目が潰れていた。
§5.3.6Κρεσφόντου δὲ συμφρονήσαντος ὡς ἐς τοῦτον τὸν ἄνδρα ἔχοι τὸ μάντευμα, οὕτως ᾠκειώσαντο αὐτὸν οἱ Δωριεῖς.
クレスポンテスが、この男に神託が該当していると理解したため、ドリス人たちは彼を自らの仲間に引き入れた。
ὁ δὲ σφᾶς ναυσὶν ἐκέλευεν ἐς Πελοπόννησον κατιέναι μηδὲ στρατῷ πεζῷ διὰ τοῦ ἰσθμοῦ πειρᾶσθαι.
その男は彼らに、陸路で地峡を通って試みるのではなく、船でペロポネソスに下るよう命じた。
ταῦτά τε δὴ παρῄνεσε καὶ ἅμα τὸν ἐς Μολύκριον ἐκ Ναυπάκτου πλοῦν καθηγήσατο αὐτοῖς·
彼はこの助言を与え、同時にナウパクトスからモリュクリオンへの航路を先導した。
οἱ δὲ ἀντὶ τούτου δεηθέντι τὴν Ἠλείαν γῆν συνέθεντο αὐτῷ δώσειν.
彼らはこの見返りとして、彼の求めに応じてエリスの地を与えることを約束した。
ὁ δὲ ἀνὴρ ἦν Ὄξυλος Αἵμονος τοῦ Θόαντος·
この男は、トアスの息子ハイモンの子、オクスュロスであった。
Θόας δὲ ἦν οὗτος ὃς καὶ τοῖς Ἀτρέως παισὶν ἀρχὴν συγκαθεῖλε τὴν Πριάμου, γενεαὶ δὲ ἀπὸ Θόαντος ἀνήκουσιν ἓξ ἐς Αἰτωλὸν τὸν Ἐνδυμίωνος.
このトアスこそ、アトレウスの息子たちとともにプリアモスの帝国を滅ぼした人物であり、トアスから遡る系統は6代でエンデュミオンの息子アイトロスに達する。
§5.3.7ἦσαν δὲ οἱ Ἡρακλεῖδαι συγγενεῖς καὶ ἄλλως τοῖς ἐν Αἰτωλίᾳ βασιλεῦσι, καὶ ἀδελφαὶ Θόαντι τῷ Ἀνδραίμονος καὶ Ὕλλου τοῦ Ἡρακλέους ἦσαν αἱ μητέρες.
またヘラクレイダイは、他の面でもアイトリアの王たちと親戚関係にあった。 すなわち、アンドライモンの子トアスと、ヘラクレスの子ヒュロスの母親同士が姉妹であったのである。
συνεπεπτώκει δὲ τῷ Ὀξύλῳ φυγάδι ἐξ Αἰτωλίας εἶναι·
そして、オクスュロスはアイトリアからの亡命者となっていた。
δισκεύοντα γάρ φασιν ἁμαρτεῖν αὐτὸν καὶ ἐξεργάσασθαι φόνον ἀκούσιον, τὸν δὲ ἀποθανόντα ὑπὸ τοῦ δίσκου τὸν ἀδελφὸν εἶναι τοῦ Ὀξύλου Θέρμιον, οἱ δὲ Ἀλκιδόκον τὸν Σκοπίου.
というのも、彼が円盤投げをしていたときに手元を狂わせ、不慮の殺人を犯してしまい、円盤によって死亡したのはオクスュロスの兄弟テルミオス、あるいは別の説によればスコピオスの子アルキドコスであったと言われているからである。