§5.2.1τῷ δὲ Ἡρακλεῖ πρὸς τὸν Αὐγέαν πολεμοῦντι οὐδὲν ὑπῆρχεν ἀποδείκνυσθαι λαμπρόν·
ヘラクレスにとって、アウゲイアスとの戦いにおいて輝かしい功績を立てることは全くできなかった。
ἅτε γὰρ καὶ τόλμῃ καὶ ταῖς ἡλικίαις τοῦ Ἄκτορος τῶν παίδων ἀκμαζόντων, ἐτρέπετο ὑπʼ αὐτῶν ἀεὶ τὸ συμμαχικὸν τοῦ Ἡρακλέους, ἐς ὃ Ἰσθμικὰς σπονδὰς Κορινθίων ἐπαγγειλάντων καὶ θεωρῶν ἐς τὸν ἀγῶνα ἐρχομένων τῶν υἱῶν τοῦ Ἄκτορος ἀπέκτεινε σφᾶς λοχήσας ὁ Ἡρακλῆς ἐν Κλεωναῖς.
なぜなら、アクトルの息子たちが大胆さにおいても年齢においても全盛期にあり、ヘラクレスの同盟軍は彼らによって常に退けられていたからである。 ついには、コリントス人がイストミア競技会の休戦を布告し、アクトルの息子たちが使節として競技会に赴いていた際、ヘラクレスはクレオナイにおいて彼らを待ち伏せして殺害した。
ἀφανοῦς δὲ ὄντος τοῦ εἰργασμένου τὸν φόνον μάλιστα ἐποιεῖτο ἡ Μολίνη σπουδὴν τῶν παίδων τὸν αὐτόχειρα ἐξευρεῖν.
この殺害を行った者が誰であるか不明であったため、彼らの母モリネは、自らの手で息子たちを殺した者を見つけ出そうと必死に努めた。
§5.2.2ὡς δὲ ἔμαθεν, ἐνταῦθα οἱ Ἠλεῖοι δίκας τοῦ φόνου παρὰ Ἀργείων ἀπῄτουν·
彼女が真相を知ると、そこでイリス人たちはアルゴス人たちに殺害に対する補償を要求した。
τηνικαῦτα γὰρ ἔτυχεν Ἡρακλῆς ἐν Τίρυνθι οἰκῶν.
というのも、当時ヘラクレスは偶然にもティリュンスに住んでいたからである。
μὴ διδόντων δέ σφισι δίκας τῶν Ἀργείων, οἱ δὲ δεύτερα ἐνέκειντο Κορινθίοις ἔκσπονδον τὸ Ἀργολικὸν πᾶν τοῦ ἀγῶνος γενέσθαι τοῦ Ἰσθμικοῦ.
しかしアルゴス人たちが補償を与えなかったので、彼らは次にコリントス人に対し、アルゴリス地方全体をイストミア競技会の休戦条約から除外するよう強く迫った。
ὡς δὲ ἡμάρτανον καὶ τούτου, Μολίνην θέσθαι φασὶν ἐπὶ τοῖς πολίταις κατάρας, ἢν Ἰσθμίων μὴ θέλωσιν εἴργεσθαι.
彼らがこれにも失敗すると、モリネは、もし市民たちがイストミア競技会をボイコットしようとしないならば彼らに呪いをかける、と言い渡したという。
φυλάσσουσι δὲ τῆς Μολίνης καὶ ἐς τόδε ἔτι τὰς κατάρας, καὶ ὅσοι τὰ σώματα ἀσκοῦσιν Ἠλείων, οὔ σφισιν ἐς τὸν ἀγῶνα ἐσελθεῖν καθέστηκε τὸν Ἰσθμικόν.
そしてイリス人たちは今日に至るまでモリネの呪いを守り続けており、体を鍛えているイリス人の競技者たちがイストミア競技会に参加することは慣習上認められていない。
§5.2.3διάφοροι δὲ τῷ εἰρημένῳ δύο εἰσὶν ἄλλοι λόγοι.
この言及された説とは異なる2つの他の説明がある。
τούτων δὲ ὁ μὲν Κύψελον τὸν τυραννήσαντα Κορινθίων φησὶν ἄγαλμα ἀναθεῖναι τῷ Διὶ χρυσοῦν ἐς Ὀλυμπίαν, προαποθανόντος δὲ τοῦ Κυψέλου πρὶν ἐπὶ τῷ ἀναθήματι τὸ ὄνομα ἐπιγράψαι τὸ αὑτοῦ, τοὺς Κορινθίους παρὰ Ἠλείων αἰτεῖν δοῦναί σφισιν ἐπιγράψαι δημοσίᾳ τὴν πόλιν ἐπὶ τῷ ἀναθήματι, οὐ τυχόντας δὲ ὀργῇ τε ἐς τοὺς Ἠλείους χρῆσθαι καὶ προειπεῖν σφισιν Ἰσθμίων εἴργεσθαι.
これらのうちの一方は、コリントスの僭主であったキュプセロスがオリンピアにゼウスへの金の彫像を奉納したのだが、キュプセロスがその奉納物に自身の名を刻む前に亡くなったため、コリントス人はイリス人に対し、国家としてその奉納物に名前を刻むことを許可するよう求めたが、それが得られなかったのでイリス人に対して怒りを抱き、彼らにイストミア祭への参加を禁ずると宣言した、というものである。
πῶς ἂν οὖν Κορινθίοις αὐτοῖς τοῦ ἀγῶνος μετῆν τοῦ ἐν Ὀλυμπίᾳ, εἰ δὴ ἄκοντάς γε Ἠλείους ἀπὸ τῶν Ἰσθμίων εἶργον;
しかしそれならば、もし彼らが嫌がるイリス人をイストミア祭から排除していたとしたら、コリントス人自身がどうしてオリンピアの競技会に参加し続けることができただろうか。
§5.2.4ὁ δὲ ἕτερος ἔχει τῶν λόγων Προλάῳ παῖδας ἀνδρὶ παρὰ Ἠλείοις δοκίμῳ καὶ τῇ γυναικὶ αὐτοῦ Λυσίππῃ Φίλανθον καὶ Λάμπον γενέσθαι· τούτους ἐπὶ τὸν ἀγῶνα ἐλθόντας τῶν Ἰσθμίων παγκρατιάσοντας ἐν παισί, τὸν δὲ αὐτῶν παλαίσοντα, ὑπὸ τῶν ἀνταγωνιστῶν, πρὶν ἢ ἐς τὸν ἀγῶνα ἐσελθεῖν, ἀποπνιγῆναι σφᾶς ἢ καὶ ἄλλῳ τῷ τρόπῳ διαχρησθῆναι·
他方の説は、イリス人の名士プロラオスとその妻リュシッペの間にフィラントスとランポスという子供が生まれ、彼らが少年たちのパンクラティオンを戦おうとイストミアの競技会に赴いた際、競技に入る前に対戦相手たちによって首を絞め殺されたか、あるいは他の方法で殺害された、というものである。
καὶ οὕτω τὰς ἐπὶ τοῖς Ἠλείοις, ἢν Ἰσθμίων μὴ ἑκόντες εἴργωνται, Λυσίππης ἀρὰς εἶναι.
そして、もしイリス人が自発的にイストミア競技会から退かないならば彼らに下る呪いは、リュシッペの呪いであるとされる。
δείκνυται δὲ καὶ ὅδε εὐήθης ὢν ὁ λόγος.
しかし、この説もまた愚かであることが示される。
§5.2.5Τίμωνι γὰρ ἀνδρὶ Ἠλείῳ γεγόνασι πεντάθλου νῖκαι τῶν ἐν Ἕλλησιν ἀγώνων, καί οἱ καὶ εἰκών ἐστιν ἐν Ὀλυμπίᾳ καὶ ἐλεγεῖον, στεφάνους τε ὁπόσους ἀνείλετο ὁ Τίμων λέγον καὶ δὴ καὶ αἰτίαν διʼ ἥντινα Ἰσθμικῆς οὐ μέτεστιν αὐτῷ νίκης·
なぜなら、イリス人のティモンにはギリシアの競技会での五種競技の勝利があり、オリンピアには彼の像とエレゲイア詩が残されているが、それはティモンが獲得した冠の数と、特に彼がイストミアでの勝利を収めていない理由を述べているからである。
καὶ ἔχει τὰ ἐς τοῦτο τὸ ἐλεγεῖον·
そして、そのエレゲイア詩は次のように記している。
"
Σισυφίαν δὲ μολεῖν χθόνʼ ἐκώλυεν ἀνέρα νείκη
ἀμφὶ Μολιονιδᾶν οὐλομένῳ θανάτῳ.
"シシュポスの地へ行くのをこの男から奪ったのは、モリネの息子たちの忌まわしき死をめぐる争いであった。
"
τάδε μὲν ἡμῖν ἐς τοσοῦτο ἐξητάσθω·
"これらの事柄については、この程度まで検討しておくことにしよう。