Humanitext Reader

パウサニアス · ギリシア案内記 §5.4.1-5.4.9

オクスュロスの統治とイピトスによる競技会再興

188 / 465 箇所 · ギリシア語

要旨

オクスュロスが不戦を狙って遠回りしつつ、一騎打ちによりエリスの支配権を確立し都市を発展させた経緯と、その子アイトロスの境界線上の奇妙な埋葬について語る。その後、イピトスによるオリンピア競技会の再興と、その後のエリスのギリシア内における歴史的・軍事的な変遷が述べられる。

§5.4.1λέγεται δὲ καὶ ἄλλο ἐπὶ τῷ Ὀξύλῳ τοιόνδε, ὡς τοὺς παῖδας ὑποπτεύσειε τοῦ Ἀριστομάχου, μὴ τὴν Ἠλείαν τε ἰδόντες ἀγαθὴν οὖσαν καὶ ἐξειργασμένην διὰ πάσης οὐκ ἐθελήσωσιν ἔτι αὐτῷ διδόναι τὴν γῆν, καὶ τοῦδε ἕνεκα διὰ τῶν Ἀρκάδων καὶ οὐ διὰ τῆς Ἠλείας τοῖς Δωριεῦσιν ἡγήσατο.
オクスュロスについてはまた、次のような別のことも語られている。 すなわち、彼がアリストマコスの息子たちを疑い、彼らがエリスの地が豊かであり、あまねく開墾されているのを見て、もはや自分にその土地を与えることを承知しなくなるのではないかと恐れ、そのためにエリスを通らずにアルカディアを通ってドリス人たちを先導したのだと。
Ὀξύλῳ δὲ σπεύσαντι ἀμαχεὶ λαβεῖν τὴν Ἠλείων ἀρχὴν Δῖος οὐκ εἶκε, πρόκλησιν δὲ ἐποιεῖτο μὴ σφᾶς παρασκευῇ τῇ πάσῃ διακινδυνεῦσαι, προκριθῆναι δὲ ἀφʼ ἑκατέρων στρατιώτην ἕνα ἐς τὴν μάχην·
一方、戦わずにエリス人の支配権を手に入れようと急ぐオクスュロスに対し、ディオスは従わず、全軍の備えをもって決戦に臨むのではなく、双方から兵士を一人ずつ選んで闘わせるという提案をした。
§5.4.2καί πως συνήρεσε ταῦτα ἀμφοτέροις, οἱ δὲ ἐς τὸ ἔργον προταχθέντες Δέγμενός τε Ἠλεῖος ἦν τοξότης καὶ παρὰ τῶν Αἰτωλῶν Πυραίχμης σφενδόνην δεδιδαγμένος.
そして、どうにかこの提案は双方の合意に達し、彼らが実戦のために選んだ者たちは、エリス側は弓兵のデグメノスであり、アイトリア人からは投石器の技術を仕込まれたピライクメスであった。
κρατήσαντος δὲ τοῦ Πυραίχμου τήν τε βασιλείαν ἔσχεν Ὄξυλος καὶ Ἐπειοὺς τοὺς ἀρχαίους τὰ μὲν ἄλλα εἴασεν ἐπὶ τοῖς αὑτῶν μένειν, συνοίκους δέ σφισι τοὺς Αἰτωλοὺς ἐπὶ ἀναδασμῷ τῆς χώρας ἐπεισήγαγε.
ピライクメスが勝利すると、オクスュロスは王位を獲得し、古くからのエペイオス人たちには、他の点では自分たちの財産に留まることを認めたが、土地の再分配を条件として、彼らの共同居住者としてアイトリア人を移住させた。
καὶ Δίῳ τε ἀπένειμε γέρα καὶ ἥρωσι τοῖς τε ἄλλοις κατὰ τὰ ἀρχαῖα ἐφύλαξε τὰς τιμὰς καὶ Αὐγέᾳ τὰ ἐς τὸν ἐναγισμὸν ἔτι καὶ ἐς ἡμᾶς αὐτῷ καθεστηκότα.
そして、ディオスには特権を授け、他の英雄たちに対しても古くからの習慣に従ってその栄誉を守り、アウゲイアスに対しても、今日に至るまで行われている死者への供物の儀礼を維持した。
§5.4.3λέγεται δὲ ὡς καὶ τοὺς ἀνθρώπους ἐκ τῶν κωμῶν, ὅσοι τοῦ τείχους οὐ πολὺ ἀφεστήκεσαν, κατελθεῖν ἔπεισεν ἐς τὴν πόλιν καὶ πλήθει τε οἰκητόρων μείζονα καὶ εὐδαιμονεστέραν ἐς τὰ ἄλλα ἀπέφηνε τὴν Ἦλιν.
また、城壁からあまり遠くない村々にいた人々を説得して都市に移住させ、居住者の増加によってエリスをより大きく、他の点でもより繁栄した都市にしたとも言われている。
ἀφίκετο δὲ αὐτῷ καὶ ἐκ Δελφῶν χρησμός, τὸν Πελοπίδην ἐπάγεσθαι συνοικιστήν·
さらに、デルポイから彼のもとに、ペロプスの子孫を共同入植者として招き入れよという神託が届いた。
Ὄξυλος δὲ τὴν ζήτησιν ἐποιεῖτο σπουδῇ καὶ ἀναζητῶν εὗρεν Ἀγώριον τὸν Δαμασίου τοῦ Πενθίλου τοῦ Ὀρέστου, καὶ αὐτόν τε ἐξ Ἑλίκης τῆς Ἀχαιῶν καὶ σὺν τῷ Ἀγωρίῳ μοῖραν τῶν Ἀχαιῶν ἐπηγάγετο οὐ πολλήν.
オクスュロスは熱心に探索を行い、探し求めた末に、オレステスの子ペンティロスの子ダマシオスの息子であるアゴリオスを見つけ出した。 そして、彼をアカイア地方のヘリケから招き寄せ、アゴリオスとともに、多くはないがアカイア人の一団を招き入れた。
§5.4.4τῷ δὲ Ὀξύλῳ Πιερίαν μὲν τῇ γυναικὶ ὄνομα εἶναι λέγουσι, πέρα δὲ τὰ ἐς αὐτὴν οὐ μνημονεύουσιν.
オクスュロスの妻の名はピエリアであったと言われているが、それ以上のことは彼女について記録に残されていない。
Ὀξύλου δὲ γενέσθαι παῖδάς φασιν Αἰτωλὸν καὶ Λαΐαν·
そして、オクスュロスにはアイトロスとライアスという子が生まれたと言われている。
προαποθανόντος δὲ Αἰτωλοῦ θάπτουσιν αὐτὸν οἱ γονεῖς ἐν αὐτῇ ποιησάμενοι τῇ πύλῃ τὸ μνῆμα, ἥτις ἐπʼ Ὀλυμπίαν καὶ τὸ ἱερὸν ἄγει τοῦ Διός·
アイトロスが先立って世を去ると、両親は、オリンピアとゼウスの神殿へと続くまさにその門のところに墓を造って彼を葬った。
ἔθαψαν δὲ αὐτὸν οὕτω κατὰ μαντείαν, ὡς μήτε ἐκτὸς τῆς πόλεως μήτε ἐντὸς γένοιτο ὁ νεκρός.
彼らが彼をこのように葬ったのは神託に従ったものであり、亡き骸が都市の外にも内にも属さないようにするためであった。
ἐναγίζει δὲ ὁ γυμνασίαρχος ἔτι καὶ ἐς ἐμὲ καθʼ ἕκαστον ἔτος τῷ Αἰτωλῷ.
体育館長は、私の時代に至るまで毎年、アイトロスに対して死者への供物を捧げる祭祀を行っている。
§5.4.5μετὰ δὲ Ὄξυλον Λαΐας ἔσχεν ὁ Ὀξύλου τὴν ἀρχήν.
¦0 オクスュロスの後は、彼の子であるライアスが支配権を継いだ。
οὐ μὴν τούς γε ἀπογόνους αὐτοῦ βασιλεύοντας εὕρισκον, καὶ σφᾶς ἐπιστάμενος ὅμως παρίημι·
しかし、私は彼の末裔たちが王位にあったことを見出すことができず、また彼らのことを知ってはいるものの、素通りすることにする。
οὐ γάρ τί μοι καταβῆναι τὸν λόγον ἠθέλησα ἐς ἄνδρας ἰδιώτας.
なぜなら、私は自分の記述を一般市民にまで引き下げたくはなかったからである。
χρόνῳ δὲ ὕστερον Ἴφιτος, γένος μὲν ὢν ἀπὸ Ὀξύλου, ἡλικίαν δὲ κατὰ Λυκοῦργον τὸν γράψαντα Λακεδαιμονίοις τοὺς νόμους, τὸν ἀγῶνα διέθηκεν ἐν Ὀλυμπίᾳ πανήγυρίν τε Ὀλυμπικὴν αὖθις ἐξ ἀρχῆς καὶ ἐκεχειρίαν κατεστήσατο, ἐκλιπόντα ἐπὶ χρόνον ὁπόσος δὴ οὗτος ἦν·
後になって、オクスュロスの血統を引き、ラケダイモン人のために法律を制定したリュクルゴスと同時代であったイピトスが、オリンピアで競技会を挙行し、ある期間がどれほどであったにせよ中断していたオリンピアの祝祭を再び最初から、そして神聖休戦を制定した。
αἰτίαν δὲ διʼ ἥντινα ἐξέλιπε τὰ Ὀλύμπια, ἐν τοῖς ἔχουσιν ἐς Ὀλυμπίαν τοῦ λόγου δηλώσω.
オリンピア競技会が中断した理由については、オリンピアに関する叙述の中で明らかにする。
§5.4.6τῷ δὲ Ἰφίτῳ, φθειρομένης τότε δὴ μάλιστα τῆς Ἑλλάδος ὑπὸ ἐμφυλίων στάσεων καὶ ὑπὸ νόσου λοιμώδους, ἐπῆλθεν αἰτῆσαι τὸν ἐν Δελφοῖς θεὸν λύσιν τῶν κακῶν·
まさにその当時、ギリシアが内乱と疫病によって甚だしく荒廃していたため、イピトスはデルポイの神にこれら災厄の解決を求めることを思いついた。
καί οἱ προσταχθῆναί φασιν ὑπὸ τῆς Πυθίας ὡς αὐτόν τε Ἴφιτον δέοι καὶ Ἠλείους τὸν Ὀλυμπικὸν ἀγῶνα ἀνανεώσασθαι.
そして彼に、ピュティアから、イピトス自身とエリス人がオリンピア競技会を再興せねばならないという命令が下ったと言われている。
ἔπεισε δὲ Ἠλείους Ἴφιτος καὶ Ἡρακλεῖ θύειν, τὸ πρὸ τούτου πολέμιόν σφισιν Ἡρακλέα εἶναι νομίζοντας.
またイピトスは、それまではヘラクレスを自分たちの敵と見なしていたエリス人たちに、ヘラクレスに対しても犠牲を捧げるよう説得した。
τὸν δὲ Ἴφιτον τὸ ἐπίγραμμα τὸ ἐν Ὀλυμπίᾳ φησὶν Αἴμονος παῖδα εἶναι, Ἑλλήνων δὲ οἱ πολλοὶ Πραξωνίδου καὶ οὐχ Αἴμονος εἶναί φασι·
オリンピアの碑文によれば、イピトスはハイモンの子であるとされているが、ギリシア人の多くは彼をハイモンではなくプラクソニデスの息子だと言っている。
τὰ δὲ Ἠλείων γράμματα ἀρχαῖα ἐς πατέρα ὁμώνυμον ἀνῆγε τὸν Ἴφιτον.
しかし、エリスの古い記録は、イピトスを同名の父親へと結びつけている。
§5.4.7Ἠλείοις δὲ μέτεστι μὲν πολέμου τοῦ πρὸς Ἰλίῳ, μέτεστι δὲ καὶ ἔργων τῶν κατὰ τὴν Μήδων ἐς τὴν Ἑλλάδα ἔφοδον.
エリス人たちは、イリオンに対する戦争にも加わり、ペルシア人のギリシア侵攻の際にもその戦いに参与した。
ὑπερβάντων δὲ ὅσοι σφίσιν ἐγένοντο κίνδυνοι πρὸς Πισαίους τε καὶ Ἀρκάδας ὑπὲρ τῆς διαθέσεως τοῦ ἀγῶνος τοῦ ἐν Ὀλυμπίᾳ, συνεςέβαλον μὲν Λακεδαιμονίοις ἀκουσίως ἐς τὴν Ἀθηναίων, συνέστησαν δὲ μετὰ οὐ πολὺν χρόνον ἐπὶ Λακεδαιμονίους Μαντινεῦσιν ὁμοῦ καὶ Ἀργείοις, ἐπαγόμενοι καὶ τὸ Ἀττικὸν ἐς τὴν συμμαχίαν.
オリンピアでの競技会の主催権をめぐって、ピサ人やアルカディア人との間に生じた数々の危機を乗り越えた後、彼らはラケダイモン人たちとともに、不本意ながらもアテナイ人の領土へ攻め入ったが、それから間もなく、ラケダイモン人に対抗してマンティネイア人およびアルゴス人と手を結び、アッティカの勢力をも同盟に引き入れた。
§5.4.8κατὰ δὲ τὴν Ἄγιδος ἐπιστρατείαν ἐς τὴν γῆν καὶ τὴν προδοσίαν τὴν Ξενίου μάχῃ μὲν περὶ Ὀλυμπίαν νικῶσιν οἱ Ἠλεῖοι καὶ τροπὴν ἐργασάμενοι τῶν Λακεδαιμονίων ἐκ τοῦ περιβόλου σφᾶς ἐξήλασαν τοῦ ἱεροῦ·
彼らの土地に対するアギスの遠征とクセニアスの裏切りの際、エリス人たちはオリンピア周辺での戦闘で勝利を収め、ラケダイモン人を敗走させて神殿の境内から追い払った。
χρόνῳ δὲ ὕστερον ἐπαύθη σφίσιν ὁ πόλεμος κατὰ τὰς συνθήκας ἃς ἐγὼ πρότερον ἔτι ἐν τῷ λόγῳ τῷ ἐς Λακεδαιμονίους ἐδήλωσα.
後に、私が以前ラケダイモン人に関する記述の中で明らかにした条約に従って、彼らのこの戦争は終結した。
§5.4.9Φιλίππου δὲ τοῦ Ἀμύντου οὐκ ἐθέλοντος ἀποσχέσθαι τῆς Ἑλλάδος, προσεχώρησαν μὲν ἐς τὴν συμμαχίαν τῶν Μακεδόνων οἱ Ἠλεῖοι στάσει κακωθέντες ὑπὸ ἀλλήλων, μαχεσθῆναι δὲ οὐχ ὑπέμειναν τοῖς Ἕλλησιν ἐναντία ἐν Χαιρωνείᾳ·
アミュンタスの子フィリッポスがギリシアへの介入を控えようとしなかった時、エリス人たちは互いの内紛によって疲弊していたため、マケドニア人の同盟に加わった。 しかし彼らは、カイロネイアにおいてギリシア人たちと敵対して戦うことまではしなかった。
τῆς δὲ ἐφόδου Φιλίππῳ τῆς ἐπὶ Λακεδαιμονίους μετέσχον κατὰ ἔχθος ἐς αὐτοὺς τὸ ἀρχαῖον, ἀποθανόντος δὲ Ἀλεξάνδρου Μακεδόσι καὶ Ἀντιπάτρῳ μετὰ Ἑλλήνων ἐπολέμησαν.
一方で、ラケダイモン人に対する古くからの憎しみから、フィリッポスによる彼らへの遠征には参加した。 そして、アレクサンドロスの死後は、ギリシア人たちとともにマケドニア人およびアンティパトロスと戦った。

語釈・文法注

  1. 5.4.1μὴ ... οὐκ ἐθελήσωσιν — 懸念・危惧を表す動詞 `ὑποπτεύσειε`(〜ではないかと疑う/恐れる)に導かれる従属節(`μὴ` 節)のなかに、さらに否定辞 `οὐκ` が置かれることで、「〜しないのではないかと(恐れる)」という否定の懸念を表す二重否定の構文である。
  2. 5.4.2Ἐπειοὺς τοὺς ἀρχαίους τὰ μὲν ἄλλα εἴασεν ἐπὶ τοῖς αὑτῶν μένειν — `τὰ μὲν ἄλλα` は「他の点においては」を意味する関係の対格(観点の対格)。不定詞 `μένειν` は主節の動詞 `εἴασεν` の目的語である `Ἐπειοὺς` に対する補語。`ἐπὶ τοῖς αὑτῶν` は「自分たちの[財産や地位]の上にとどまる」という状態の維持・保有を表す。
  3. 5.4.4ὡς μήτε ἐκτὸς τῆς πόλεως μήτε ἐντὸς γένοιτο ὁ νεκρός — 接続詞 `ὡς` が目的を表す副詞節を導いている。主節の動詞が歴史過去(`ἔθαψαν`)であるため、従属節内の動詞は希求法過去(`γένοιτο`)が用いられている。都市の門(境界線)に埋葬されることで、物理的に「内でも外でもない」状態が実現されることを説明する。
  4. 5.4.5οὐ γάρ τί μοι καταβῆναι τὸν λόγον ἠθέλησα ἐς ἄνδρας ἰδιώτας — `τι` は不定代名詞の対格中性単数で、否定文において副詞的に「少しも、全く〜ない」と否定辞 `οὐ` を強調する。不定詞 `καταβῆναι` は `ἠθέλησα` に係り、叙述の対象や水準を「(一般市民のレベルにまで)引き下げる、落とす」という比喩的な移動を表す。

この箇所を引用する

パウサニアス, ギリシア案内記 §5.4.1-5.4.9. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0525.tlg001.humanitext-grc2:5.4.1-5.4.9

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。