Humanitext Reader

保萨尼亚斯 · 希腊志 §5.3.1-5.3.7

赫拉克勒斯征服伊利斯与奥克叙洛斯到来

第 187 段,共 465 段 · 希腊语

内容简介

本章节叙述了赫拉克勒斯征服伊利斯并因神谕未侵犯比萨、伊利斯妇女向雅典娜祈祷、伊利斯王位的继承谱系,以及奥克叙洛斯作为多利安人回归伯罗奔尼撒向导的来历。

§5.3.1Ἡρακλῆς δὲ εἷλεν ὕστερον καὶ ἐπόρθησεν Ἦλιν, στρατιὰν παρά τε Ἀργείων καὶ ἐκ Θηβῶν ἀθροίσας καὶ Ἀρκάδας· ἤμυναν δὲ καὶ Ἠλείοις οἱ ἐκ Πύλου τοῦ ἐν τῇ Ἠλείᾳ καὶ οἱ Πισαῖοι.
赫拉克勒斯此后纠集了阿耳戈斯人、底比斯人及阿卡迪亚人的军队,攻占并劫掠了伊利斯;来自伊利斯境内的皮洛斯人以及比萨人也援助了伊利斯人。
καὶ τοὺς μὲν ἐτιμωρήσατο αὐτῶν ὁ Ἡρακλῆς, τῆς δὲ ἐπὶ τοὺς Πισαίους στρατείας αὐτὸν χρησμὸς ἐπέσχεν ἐκ Δελφῶν ἔχων οὕτω· " πατρὶ μέλει Πίσης, Πυθοῦς δέ μοι ἐν γυάλοισι.
赫拉克勒斯对前者进行了惩罚,而来自德尔斐的如下神谕则阻止了他对比萨人的远征: “父亲关心比萨,而皮托的山谷是我的心之所系。
" τοῦτο μὲν δὴ σωτηρία Πισαίοις τὸ μάντευμα ἐγένετο·
” 这句神谕确实成为了比萨人的救星。
Φυλεῖ δὲ Ἡρακλῆς τήν τε χώραν ἀνέδωκε τὴν Ἠλείαν καὶ τἄλλα, αἰδοῖ τοῦ Φυλέως μᾶλλον ἢ αὐτὸς ἑκουσίως· τά τε γὰρ αἰχμάλωτα ἐφίησιν ἔχειν αὐτῷ καὶ Αὐγέαν μὴ ὑποσχεῖν δίκην.
赫拉克勒斯将伊利斯的土地及其他财物归还给了斐琉斯,这更多是出于对斐琉斯的敬重,而非他完全自愿;因为他允许斐琉斯保留战俘,且未让奥革阿斯承担惩罚。
§5.3.2τῶν δὲ Ἠλείων αἱ γυναῖκες, ἅτε τῶν ἐν ἡλικίᾳ σφίσιν ἠρημωμένης τῆς χώρας, εὔξασθαι τῇ Ἀθηνᾷ λέγονται κυῆσαι παραυτίκα, ἐπειδὰν μιχθῶσι τοῖς ἀνδράσι· καὶ ἥ τε εὐχή σφισιν ἐτελέσθη καὶ Ἀθηνᾶς ἱερὸν ἐπίκλησιν Μητρὸς ἱδρύσαντο.
据说,由于国内适龄男子死伤殆尽,伊利斯的妇女向雅典娜祈祷,希望在与丈夫交合时能立即怀孕;她们的祈祷得到了回应,于是她们建立了一座冠以“母亲”之称的雅典娜神庙。
ὑπερησθέντες δὲ ἀμφότεροι τῇ μίξει καὶ αἱ γυναῖκες καὶ οἱ ἄνδρες, ἔνθα συνεγένοντο ἀλλήλοις πρῶτον, αὐτό τε τὸ χωρίον Βαδὺ ὀνομάζουσι καὶ ποταμὸν τὸν ῥέοντα ἐνταῦθα ὕδωρ Βαδὺ ἐπιχωρίῳ φωνῇ.
男女双方(妇女和丈夫们)对这次交合都感到无比欣喜,他们将最初相聚的那个地方本身称为“巴杜”,并将流经该处的河流的水,用当地的方言称为“巴杜”(意为甜水)。
§5.3.3Φυλέως δέ, ὡς τὰ ἐν τῇ Ἤλιδι κατεστήσατο, αὖθις ἐς Δουλίχιον ἀποχωρήσαντος, Αὐγέαν μὲν τὸ χρεὼν ἐπέλαβε προήκοντα ἐς γῆρας, βασιλείαν δὲ τὴν Ἠλείων Ἀγασθένης ἔσχεν ὁ Αὐγέου καὶ Ἀμφίμαχός τε καὶ Θάλπιος· Ἄκτορος γὰρ τοῖς παισὶν ἀδελφὰς ἐσαγαγομένοις διδύμας ἐς τὸν οἶκον, Δεξαμενοῦ θυγατέρας ἐν Ὠλένῳ βασιλεύοντος, τῷ μὲν ἐκ Θηρονίκης Ἀμφίμαχος, Εὐρύτῳ δὲ ἐκ Θηραιφόνης ἐγεγόνει Θάλπιος.
当斐琉斯在平定了伊利斯的局势并再次退回到杜利基翁后,奥革阿斯在年迈时寿终正寝,伊利斯人的王位由奥革阿斯之子阿加斯塞涅斯,以及阿姆菲马科斯和塔尔皮奥斯继承;因为当阿克托尔的儿子们迎娶了在奥勒诺斯为王的德克萨梅诺斯的一对双胞胎女儿时,其中一人与塞罗妮刻生下了阿姆菲马科斯,而厄律托斯则与塞赖丰刻生下了塔尔皮奥斯。
§5.3.4οὐ μὴν οὐδὲ Ἀμαρυγκεὺς οὔτε αὐτὸς διέμεινεν ἰδιωτεύων οὔτε Διώρης ὁ Ἀμαρυγκέως.
然而,阿马伦刻乌斯本人并没有一直当一个平民,他的儿子迪奥雷斯也没有。
ἃ δὴ καὶ Ὅμηρος παρεδήλωσεν ἐν καταλόγῳ τῶν Ἠλείων, τὸν μὲν σύμπαντα αὐτῶν στόλον ποιήσας τεσσαράκοντα εἶναι νεῶν, τούτων δὲ τὰς ἡμισείας ὑπὸ Ἀμφιμάχῳ τετάχθαι καὶ Θαλπίῳ, τῶν λοιπῶν δὲ εἴκοσι δέκα μὲν ναυσὶ Διώρην τὸν Ἀμαρυγκέως ἡγεῖσθαι, τοσαύταις δὲ ἑτέραις Πολύξενον τὸν Ἀγασθένους.
荷马在伊利斯人的船只目录中也暗示了这一点,他将他们的全部船队定为四十艘,其中半数归阿姆菲马科斯和塔尔皮奥斯指挥,在剩下的二十艘中,十艘由阿马伦刻乌斯之子迪奥雷斯率领,另有等量的十艘由阿加斯塞涅斯之子多吕克塞诺斯率领。
Πολυξένῳ δὲ ἀνασωθέντι ἐκ Τροίας ἐγένετο υἱὸς Ἀμφίμαχος—τὸ δὲ ὄνομα τῷ παιδὶ ἔθετο ὁ Πολύξενος κατὰ φιλίαν ἐμοὶ δοκεῖν πρὸς Ἀμφίμαχον τὸν Κτεάτου τελευτήσαντα ἐν Ἰλίῳ—, Ἀμφιμάχου δὲ Ἠλεῖος· §5.3.5καὶ ἐπὶ Ἠλείου βασιλεύοντος ἐν Ἤλιδι, τηνικαῦτα ὁ Δωριέων στόλος σὺν τοῖς Ἀριστομάχου παισὶν ἠθροίζετο ἐπὶ καθόδῳ τῇ ἐς Πελοπόννησον.
多吕克塞诺斯从特洛伊安全归来后,生子阿姆菲马科斯——在我看来,多吕克塞诺斯给这个孩子起这个名字,是出于与在伊利翁战死的克特阿托斯之子阿姆菲马科斯之间的友谊——而阿姆菲马科斯则生了埃莱乌斯;在埃莱乌斯统治伊利斯期间,多利安人的军队在阿里斯托马科斯之子的带领下集结,准备返回伯罗奔尼撒。
γίνεται δὲ τοῖς βασιλεῦσιν αὐτῶν λόγιον τόδε, ἡγεμόνα τῆς καθόδου ποιεῖσθαι τὸν τριόφθαλμον.
他们的国王们得到了这样一条神谕:要立一个“三只眼的人”为返回的领袖。
ἀποροῦσι δέ σφισιν ὅ τι ὁ χρησμὸς ἐθέλοι συνέτυχεν ἐλαύνων ἀνὴρ ἡμίονον, ὁ δὲ ἕτερος διέφθαρτο τῷ ἡμιόνῳ τῶν ὀφθαλμῶν· §5.3.6Κρεσφόντου δὲ συμφρονήσαντος ὡς ἐς τοῦτον τὸν ἄνδρα ἔχοι τὸ μάντευμα, οὕτως ᾠκειώσαντο αὐτὸν οἱ Δωριεῖς.
当他们对神谕的意思感到困惑时,碰巧遇到一个赶着骡子的男人,而那只骡子的一只眼睛已经瞎了;克雷斯丰特斯领悟到该神谕正是指向这个人,多利安人便以此将他拉拢为同盟。
ὁ δὲ σφᾶς ναυσὶν ἐκέλευεν ἐς Πελοπόννησον κατιέναι μηδὲ στρατῷ πεζῷ διὰ τοῦ ἰσθμοῦ πειρᾶσθαι.
他建议他们乘船返回伯罗奔尼撒,而不要尝试率领陆军通过地峡。
ταῦτά τε δὴ παρῄνεσε καὶ ἅμα τὸν ἐς Μολύκριον ἐκ Ναυπάκτου πλοῦν καθηγήσατο αὐτοῖς· οἱ δὲ ἀντὶ τούτου δεηθέντι τὴν Ἠλείαν γῆν συνέθεντο αὐτῷ δώσειν.
他提出了这些建议,同时引导他们完成了从瑙帕克托斯到莫吕克里翁的航行;作为回报,多利安人同意根据他的请求将伊利斯的土地赐予他。
ὁ δὲ ἀνὴρ ἦν Ὄξυλος Αἵμονος τοῦ Θόαντος· Θόας δὲ ἦν οὗτος ὃς καὶ τοῖς Ἀτρέως παισὶν ἀρχὴν συγκαθεῖλε τὴν Πριάμου, γενεαὶ δὲ ἀπὸ Θόαντος ἀνήκουσιν ἓξ ἐς Αἰτωλὸν τὸν Ἐνδυμίωνος.
此人正是托阿斯之子海蒙的儿子奥克叙洛斯;而这位托阿斯曾协助阿特柔斯之子一同摧毁了普里阿摩斯的帝国,从托阿斯往上追溯,经过六代便可到达恩底弥翁之子埃托洛斯。
§5.3.7ἦσαν δὲ οἱ Ἡρακλεῖδαι συγγενεῖς καὶ ἄλλως τοῖς ἐν Αἰτωλίᾳ βασιλεῦσι, καὶ ἀδελφαὶ Θόαντι τῷ Ἀνδραίμονος καὶ Ὕλλου τοῦ Ἡρακλέους ἦσαν αἱ μητέρες.
此外,赫拉克勒斯后裔在其他方面也与艾托利亚的国王们有亲缘关系,安德赖蒙之子托阿斯与赫拉克勒斯之子许罗斯的母亲是亲姊妹。
συνεπεπτώκει δὲ τῷ Ὀξύλῳ φυγάδι ἐξ Αἰτωλίας εἶναι· δισκεύοντα γάρ φασιν ἁμαρτεῖν αὐτὸν καὶ ἐξεργάσασθαι φόνον ἀκούσιον, τὸν δὲ ἀποθανόντα ὑπὸ τοῦ δίσκου τὸν ἀδελφὸν εἶναι τοῦ Ὀξύλου Θέρμιον, οἱ δὲ Ἀλκιδόκον τὸν Σκοπίου.
而奥克叙洛斯当时恰好是从艾托利亚流亡出来的;因为据说他在掷铁饼时失手,造成了一起非故意的杀人案,被铁饼砸死的是奥克叙洛斯的兄弟塞尔米奥斯,而另一些人则说是斯科皮奥斯之子阿尔基多科斯。

词汇与语法注释

  1. 5.3.1τῆς δὲ ἐπὶ τοὺς Πισαίους στρατείας αὐτὸν χρησμὸς ἐπέσχεν — 属格 τῆς στρατείας 受动词 ἐπέσχεν(源自 ἐπέχω,“阻止、使停止”)支配,表示被阻止的行动,而宾格 αὐτόν 是该动词的直接宾语。
  2. 5.3.2ἅτε τῶν ἐν ἡλικίᾳ σφίσιν ἠρημωμένης τῆς χώρας — 由表示原因的虚词 ἅτε 引导的属格独立结构。该独立分句的主语是 τῆς χώρας,分词是 ἠρημωμένης。属格短语 τῶν ἐν ἡλικίᾳ(适龄男子)作为剥夺或分离属格,与 ἠρημωμένης(空无、失去)连用。
  3. 5.3.4τὸ δὲ ὄνομα τῷ παιδὶ ἔθετο ὁ Πολύξενος κατὰ φιλίαν ἐμοὶ δοκεῖν — 不定词 ἐμοὶ δοκεῖν 作为绝对不定词用于插入语或限制性表达中,意思是“依我之见”或“在我看来”。
  4. 5.3.5ἀποροῦσι δέ σφισιν ὅ τι ὁ χρησμὸς ἐθέλοι — 与格代词 σφισιν 用作关涉与格,或依赖于动词 συνέτυχεν。间接疑问从句 ὅ τι ... ἐθέλοι 中的动词由于主句的时态(过去时或历史现在时)而采用了希求法(间接引语希求法)。
  5. 5.3.7δισκεύοντα γάρ φασιν ἁμαρτεῖν αὐτὸν καὶ ἐξεργάσασθαι φόνον ἀκούσιον — 这是一个依赖于主动词 φασιν 的“对格加不定词”(AcI) 结构。宾格主语是 αὐτόν,伴有现在分词 δισκεύοντα(在掷铁饼时),后接不定词 ἁμαρτεῖν(失手、偏离)和 ἐξεργάσασθαι(犯下)。

引用这一段

保萨尼亚斯, 希腊志 §5.3.1-5.3.7. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0525.tlg001.humanitext-grc2:5.3.1-5.3.7

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。