§5.27.7τάδε μὲν ἐς τοσοῦτο ἡμῖν δεδηλώσθω·
これらについては、私にとってこの程度まで明らかにされたことにしておこう。
ἔστι δὲ ἐν τοῖς ἀναθήμασι τούτοις καὶ αὐτὸς ὁ Φόρμις ἀνδρὶ ἀνθεστηκὼς πολεμίῳ, καὶ ἐφεξῆς ἑτέρῳ καὶ τρίτῳ γε αὖθις μάχεται.
しかし、これらの奉納物の中には、ポルミス自身が敵の男と立ち向かっている姿があり、次いで二人目と、さらにまた三人目と戦っている。
γέγραπται δὲ ἐπὶ τούτοις τὸν στρατιώτην μὲν τὸν μαχόμενον Φόρμιν εἶναι τὸν Μαινάλιον, τὸν δὲ ἀναθέντα Συρακόσιον Λυκόρταν·
これらには、戦っている兵士はマイナロス人のポルミスであり、奉納した者はシュラクサイ人のリュコルタスであると書かれている。
δῆλα δὲ ὡς οὗτος ὁ Λυκόρτας κατὰ φιλίαν ἀναθείη τοῦ Φόρμιδος.
このリュコルタスはポルミスとの友情によって奉納したということが明らかである。
τὰ δὲ ἀναθήματα τοῦ Λυκόρτα καλεῖται Φόρμιδος καὶ ταῦτα ὑπὸ Ἑλλήνων.
そして、リュコルタスのこれらの奉納物もまた、ギリシア人たちによってポルミスのものと呼ばれている。
§5.27.8ὁ δὲ Ἑρμῆς ὁ τὸν κριὸν φέρων ὑπὸ τῇ μασχάλῃ καὶ ἐπικείμενος τῇ κεφαλῇ κυνῆν καὶ χιτῶνά τε καὶ χλαμύδα ἐνδεδυκὼς οὐ τῶν Φόρμιδος ἔτι ἀναθημάτων ἐστίν, ὑπὸ δὲ Ἀρκάδων τῶν ἐκ Φενεοῦ δέδοται τῷ θεῷ·
また、脇の下に雄羊を抱え、頭に革兜をかぶり、チュニックとマントを身にまとったヘルメスは、もはやポルミスの奉納物ではなく、ペネオス出身のアルカディア人たちによって神に捧げられたものである。
Ὀνάταν δὲ τὸν Αἰγινήτην, σὺν δὲ αὐτῷ Καλλιτέλην ἐργάσασθαι λέγει τὸ ἐπίγραμμα, δοκεῖν δέ μοι τοῦ Ὀνάτα μαθητὴς ἢ παῖς ὁ Καλλιτέλης ἦν.
碑文は、アイギナ人のオナタスが、カルリテレスとともにこれを制作したと告げているが、私の考えでは、カルリテレスはオナタスの弟子か息子であったと思われる。
οὐ πόρρω δὲ τοῦ Φενεατῶν ἀναθήματος ἄλλο ἐστὶν ἄγαλμα, κηρυκεῖον Ἑρμῆς ἔχων·
ペネオス人の奉納物のすぐ近くに、もう一つの像があり、それは伝令杖を持ったヘルメスである。
ἐπίγραμμα δὲ ἐπʼ αὐτῷ Γλαυκίαν ἀναθεῖναι γένος Ῥηγῖνον, ποιῆσαι δὲ Κάλλωνα Ἠλεῖον.
その上にある碑文によれば、レギオン出身のグラウキアスがこれを奉納し、エリス人のカルロンが制作したという。
§5.27.9βοῶν δὲ τῶν χαλκῶν ὁ μὲν Κορκυραίων, ὁ δὲ ἀνάθημα Ἐρετριέων, τέχνη δὲ Ἐρετριέως ἐστὶ Φιλησίου·
青銅の雄牛たちのうち、一方はコルキュラ人のものであり、他方はエレトリア人の奉納物であって、エレトリア人のピレシオスの作品である。
καὶ ἀνθʼ ὅτου μὲν οἱ Κορκυραῖοι τόν τε ἐν Ὀλυμπίᾳ καὶ ἕτερον βοῦν ἐς Δελφοὺς ἀνέθεσαν, δηλώσει μοι τὰ ἐς Φωκέας τοῦ λόγου, ἐπὶ δὲ τῷ Ὀλυμπίασιν αὐτῶν ἀναθήματι συμβῆναι τοιόνδε ἤκουσα.
コルキュラ人がなぜオリンピアのものと、もう一頭の雄牛をデルポイに奉納したのかについては、私の叙述のうちのポーキスに関する部分が明らかにするであろう。 しかし、オリンピアにある彼らの奉納物については、次のようなことが起こったと私は聞いた。
§5.27.10παῖς μικρὸς ὑπὸ τούτῳ καθήμενος τῷ βοῒ ἐς τὸ κάτω νενευκὼς ἔπαιζεν·
小さな男の子が、この雄牛の下に座り、うつむいて遊んでいた。
ἀνασχὼν δὲ ἐξαίφνης τὴν κεφαλὴν κατεάγη τε αὐτὴν πρὸς τὸν χαλκὸν καὶ ἐκ τοῦ τραύματος ἡμέραις ὕστερον ἀπέθανεν οὐ πολλαῖς.
ところが突然、頭を上げたところ、それを青銅にぶつけて傷つけ、その傷から数日後に死亡した。
Ἠλεῖοι μὲν δὴ τὸν βοῦν ἅτε αἵματι ἔνοχον ἐβουλεύοντο ἐκκομίσαι τῆς Ἄλτεως·
そこでエリス人たちは、この雄牛を血の罪に問われているものとして、アルティスから運び出そうと相談した。
ὁ δὲ σφᾶς θεὸς ὁ ἐν Δελφοῖς κατὰ χώραν ἐᾶν τὸ ἀνάθημα καθάρσια ἔχρα ἐπʼ αὐτῷ ποιησαμένους, ὁπόσα Ἕλληνες ἐπὶ ἀκουσίῳ φόνῳ νομίζουσιν.
しかし、デルポイの神は、彼らに対して、ギリシア人たちが過失致死に対して定めているだけの浄めの儀式をそれに対して執り行った上で、その奉納物を元の場所に残しておくようにと神託を下した。
§5.27.11ἔστι δὲ ὑπὸ ταῖς ἐν τῇ Ἄλτει πλατάνοις κατὰ μέσον μάλιστά που τὸν περίβολον τρόπαιον χαλκοῦν καὶ ἐπίγραμμα ἐπὶ τοῦ τροπαίου τῇ ἀσπίδι, Ἠλείους ἀπὸ Λακεδαιμονίων ἀναστῆσαι.
アルティスにあるプラタナスの木々の下、周壁のほぼ中央あたりに青銅の戦勝記念碑があり、その記念碑の盾の上には、エリス人がラケダイモン人に対してこれを建てたという碑文がある。
ἐν ταύτῃ τῇ μάχῃ καὶ τὸν ἄνδρα ἐπέλαβεν ἐκεῖνον ἀφεῖναι τὴν ψυχήν, ὃς τοῦ Ἡραίου τῆς ὀροφῆς κατʼ ἐμὲ ἀνασκευαζομένης ἐνταῦθα ὁμοῦ τοῖς ὅπλοις εὑρέθη κείμενος.
この戦いにおいて、あの男も命を落としたのであった。 彼は、私の時代にヘラ神殿の屋根が修復されていた時に、そこで武器とともに横たわって発見された人物である。
§5.27.12τῶν δὲ ἐν Θρᾴκῃ Μενδαίων τὸ ἀνάθημα ἐγγύτατα ἀφίκετο ἀπατῆσαί με ὡς ἀνδρὸς εἰκὼν εἴη πεντάθλου·
トラキアのメンデ人たちの奉納物は、五種競技の選手の像ではないかと私を勘違いさせるにきわめて近かった。
καὶ κεῖται μὲν παρὰ τὸν Ἠλεῖον Ἀναυχίδαν, ἔχει δὲ ἁλτῆρας ἀρχαίους.
そしてそれはエリス人のアナウキダスの傍らに置かれており、古い型の跳躍用重りを持っている。
ἐλεγεῖον δὲ ἐπʼ αὐτὸ γεγραμμένον ἐστὶν ἐπὶ τοῦ μηροῦ·
その太ももの上にはエレゲイアが次のように刻まれている。
"
Ζηνὶ θεῶν βασιλεῖ μʼ ἀκροθίνιον ἐνθάδʼ ἔθηκαν
Μενδαῖοι, Σίπτην χερσὶ βιασσάμενοι.
"神々の王ゼウスに、メンデ人たちがシプテを力ずくで破り、初穂として私をここに捧げた。
"
τὸ μὲν δὴ Θρᾴκιόν τι εἶναι τεῖχος καὶ πόλις ἔοικεν, ἡ Σίπτη·
"このシプテというのは、トラキアの砦か都市のようである。
Μενδαίοις δὲ αὐτοῖς γένος τε Ἑλληνικὸν καὶ ἀπὸ Ἰωνίας ἐστίν, οἰκοῦσι δὲ ἀπὸ θαλάσσης ἄνω τῆς πρὸς Αἴνῳ πόλει.
メンデ人自身はギリシア系の民族でイオニアの出身であり、アイノスの街に近い海から上った内陸に住んでいる。