§5.27.7τάδε μὲν ἐς τοσοῦτο ἡμῖν δεδηλώσθω·
关于这些事,就让我们说明到此为止。
ἔστι δὲ ἐν τοῖς ἀναθήμασι τούτοις καὶ αὐτὸς ὁ Φόρμις ἀνδρὶ ἀνθεστηκὼς πολεμίῳ, καὶ ἐφεξῆς ἑτέρῳ καὶ τρίτῳ γε αὖθις μάχεται.
在这些奉献物中,也有福尔米斯本人正与一个敌方男子对峙,接着他又与第二个战,再接着又与第三个战。
γέγραπται δὲ ἐπὶ τούτοις τὸν στρατιώτην μὲν τὸν μαχόμενον Φόρμιν εἶναι τὸν Μαινάλιον, τὸν δὲ ἀναθέντα Συρακόσιον Λυκόρταν· δῆλα δὲ ὡς οὗτος ὁ Λυκόρτας κατὰ φιλίαν ἀναθείη τοῦ Φόρμιδος.
在这些雕像上写着,战斗的士兵是迈纳洛斯人福尔米斯,而奉献者是叙拉古人吕科尔塔斯;很显然,这位吕科尔塔斯是出于对福尔米斯的友谊而进行奉献的。
τὰ δὲ ἀναθήματα τοῦ Λυκόρτα καλεῖται Φόρμιδος καὶ ταῦτα ὑπὸ Ἑλλήνων.
吕科尔塔斯的这些奉献物也被希腊人称为福尔米斯的奉献物。
§5.27.8ὁ δὲ Ἑρμῆς ὁ τὸν κριὸν φέρων ὑπὸ τῇ μασχάλῃ καὶ ἐπικείμενος τῇ κεφαλῇ κυνῆν καὶ χιτῶνά τε καὶ χλαμύδα ἐνδεδυκὼς οὐ τῶν Φόρμιδος ἔτι ἀναθημάτων ἐστίν, ὑπὸ δὲ Ἀρκάδων τῶν ἐκ Φενεοῦ δέδοται τῷ θεῷ·
至于腋下夹着公羊、头上戴着皮盔、身穿内衣和斗篷的赫耳墨斯,已不再属于福尔米斯的奉献物,而是由来自费内乌斯的阿卡迪亚人献给神明的。
Ὀνάταν δὲ τὸν Αἰγινήτην, σὺν δὲ αὐτῷ Καλλιτέλην ἐργάσασθαι λέγει τὸ ἐπίγραμμα, δοκεῖν δέ μοι τοῦ Ὀνάτα μαθητὴς ἢ παῖς ὁ Καλλιτέλης ἦν.
铭文上说,埃吉纳人奥纳塔斯以及与他在一起的卡利特莱斯制作了它,在我看来,卡利特莱斯似乎是奥纳塔斯的弟子或儿子。
οὐ πόρρω δὲ τοῦ Φενεατῶν ἀναθήματος ἄλλο ἐστὶν ἄγαλμα, κηρυκεῖον Ἑρμῆς ἔχων· ἐπίγραμμα δὲ ἐπʼ αὐτῷ Γλαυκίαν ἀναθεῖναι γένος Ῥηγῖνον, ποιῆσαι δὲ Κάλλωνα Ἠλεῖον.
在费内乌斯人的奉献物不远处,有另一尊神像,是手执传令使节杖的赫耳墨斯;上面的铭文显示,由雷吉翁出身的格劳基亚斯奉献,而由伊利斯人卡尔隆制作。
§5.27.9βοῶν δὲ τῶν χαλκῶν ὁ μὲν Κορκυραίων, ὁ δὲ ἀνάθημα Ἐρετριέων, τέχνη δὲ Ἐρετριέως ἐστὶ Φιλησίου·
在这些青铜公牛中,一尊是科尔库拉人的,另一尊则是埃雷特里亚人的奉献物,是埃雷特里亚人菲莱西乌斯的作品。
καὶ ἀνθʼ ὅτου μὲν οἱ Κορκυραῖοι τόν τε ἐν Ὀλυμπίᾳ καὶ ἕτερον βοῦν ἐς Δελφοὺς ἀνέθεσαν, δηλώσει μοι τὰ ἐς Φωκέας τοῦ λόγου, ἐπὶ δὲ τῷ Ὀλυμπίασιν αὐτῶν ἀναθήματι συμβῆναι τοιόνδε ἤκουσα.
至于科尔库拉人为何将奥林匹亚的那尊以及另一尊公牛奉献给德尔斐,我的记述中关于福基斯的部分将会阐明;但关于他们在奥林匹亚的这尊奉献物,我听说发生了这样一件事。
§5.27.10παῖς μικρὸς ὑπὸ τούτῳ καθήμενος τῷ βοῒ ἐς τὸ κάτω νενευκὼς ἔπαιζεν· ἀνασχὼν δὲ ἐξαίφνης τὴν κεφαλὴν κατεάγη τε αὐτὴν πρὸς τὸν χαλκὸν καὶ ἐκ τοῦ τραύματος ἡμέραις ὕστερον ἀπέθανεν οὐ πολλαῖς.
一个年幼的男孩在这尊公牛身下坐着,低着头玩耍;他突然抬起头来,撞在青铜像上受了伤,几天后便因伤重去世。
Ἠλεῖοι μὲν δὴ τὸν βοῦν ἅτε αἵματι ἔνοχον ἐβουλεύοντο ἐκκομίσαι τῆς Ἄλτεως· ὁ δὲ σφᾶς θεὸς ὁ ἐν Δελφοῖς κατὰ χώραν ἐᾶν τὸ ἀνάθημα καθάρσια ἔχρα ἐπʼ αὐτῷ ποιησαμένους, ὁπόσα Ἕλληνες ἐπὶ ἀκουσίῳ φόνῳ νομίζουσιν.
伊利斯人因此打算将这尊公牛移出阿尔提斯神域,视其犯有杀人罪;但德尔斐的神明晓谕他们,在对其举行了希腊人针对过失杀人所规定的净化仪式之后,准许将该奉献物留在原处。
§5.27.11ἔστι δὲ ὑπὸ ταῖς ἐν τῇ Ἄλτει πλατάνοις κατὰ μέσον μάλιστά που τὸν περίβολον τρόπαιον χαλκοῦν καὶ ἐπίγραμμα ἐπὶ τοῦ τροπαίου τῇ ἀσπίδι, Ἠλείους ἀπὸ Λακεδαιμονίων ἀναστῆσαι.
在阿尔提斯神域的悬铃木下,大约在围墙的中部,有一尊青铜战胜纪念碑,纪念碑的盾牌上刻有铭文,记载着伊利斯人因战胜拉刻代蒙人而将其立起。
ἐν ταύτῃ τῇ μάχῃ καὶ τὸν ἄνδρα ἐπέλαβεν ἐκεῖνον ἀφεῖναι τὴν ψυχήν, ὃς τοῦ Ἡραίου τῆς ὀροφῆς κατʼ ἐμὲ ἀνασκευαζομένης ἐνταῦθα ὁμοῦ τοῖς ὅπλοις εὑρέθη κείμενος.
在这场战役中,那个男人也丢了性命,在我的时代,当赫拉神庙的屋顶被修缮时,他被发现和他的武器一起躺在那里。
§5.27.12τῶν δὲ ἐν Θρᾴκῃ Μενδαίων τὸ ἀνάθημα ἐγγύτατα ἀφίκετο ἀπατῆσαί με ὡς ἀνδρὸς εἰκὼν εἴη πεντάθλου· καὶ κεῖται μὲν παρὰ τὸν Ἠλεῖον Ἀναυχίδαν, ἔχει δὲ ἁλτῆρας ἀρχαίους.
色雷斯的门德人的奉献物差一点就让我误以为这是一尊五项全能运动员的雕像;它被安置在伊利斯人阿瑙希达斯的雕像旁,手持古式的跳跃配重物。
ἐλεγεῖον δὲ ἐπʼ αὐτὸ γεγραμμένον ἐστὶν ἐπὶ τοῦ μηροῦ· "
Ζηνὶ θεῶν βασιλεῖ μʼ ἀκροθίνιον ἐνθάδʼ ἔθηκαν
Μενδαῖοι, Σίπτην χερσὶ βιασσάμενοι.
它的股部刻有双行体诗: "献给神明之王宙斯,门德人在用双手攻克西普特之后,将我作为首获战利品安置于此。
"
τὸ μὲν δὴ Θρᾴκιόν τι εἶναι τεῖχος καὶ πόλις ἔοικεν, ἡ Σίπτη· Μενδαίοις δὲ αὐτοῖς γένος τε Ἑλληνικὸν καὶ ἀπὸ Ἰωνίας ἐστίν, οἰκοῦσι δὲ ἀπὸ θαλάσσης ἄνω τῆς πρὸς Αἴνῳ πόλει.
"这西普特似乎是色雷斯的某个堡垒和城市;而门德人自己则是希腊种族,源自伊奥尼亚,他们居住在靠近埃诺斯城的海岸往上的内陆地区。