Humanitext Reader

パウサニアス · ギリシア案内記 §5.26.1-5.26.7

パイオニオスのニケ像とミキュトスの奉納物

222 / 465 箇所 · ギリシア語

要旨

オリンピアに奉納された、パイオニオス作のメッセニア人の勝利の女神像、および彫刻家グラウコスとディオニュシオスが製作したミキュトスの多数の奉納物について詳述し、製作者たちの年代や出自にまつわる背景を語る。

§5.26.1Μεσσηνίων δὲ τῶν Δωριέων οἱ Ναύπακτόν ποτε παρὰ Ἀθηναίων λαβόντες ἄγαλμα ἐν Ὀλυμπίᾳ Νίκης ἐπὶ τῷ κίονι ἀνέθεσαν·
ナウパクトスをかつてアテナイ人から受け取ったドリス系のメッセニア人たちは、オリンピアの柱の上に勝利の女神(ニケ)の像を奉納した。
τοῦτό ἐστιν ἔργον μὲν Μενδαίου Παιωνίου, πεποίηται δὲ ἀπὸ ἀνδρῶν πολεμίων, ὅτε Ἀκαρνᾶσι καὶ Οἰνιάδαις ἐμοὶ δοκεῖν ἐπολέμησαν.
これはメンデのパイオニオスの作であり、私の考えでは、彼らがアカルナニア人およびオイニアダイの人々と戦争したときの敵兵(の戦利品)から作られた。
Μεσσήνιοι δὲ αὐτοὶ λέγουσι τὸ ἀνάθημά σφισιν ἀπὸ τοῦ ἔργου τοῦ ἐν τῇ Σφακτηρίᾳ νήσῳ μετὰ Ἀθηναίων πραχθέντος εἶναι, καὶ οὐκ ἐπιγράψαι τὸ ὄνομα τῶν πολεμίων σφᾶς τῷ ἀπὸ Λακεδαιμονίων δείματι, ἐπεὶ Οἰνιαδῶν γε καὶ Ἀκαρνάνων οὐδένα ἔχειν φόβον.
しかしメッセニア人自身は、その奉納品はスファクテリア島においてアテナイ人とともに共同で行った戦闘によるものであると言い、ラケダイモン人への恐れから敵の名前を刻まなかったのだと主張している。 なぜなら、彼らはオイニアダイやアカルナニア人に対しては全く恐れを抱いていなかったからである。
§5.26.2τὰ δὲ ἀναθήματα Μικύθου πολλά τε ἀριθμὸν καὶ οὐκ ἐφεξῆς ὄντα εὕρισκον, ἀλλὰ Ἰφίτου μὲν τοῦ Ἠλείου καὶ Ἐκεχειρίας στεφανούσης τὸν Ἴφιτον, τούτων μὲν τῶν εἰκόνων ἔχεται τοσάδε ἀναθήματα τῶν Μικύθου, Ἀμφιτρίτη καὶ Ποσειδῶν τε καὶ Ἑστία·
ミキュトスの奉納物は、数において多く、連続して(並んで)置かれていないのを私は見出した。 エリス人イフィトスの像、およびイフィトスに戴冠するエケケイリア(休戦)の像、これらの肖像の隣には、ミキュトスの奉納物として次のものがある。 すなわち、アムピトリテ、ポセイドン、ヘスティアである。
Γλαῦκος δὲ ὁ ποιήσας ἐστὶν Ἀργεῖος.
製作者はアルゴス人のグラウコスである。
παρὰ δὲ τοῦ ναοῦ τοῦ μεγάλου τὴν ἐν ἀριστερᾷ πλευρὰν ἀνέθηκεν ἄλλα, Κόρην τὴν Δήμητρος καὶ Ἀφροδίτην Γανυμήδην τε καὶ Ἄρτεμιν, ποιητῶν δὲ Ὅμηρον καὶ Ἡσίοδον, καὶ θεοὺς αὖθις Ἀσκληπιὸν καὶ Ὑγείαν.
また、彼は大神殿の左側には、別のものを奉納した。 デメテルの娘(コレ)、アプロディテ、ガニュメデス、アルテミス、詩人のうちではホメロスとヘシオドス、さらに神々としてはアスクレピオスとヒュギエイアである。
§5.26.3Ἀγών τε ἐν τοῖς ἀναθήμασίν ἐστι τοῖς Μικύθου φέρων ἁλτῆρας, οἱ δὲ ἁλτῆρες οὗτοι παρέχονται σχῆμα τοιόνδε·
またミキュトスの奉納物の中には、ハルテレス(跳躍用の重り)を持つアゴンの像がある。 これらのハルテレスは以下のような形状をしている。
κύκλου παραμηκεστέρου καὶ οὐκ ἐς τὸ ἀκριβέστατον περιφεροῦς εἰσιν ἥμισυ, πεποίηται δὲ ὡς καὶ τοὺς δακτύλους τῶν χειρῶν διιέναι καθάπερ διʼ ὀχάνων ἀσπίδος.
それらはやや細長く、完全に正確な円形ではない円の半分であり、手の指を、あたかも盾の把手を通すように通すことができるように作られている。
τούτων μὲν δὴ σχῆμά ἐστι τὸ εἰρημένον·
これらは言及したような形である。
παρὰ δὲ τοῦ Ἀγῶνος τὴν εἰκόνα Διόνυσος καὶ ὁ Θρᾷξ ἐστιν Ὀρφεὺς καὶ ἄγαλμα Διός, οὗ δὴ καὶ ὀλίγῳ πρότερον ἐπεμνήσθην.
アゴンの像の隣には、ディオニュソス、トラキア人のオルペウス、そして私が少し前に言及したゼウスの像がある。
ταῦτα ἔργα ἐστὶν Ἀργείου Διονυσίου·
これらはアルゴス人ディオニュシオスの作品である。
τεθῆναι δὲ ὑπὸ τοῦ Μικύθου καὶ ἄλλα ὁμοῦ τούτοις λέγουσι, Νέρωνα δὲ ἀφελέσθαι φασὶ καὶ ταῦτα.
これらとともに他にも多くのものがミキュトスによって置かれたと言われているが、ネロンがそれらをも奪い去ったと言われている。
§5.26.4τοῖς δὲ ἐργασαμένοις αὐτά, γένος οὖσιν Ἀργείοις, Διονυσίῳ τε καὶ Γλαύκῳ, διδάσκαλόν σφισιν οὐδένα ἐπιλέγουσιν·
これらを作ったアルゴス出身のディオニュシオスとグラウコスについては、彼らの師は誰も挙げられていない。
ἡλικίαν δὲ αὐτῶν ὁ τὰ ἔργα ἐς Ὀλυμπίαν ἀναθεὶς ἐπιδείκνυσιν ὁ Μίκυθος.
しかし、彼らの年代は、作品をオリンピアに奉納したミキュトスが示している。
τὸν γὰρ δὴ Μίκυθον τοῦτον Ἡρόδοτος ἔφη ἐν τοῖς λόγοις, ὡς Ἀναξίλα τοῦ ἐν Ῥηγίῳ τυραννήσαντος γενόμενος δοῦλος καὶ ταμίας τῶν Ἀναξίλα χρημάτων ὕστερον τούτων ἀπιὼν οἴχοιτο ἐς Τεγέαν τελευτήσαντος Ἀναξίλα.
というのも、ヘロドトスが歴史の中で述べているところでは、このミキュトスは、レギオンの僭主であったアナクシラスの奴隷であり、アナクシラスの財産の管理責任者であったが、のちにアナクシラスが死んだ後、これらから離れてテゲアへと去っていったからである。
§5.26.5τὰ δὲ ἐπὶ τοῖς ἀναθήμασιν ἐπιγράμματα καὶ πατέρα Μικύθῳ Χοῖρον καὶ Ἑλληνίδας αὐτῷ πόλεις Ῥήγιόν τε πατρίδα καὶ τὴν ἐπὶ τῷ πορθμῷ Μεσσήνην δίδωσιν·
また、奉納物の上の碑文は、ミキュトスの父がコイロスであるとし、また彼のギリシアの都市として、祖国レギオンと海峡沿いのメッセネを与えている。
οἰκεῖν δὲ τὰ μὲν ἐπιγράμματα ἐν Τεγέᾳ φησιν αὐτόν, τὰ δὲ ἀναθήματα ἀνέθηκεν ἐς Ὀλυμπίαν εὐχήν τινα ἐκτελῶν ἐπὶ σωτηρίᾳ παιδὸς νοσήσαντος νόσον φθινάδα.
また、碑文によれば、彼はテゲアに住んでいたが、消耗性の病気(肺病)にかかった息子の回復のために、ある誓願を果たして、これらの奉納物をオリンピアに捧げた。
§5.26.6πλησίον δὲ τῶν μειζόνων ἀναθημάτων Μικύθου, τέχνης δὲ τοῦ Ἀργείου Γλαύκου, Ἀθηνᾶς ἄγαλμα ἕστηκε κράνος ἐπικειμένη καὶ αἰγίδα ἐνδεδυκυῖα·
ミキュトスのより大きな奉納物の近く、それはアルゴス人グラウコスの技術によるものであるが、兜をかぶりアイギスを身にまとったアテナの像が立っている。
Νικόδαμος μὲν εἰργάσατο ὁ Μαινάλιος, Ἠλείων δέ ἐστιν ἀνάθημα.
これはマイナロス人のニコダモスが製作し、エリス人たちの奉納物である。
παρὰ δὲ τὴν Ἀθηνᾶν πεποίηται Νίκη·
アテナの隣にはニケが作られている。
ταύτην Μαντινεῖς ἀνέθεσαν, τὸν πόλεμον δὲ οὐ δηλοῦσιν ἐν τῷ ἐπιγράμματι·
これはマンティネイア人たちが奉納したが、彼らは碑文においてその戦争を明らかにしていない。
Κάλαμις δὲ οὐκ ἔχουσαν πτερὰ ποιῆσαι λέγεται ἀπομιμούμενος τὸ Ἀθήνῃσι τῆς Ἀπτέρου καλουμένης ξόανον.
カラミスがこれを羽のない姿で作ったと言われているのは、アテナイにある「アプテロス(羽なきニケ)」と呼ばれる木像を模したからである。
§5.26.7πρὸς δὲ τοῖς ἐλάσσοσιν ἀναθήμασι τοῦ Μικύθου, ποιηθεῖσι δὲ ὑπὸ Διονυσίου, πρὸς τούτοις Ἡρακλέους ἐστὶ τῶν ἔργων τὸ ἐς τὸν λέοντα τὸν ἐν Νεμέᾳ καὶ ὕδραν τε καὶ ἐς τὸν κύνα τοῦ Ἅιδου καὶ τὸν ἐπὶ Ἐρυμάνθῳ ποταμῷ κάπρον·
ミキュトスのより小さな、ディオニュシオスによって製作された奉納物の近くには、これらに加えて、ネメアのライオンに対するもの、ヒュドラに対するもの、冥府の犬に対するもの、およびエリュマントス川の近くの猪に対するものという、ヘラクレスの功業(の像)がある。
ἐκόμισαν δὲ αὐτὰ ἐς Ὀλυμπίαν Ἡρακλεῶται Μαριανδυνῶν ὁμόρων βαρβάρων καταδραμόντες τὴν χώραν.
これらをオリンピアに運んだのはヘラクレアの人々であり、彼らは隣接する異民族(バルバロイ)であるマリアンデュノイ人の土地を侵略した。
ἡ δὲ Ἡράκλεια πεπόλισται μὲν ἐπὶ Εὐξείνῳ πόντῳ, ἀπῳκίσθη δὲ ἐκ Μεγάρων· μετέσχον δὲ καὶ Βοιωτῶν Ταναγραῖοι τοῦ οἰκισμοῦ.
このヘラクレアはポントス・エウクセイノス(黒海)沿いに建設され、メガラから植民されたものであるが、タナグラのボイオティア人たちもこの入植に加わっていた。

語釈・文法注

  1. §5.26.1ἐμοὶ δοκεῖν — 「私の考えでは」を意味する、絶対不定詞(infinitive absolute)の慣用的表現。ここでは、アカルナニア人およびオイニアダイとの戦争の時期を特定するパウサニアス自身の推測を示す副詞的な役割を果たしている。
  2. §5.26.2τούτων μὲν τῶν εἰκόνων ἔχεται — 動詞 `ἔχομαι`(`ἔχω`の中間態)は「〜に隣接する、〜の直後に続く」を意味し、属格(ここでは `τούτων ... τῶν εἰκόνων`)を支配する。主語は後続の `τοσάδε ἀναθήματα`。
  3. §5.26.4ὡς Ἀναξίλα ... γενόμενος δοῦλος ... ἀπιὼν οἴχοιτο — `Ἡρόδοτος ἔφη`に導かれる間接話法。`ὡς`節の主動詞は伝聞・間接話法の希求法過去である`οἴχοιτο`であり、その論理上の主語は対格名詞`Μίκυθον`であるが、それに呼応する分詞`γενόμενος`や`ἀπιὼν`は主格になっており、古典期以降の散文における対格構造から主格への構文の揺れ(anacoluthon)が見られる。

この箇所を引用する

パウサニアス, ギリシア案内記 §5.26.1-5.26.7. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0525.tlg001.humanitext-grc2:5.26.1-5.26.7

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。