§5.26.1Μεσσηνίων δὲ τῶν Δωριέων οἱ Ναύπακτόν ποτε παρὰ Ἀθηναίων λαβόντες ἄγαλμα ἐν Ὀλυμπίᾳ Νίκης ἐπὶ τῷ κίονι ἀνέθεσαν·
曾从雅典人那里获得纳夫帕克托斯的多利安系美塞尼亚人,在奥林匹亚的柱子上献纳了一尊胜利女神(尼克)像。
τοῦτό ἐστιν ἔργον μὲν Μενδαίου Παιωνίου, πεποίηται δὲ ἀπὸ ἀνδρῶν πολεμίων, ὅτε Ἀκαρνᾶσι καὶ Οἰνιάδαις ἐμοὶ δοκεῖν ἐπολέμησαν.
这是门德人派奥尼奥斯的作品,是在我看来他们与阿卡纳尼亚人和奥伊尼亚代人交战时,用从敌方士兵手中(夺得的战利品)制作而成的。
Μεσσήνιοι δὲ αὐτοὶ λέγουσι τὸ ἀνάθημά σφισιν ἀπὸ τοῦ ἔργου τοῦ ἐν τῇ Σφακτηρίᾳ νήσῳ μετὰ Ἀθηναίων πραχθέντος εἶναι, καὶ οὐκ ἐπιγράψαι τὸ ὄνομα τῶν πολεμίων σφᾶς τῷ ἀπὸ Λακεδαιμονίων δείματι, ἐπεὶ Οἰνιαδῶν γε καὶ Ἀκαρνάνων οὐδένα ἔχειν φόβον.
但美塞尼亚人自己则说,这件奉献物是由于他们与雅典人在斯法克特里亚岛共同取得的战绩而献纳的,而他们未刻上敌人的名字,是因为对拉刻代蒙人的恐惧,因为他们对奥伊尼亚代人和阿卡纳尼亚人毫无畏惧。
§5.26.2τὰ δὲ ἀναθήματα Μικύθου πολλά τε ἀριθμὸν καὶ οὐκ ἐφεξῆς ὄντα εὕρισκον, ἀλλὰ Ἰφίτου μὲν τοῦ Ἠλείου καὶ Ἐκεχειρίας στεφανούσης τὸν Ἴφιτον, τούτων μὲν τῶν εἰκόνων ἔχεται τοσάδε ἀναθήματα τῶν Μικύθου, Ἀμφιτρίτη καὶ Ποσειδῶν τε καὶ Ἑστία· Γλαῦκος δὲ ὁ ποιήσας ἐστὶν Ἀργεῖος.
我发现米库托斯的奉献物不仅数量众多,而且并非连续排列。 在伊利斯人伊菲托斯的雕像以及为伊菲托斯加冕的埃凯刻利亚(休战)雕像旁边,接连着以下这些米库托斯的奉献物:安菲特里特、波塞冬和赫斯提亚;制作者是阿耳戈斯人格劳科斯。
παρὰ δὲ τοῦ ναοῦ τοῦ μεγάλου τὴν ἐν ἀριστερᾷ πλευρὰν ἀνέθηκεν ἄλλα, Κόρην τὴν Δήμητρος καὶ Ἀφροδίτην Γανυμήδην τε καὶ Ἄρτεμιν, ποιητῶν δὲ Ὅμηρον καὶ Ἡσίοδον, καὶ θεοὺς αὖθις Ἀσκληπιὸν καὶ Ὑγείαν.
在大神庙的左侧,他又奉献了其他的雕像:德墨忒尔之女科瑞、阿芙洛狄忒、加尼墨德斯和阿耳忒弥斯,在诗人中奉献了荷马和赫西俄德,在神明中又奉献了阿斯克勒庇俄斯和许癸厄亚。
§5.26.3Ἀγών τε ἐν τοῖς ἀναθήμασίν ἐστι τοῖς Μικύθου φέρων ἁλτῆρας, οἱ δὲ ἁλτῆρες οὗτοι παρέχονται σχῆμα τοιόνδε· κύκλου παραμηκεστέρου καὶ οὐκ ἐς τὸ ἀκριβέστατον περιφεροῦς εἰσιν ἥμισυ, πεποίηται δὲ ὡς καὶ τοὺς δακτύλους τῶν χειρῶν διιέναι καθάπερ διʼ ὀχάνων ἀσπίδος.
在米库托斯的奉献物中,还有手持跳跃重锤(哈尔泰雷斯)的阿贡(竞技)雕像,而这些重锤呈现出如下形状:它们呈扁长圆形、并非完全精确圆形的半圆,制作得可以使手指穿过,就像穿过盾牌的把手一样。
τούτων μὲν δὴ σχῆμά ἐστι τὸ εἰρημένον·
这些重锤的形状确如上述。
παρὰ δὲ τοῦ Ἀγῶνος τὴν εἰκόνα Διόνυσος καὶ ὁ Θρᾷξ ἐστιν Ὀρφεὺς καὶ ἄγαλμα Διός, οὗ δὴ καὶ ὀλίγῳ πρότερον ἐπεμνήσθην.
在阿贡像的旁边,是狄奥尼索斯、色雷斯人奥非乌斯以及一尊宙斯像,关于这尊像我在不久前也曾提到过。
ταῦτα ἔργα ἐστὶν Ἀργείου Διονυσίου· τεθῆναι δὲ ὑπὸ τοῦ Μικύθου καὶ ἄλλα ὁμοῦ τούτοις λέγουσι, Νέρωνα δὲ ἀφελέσθαι φασὶ καὶ ταῦτα.
这些是阿耳戈斯人狄奥尼修斯的作品;人们说,米库托斯还和这些一起奉献了其他的东西,但据说尼禄也把那些东西夺走了。
§5.26.4τοῖς δὲ ἐργασαμένοις αὐτά, γένος οὖσιν Ἀργείοις, Διονυσίῳ τε καὶ Γλαύκῳ, διδάσκαλόν σφισιν οὐδένα ἐπιλέγουσιν· ἡλικίαν δὲ αὐτῶν ὁ τὰ ἔργα ἐς Ὀλυμπίαν ἀναθεὶς ἐπιδείκνυσιν ὁ Μίκυθος.
至于制作这些作品、属于阿耳戈斯族的狄奥尼修斯和格劳科斯,人们没有指明他们的任何老师;但他们的年代则由在奥林匹亚奉献这些作品的米库托斯所表明。
τὸν γὰρ δὴ Μίκυθον τοῦτον Ἡρόδοτος ἔφη ἐν τοῖς λόγοις, ὡς Ἀναξίλα τοῦ ἐν Ῥηγίῳ τυραννήσαντος γενόμενος δοῦλος καὶ ταμίας τῶν Ἀναξίλα χρημάτων ὕστερον τούτων ἀπιὼν οἴχοιτο ἐς Τεγέαν τελευτήσαντος Ἀναξίλα.
因为希罗多德在历史中说,这个米库托斯曾是雷吉翁僭主阿纳克西拉斯的奴隶,并且是阿纳克西拉斯财产的管家,后来在阿纳克西拉斯去世后,他离开这些职务,前往了特格阿。
§5.26.5τὰ δὲ ἐπὶ τοῖς ἀναθήμασιν ἐπιγράμματα καὶ πατέρα Μικύθῳ Χοῖρον καὶ Ἑλληνίδας αὐτῷ πόλεις Ῥήγιόν τε πατρίδα καὶ τὴν ἐπὶ τῷ πορθμῷ Μεσσήνην δίδωσιν·
奉献物上的铭文表明,米库托斯的父亲是科伊罗斯,并给予他两个希腊城市作为归属:作为祖国的雷吉翁,以及海峡边上的美塞涅。
οἰκεῖν δὲ τὰ μὲν ἐπιγράμματα ἐν Τεγέᾳ φησιν αὐτόν, τὰ δὲ ἀναθήματα ἀνέθηκεν ἐς Ὀλυμπίαν εὐχήν τινα ἐκτελῶν ἐπὶ σωτηρίᾳ παιδὸς νοσήσαντος νόσον φθινάδα.
铭文称他居住在特格阿,而他向奥林匹亚献纳这些奉献物,是为了履行某个誓愿,以求治愈患有消耗性疾病的儿子的生命。
§5.26.6πλησίον δὲ τῶν μειζόνων ἀναθημάτων Μικύθου, τέχνης δὲ τοῦ Ἀργείου Γλαύκου, Ἀθηνᾶς ἄγαλμα ἕστηκε κράνος ἐπικειμένη καὶ αἰγίδα ἐνδεδυκυῖα· Νικόδαμος μὲν εἰργάσατο ὁ Μαινάλιος, Ἠλείων δέ ἐστιν ἀνάθημα.
在属于阿耳戈斯人格劳科斯手艺的、米库托斯较大的奉献物附近,立着一尊戴着头盔、身披埃吉斯神盾的雅典娜雕像;这是由迈纳洛斯人尼科达摩斯制作的,是伊利斯人的奉献物。
παρὰ δὲ τὴν Ἀθηνᾶν πεποίηται Νίκη· ταύτην Μαντινεῖς ἀνέθεσαν, τὸν πόλεμον δὲ οὐ δηλοῦσιν ἐν τῷ ἐπιγράμματι· Κάλαμις δὲ οὐκ ἔχουσαν πτερὰ ποιῆσαι λέγεται ἀπομιμούμενος τὸ Ἀθήνῃσι τῆς Ἀπτέρου καλουμένης ξόανον.
在雅典娜的旁边塑有胜利女神(尼克);这是曼提尼亚人奉献的,但他们没有在铭文中说明是哪场战争;据说卡拉米斯将她制作得没有翅膀,是在效仿雅典被称为“无翼女神”的木雕像。
§5.26.7πρὸς δὲ τοῖς ἐλάσσοσιν ἀναθήμασι τοῦ Μικύθου, ποιηθεῖσι δὲ ὑπὸ Διονυσίου, πρὸς τούτοις Ἡρακλέους ἐστὶ τῶν ἔργων τὸ ἐς τὸν λέοντα τὸν ἐν Νεμέᾳ καὶ ὕδραν τε καὶ ἐς τὸν κύνα τοῦ Ἅιδου καὶ τὸν ἐπὶ Ἐρυμάνθῳ ποταμῷ κάπρον·
在由狄奥尼修斯制作的、米库托斯较小的奉献物附近,除了这些以外,还有赫拉克勒斯的功绩雕像:针对涅墨亚狮子的、针对许德拉的、针对冥府之犬的,以及针对埃里曼托斯河畔野猪的。
ἐκόμισαν δὲ αὐτὰ ἐς Ὀλυμπίαν Ἡρακλεῶται Μαριανδυνῶν ὁμόρων βαρβάρων καταδραμόντες τὴν χώραν.
将这些运到奥林匹亚的是赫拉克利亚人,他们曾侵袭了邻近的蛮族马里安杜尼亚人的土地。
ἡ δὲ Ἡράκλεια πεπόλισται μὲν ἐπὶ Εὐξείνῳ πόντῳ, ἀπῳκίσθη δὲ ἐκ Μεγάρων· μετέσχον δὲ καὶ Βοιωτῶν Ταναγραῖοι τοῦ οἰκισμοῦ.
而这所赫拉克利亚城市建在黑海(欧克辛海)畔,是从墨加拉移民建成的,波奥提亚人中的塔纳格拉人也参与了这次殖民。