OriginalEnglish translation
§5.25.7ἐπὶ δὲ τοῦ αὐτοῦ τείχους τά τε Ἀκραγαντίνων ἀναθήματα καὶ Ἡρακλέους δύο εἰσὶν ἀνδριάντες γυμνοί, παῖδες ἡλικίαν·
On the same wall are the dedications of the Agrigentines and two naked statues of Heracles, boys in age.
τὸν δὲ ἐν Νεμέᾳ τοξεύοντι ἔοικε λέοντα.
One of them resembles a man shooting at the Nemean lion.
τοῦτον μὲν δὴ τόν τε Ἡρακλέα καὶ ὁμοῦ τῷ Ἡρακλεῖ τὸν λέοντα Ταραντῖνος ἀνέθηκεν Ἱπποτίων, Νικοδάμου δέ ἐστι Μαιναλίου τέχνη·
This Heracles, and along with Heracles the lion, was dedicated by Hippotion, a Tarentine, and is the work of Nicodamus of Maenalus.
τὸ δὲ ἄγαλμα τὸ ἕτερον Ἀναξίππου μέν ἐστιν ἀνάθημα Μενδαίου, μετεκομίσθη δὲ ἐνταῦθα ὑπὸ Ἠλείων· τὰ πρὸ τούτου δὲ ἔκειτο ἐπὶ τῆς ὁδοῦ τῷ πέρατι, ἣ ἄγει μὲν ἐξ Ἤλιδος ἐς Ὀλυμπίαν, καλεῖται δὲ Ἱερά.
The other statue is a dedication of Anaxippus of Mende, but was removed here by the Eleans; previously it lay at the end of the road which leads from Elis to Olympia, and is called the Sacred Road.
§5.25.8ἔστι δὲ καὶ ἀναθήματα ἐν κοινῷ τοῦ Ἀχαιῶν ἔθνους, ὅσοι προκαλεσαμένου τοῦ Ἕκτορος ἐς μονομαχίαν ἄνδρα Ἕλληνα τὸν κλῆρον ἐπὶ τῷ ἀγῶνι ὑπέμειναν.
There are also dedications in common of the Achaean nation, namely of those who, when Hector challenged a Greek man to single combat, submitted to the lot for the contest.
οὗτοι μὲν δὴ ἑστήκασι τοῦ ναοῦ τοῦ μεγάλου πλησίον, δόρασι καὶ ἀσπίσιν ὡπλισμένοι· ἀπαντικρὺ δὲ ἐπὶ ἑτέρου βάθρου πεποίηται Νέστωρ, τὸν ἑκάστου κλῆρον ἐσβεβληκὼς ἐς τὴν κυνῆν.
These stand near the great temple, armed with spears and shields; and opposite them, on another pedestal, Nestor is made, having cast the lot of each into the helmet.
τῶν δὲ ἐπὶ τῷ Ἕκτορι κληρουμένων ἀριθμὸν ὄντων ὀκτώ—τὸν γὰρ ἔνατον αὐτῶν, τὴν τοῦ Ὀδυσσέως εἰκόνα, Νέρωνα κομίσαι λέγουσιν ἐς Ῥώμην —, τῶν δὲ ὀκτὼ τούτων ἐπὶ μόνῳ τῷ
§5.25.9Ἀγαμέμνονι τὸ ὄνομά ἐστι γεγραμμένον· γέγραπται δὲ καὶ τοῦτο ἐπὶ τὰ λαιὰ ἐκ δεξιῶν.
Of those who drew lots against Hector, who are eight in number—for the ninth of them, the image of Odysseus, they say Nero carried to Rome—of these eight, only upon Agamemnon is the name written; and this too is written from right to left.
ὅτου δὲ ὁ ἀλεκτρυών ἐστιν ἐπίθημα τῇ ἀσπίδι, Ἰδομενεύς ἐστιν ὁ ἀπόγονος Μίνω· τῷ δὲ Ἰδομενεῖ γένος ἀπὸ Ἡλίου τοῦ πατρὸς Πασιφάης, Ἡλίου δὲ ἱερόν φασιν εἶναι τὸν ὄρνιθα καὶ ἀγγέλλειν ἀνιέναι μέλλοντος τοῦ ἡλίου.
And the one on whose shield the cock is the emblem is Idomeneus, the descendant of Minos; and Idomeneus had his descent from Helius, the father of Pasiphae, and they say the bird is sacred to Helius and announces when the sun is about to rise.
§5.25.10γέγραπται δὲ καὶ ἐπίγραμμα ἐπὶ τῷ βάθρῳ· "
τῷ Διὶ τἈχαιοὶ τἀγάλματα ταῦτʼ ἀνέθηκαν,
ἔγγονοι ἀντιθέου Τανταλίδα Πέλοπος. "
τοῦτο μὲν δὴ ἐνταῦθά ἐστι γεγραμμένον· ὁ δὲ ἀγαλματοποιὸς ὅστις ἦν, ἐπὶ τοῦ Ἰδομενέως γέγραπται τῇ ἀσπίδι· "
πολλὰ μὲν ἄλλα σοφοῦ ποιήματα καὶ τόδʼ Ὀνάτα
Αἰγινήτεω, τὸν γείνατο παῖδα Μίκων. "
§5.25.11οὐ πόρρω δὲ τοῦ Ἀχαιῶν ἀναθήματος καὶ Ἡρακλῆς ἐστιν ὑπὲρ τοῦ ζωστῆρος μαχόμενος πρὸς τὴν Ἀμαζόνα ἔφιππον γυναῖκα·
An inscription is also written on the pedestal: "To Zeus the Achaeans dedicated these statues, descendants of godlike Pelops, son of Tantalus." This indeed is written here; but who the sculptor was is written on the shield of Idomeneus: "Many other works of the wise Onatas has this too, the Aeginetan, whom Micon begot as a son." Not far from the dedication of the Achaeans is also Heracles fighting for the girdle against the Amazon, a woman on horseback; this was dedicated by Evagoras, a Zanclean by race, and made by Aristocles of Cydonia.
τοῦτον Εὐαγόρας μὲν γένος Ζαγκλαῖος ἀνέθηκεν, ἐποίησε δὲ Κυδωνιάτης Ἀριστοκλῆς. ἐν δὲ τοῖς μάλιστα ἀρχαίοις καταριθμήσασθαι καὶ τὸν Ἀριστοκλέα ἔστι· καὶ σαφῶς μὲν ἡλικίαν οὐκ ἔχοι τις ἂν εἰπεῖν αὐτοῦ, δῆλα δὲ ὡς πρότερον ἔτι ἐγένετο πρὶν ἢ τῇ Ζάγκλῃ τὸ ὄνομα γενέσθαι τὸ ἐφʼ ἡμῶν Μεσσήνην.
One may number Aristocles also among the most ancient sculptors; and though one could not say his age precisely, it is clear that he lived even before the name Messene, which is used in our day, was given to Zancle.
§5.25.12Θάσιοι δέ, Φοίνικες τὸ ἀνέκαθεν ὄντες καὶ ἐκ Τύρου καὶ Φοινίκης τῆς ἄλλης ὁμοῦ Θάσῳ τῷ Ἀγήνορος κατὰ ζήτησιν ἐκπλεύσαντες τὴν Εὐρώπης, ἀνέθεσαν Ἡρακλέα ἐς Ὀλυμπίαν, τὸ βάθρον χαλκοῦν ὁμοίως τῷ ἀγάλματι· μέγεθος μὲν δὴ τοῦ ἀγάλματός εἰσι πήχεις δέκα, ῥόπαλον δὲ ἐν τῇ δεξιᾷ, τῇ δὲ ἀριστερᾷ χειρὶ ἔχει τόξον.
The Thasians, who were originally Phoenicians and had sailed out from Tyre and the rest of Phoenicia together with Thasus the son of Agenor in search of Europa, dedicated a Heracles at Olympia, the pedestal being of bronze like the statue; the size of the statue is ten cubits, and he has a club in his right hand, and in his left hand a bow.
ἤκουσα δὲ ἐν Θάσῳ τὸν αὐτὸν σφᾶς Ἡρακλέα ὃν καὶ Τύριοι σέβεσθαι, ὕστερον δὲ ἤδη τελοῦντας ἐς Ἕλληνας νομίσαι καὶ Ἡρακλεῖ τῷ Ἀμφιτρύωνος νέμειν τιμάς.
I heard in Thasus that they worship the same Heracles as the Tyrians do, but that later, when they were already enrolled among the Greeks, they conformed and paid honors also to Heracles the son of Amphitryon.
§5.25.13τῷ δὲ ἀναθήματι τῷ ἐς Ὀλυμπίαν Θασίων ἔπεστιν ἐλεγεῖον· "
υἱὸς μέν με Μίκωνος Ὀνάτας ἐξετέλεσσεν
αὐτὸς ἐν Αἰγίνῃ δώματα ναιετάων. "
τὸν δὲ Ὀνάταν τοῦτον ὅμως, καὶ τέχνης ἐς τὰ ἀγάλματα ὄντα Αἰγιναίας, οὐδενὸς ὕστερον θήσομεν τῶν ἀπὸ Δαιδάλου τε καὶ ἐργαστηρίου τοῦ Ἀττικοῦ.
Upon the dedication of the Thasians at Olympia there is an elegiac couplet: "Onatas, the son of Micon, fashioned me himself, he who dwelt in his home in Aegina." Nevertheless, this Onatas, though his style of sculpture was Aeginetan, we shall place second to none of those who stem from Daedalus and the Attic workshop.
Translation, notes and summary are AI-generated drafts, revised through reader feedback.