§5.24.1παρὰ δὲ τοῦ Λαοίτα Διὸς καὶ Ποσειδῶνος Λαοίτα, παρὰ τούτων τὸν βωμὸν Ζεὺς ἐπὶ χαλκοῦ βάθρου δῶρον μὲν τοῦ Κορινθίων δήμου, Μούσου δέ ἐστι ποίημα, ὅστις δὴ οὗτός ἐστιν ὁ Μοῦσος.
「民の守護者」たるゼウスおよび「民の守護者」たるポセイドンの祭壇のそばには、これらの祭壇を過ぎたところに、青銅の台座の上のゼウス像があり、これはコリントス市民の贈り物にしてムソスの作品であるが、このムソスがいかなる人物であるかは定かでない。
ἀπὸ δὲ τοῦ βουλευτηρίου πρὸς τὸν ναὸν ἐρχομένῳ τὸν μέγαν ἔστιν ἄγαλμα ἐν ἀριστερᾷ Διός, ἐστεφανωμένον δὲ οἷα δὴ ἄνθεσι, καὶ ἐν τῇ δεξιᾷ χειρὶ αὐτοῦ κεραυνὸς πεποίηται.
議事堂から大神殿へと歩いて行く者にとって、左手にはゼウスの神像があり、それはまるで花のようなもので飾られた冠を戴いており、その右手には雷が作られている。
τοῦτο δέ ἐστιν Ἀσκάρου τέχνη Θηβαίου, διδαχθέντος παρὰ τῷ Σικυωνίῳ Κανάχῳ·
これはテバイ人アスカロスの作であり、彼はシキュオンのカナコスから教えを受けた。
τὸ δὲ ἐπίγραμμα τὸ ἐπʼ αὐτῷ δεκάτην ἀπὸ τοῦ πολέμου Φωκέων καὶ Θεσσαλῶν φησιν εἶναι.
像に刻まれた碑文は、これがフォキス人とテッサリア人の戦争による十分の一の捧げ物であると伝えている。
§5.24.2εἰ δὲ Φωκεῦσιν ἐς πόλεμόν τινα οὗτοι κατέστησαν καὶ ἔστιν ἀπὸ Φωκέων αὐτοῖς τὸ ἀνάθημα, οὐκ ἂν ὅ γε ἱερὸς καλούμενος εἴη πόλεμος, ὃν δὲ πρότερον ἔτι ἐπολέμησαν πρὶν ἢ Μήδους καὶ βασιλέα ἐπὶ τὴν Ἑλλάδα διαβῆναι.
もし彼らがフォキス人と何らかの戦争に突入し、彼らにとっての奉納物がフォキス人から得たものであるとするならば、それは「神聖戦争」と呼ばれるものではなく、ペルシア人と王がギリシアへ渡ってくるよりもさらに以前に彼らが戦った戦争のことであるはずだ。
τούτου δὲ οὐ πόρρω Ζεύς ἐστιν, ὅντινα ἀναθεῖναι Ψωφιδίους ἐπὶ πολέμου κατορθώματι τὸ ἔπος τὸ ἐπʼ αὐτῷ γεγραμμένον δηλοῖ.
この像の近くにはゼウス像があり、プソピス人が戦争の勝利を記念してこれを奉納したことが、そこに刻まれた詩によって示されている。
§5.24.3τοῦ ναοῦ δέ ἐστιν ἐν δεξιᾷ τοῦ μεγάλου Ζεὺς πρὸς ἀνατολὰς ἡλίου, μέγεθος μὲν δυόδεκα ποδῶν, ἀνάθημα δὲ λέγουσιν εἶναι Λακεδαιμονίων, ἡνίκα ἀποστᾶσι Μεσσηνίοις δεύτερα τότε ἐς πόλεμον κατέστησαν·
大神殿の右手には、日の昇る東を向いたゼウス像があり、大きさは12フィートで、ラケダイモン人が、反乱を起こしたメッセニア人に対して二度目の戦争に入ったときの奉納物であると言われている。
ἔπεστι δὲ καὶ ἐλεγεῖον ἐπʼ αὐτῷ,
"
Δέξο ἄναξ Κρονίδα Ζεῦ Ὀλύμπιε καλὸν ἄγαλμα
ἱλάῳ θυμῷ τοῖς Λακεδαιμονίοις.
その上には次のような哀歌も記されている。
"
"受け入れ給え、主よ、クロノスの子、オリンピアのゼウスよ、この美しき像を、スパルタ人に対して慈悲深き心をもって。
§5.24.4Ῥωμαίων δὲ οὔτε ἄνδρα ἰδιώτην οὔτε ὁπόσοι τῆς βουλῆς οὐδένα Μομμίου πρότερον ἀνάθημα ἴσμεν ἐς ἱερὸν ἀναθέντα Ἑλληνικόν, Μόμμιος δὲ ἀπὸ λαφύρων ἀνέθηκε τῶν ἐξ Ἀχαΐας Δία ἐς Ὀλυμπίαν χαλκοῦν·
"ローマ人の中で、一介の市民であれ元老院議員であれ、ムンミウス以前にギリシアの聖域に奉納を捧げた者を私たちは一人も知らないが、ムンミウスはアカイアから得た戦利品によって、青銅のゼウス像をオリンピアに奉納した。
οὗτος ἕστηκεν ἐν ἀριστερᾷ τοῦ Λακεδαιμονίων ἀναθήματος, παρὰ τὸν πρῶτον ταύτῃ τοῦ ναοῦ κίονα.
これはラケダイモン人の奉納物の左側、そこにある神殿の最初の柱のそばに立っている。
ὃ δὲ ἐν τῇ Ἄλτει μέγιστον τῶν χαλκῶν ἐστιν ἀγαλμάτων τοῦ Διός, ἀνετέθη μὲν ὑπὸ αὐτῶν Ἠλείων ἀπὸ τοῦ πρὸς Ἀρκάδας πολέμου, μέγεθος δὲ ἑπτὰ καὶ εἴκοσι ποδῶν ἐστι.
アルティスの聖域にある青銅のゼウス像の中で最大のものは、エリス人自身によってアルカディア人との戦争ののちに奉納されたもので、その大きさは27フィートである。
§5.24.5παρὰ δὲ τῷ Πελοπίῳ κίων τε οὐχ ὑψηλὸς καὶ ἄγαλμα Διός ἐστιν ἐπʼ αὐτῷ μικρόν, τὴν ἑτέραν τῶν χειρῶν προτεῖνον.
ペロピオンのそばには高くない柱があり、その上には片手を前に差し出している小さなゼウス像がある。
τούτου δὲ ἀπαντικρὺ ἄλλα ἐστὶν ἀναθήματα ἐπὶ στοίχου, ὡς δὲ αὔτως Διὸς καὶ Γανυμήδους ἀγάλματα·
これの向かいには別の奉納物が一列に並んでおり、同様にゼウスとガニュメデスの像もある。
ἔστι δὲ Ὁμήρῳ πεποιημένα ὡς ἁρπασθείη τε ὑπὸ θεῶν Γανυμήδης οἰνοχοεῖν Διὶ καὶ ὡς Τρωὶ δῶρα ἵπποι δοθεῖεν ἀντʼ αὐτοῦ.
ホメロスによって、ガニュメデスが神々にさらわれてゼウスのために御酒を酌するようになったこと、またその代わりに馬という贈り物がトロスに与えられたことが詠まれている。
τοῦτο ἀνέθηκε μὲν Γνᾶθις Θεσσαλός, ἐποίησε δὲ Ἀριστοκλῆς μαθητής τε καὶ υἱὸς Κλεοίτα.
これを奉納したのはテッサリア人のグナティスであり、制作したのはクレオイタスの弟子にして息子であるアリストクレスである。
§5.24.6ἔστι δὲ καὶ ἄλλος Ζεὺς οὐκ ἔχων πω γένεια, κεῖται δὲ ἐν τοῖς ἀναθήμασι τοῖς Μικύθου.
まだ髭の生えていない別のゼウス像もあり、これはミキュトスの奉納物の中に置かれている。
τὰ δὲ ἐς Μίκυθον, γένος τε ὁποῖον ἦν αὐτῷ καὶ ἀνθʼ ὅτου τὰ ἀναθήματα ἐς Ὀλυμπίαν τὰ πολλὰ ἀνέθηκεν, ὁ ἐφεξῆς μοι λόγος δηλώσει.
ミキュトスに関すること、すなわち彼がどのような出自の人物であり、いかなる理由でこれほど多くの奉納物をオリンピアに捧げたのかについては、私の次の叙述が明らかにするであろう。
ἀπὸ δὲ τοῦ ἀγάλματος τοῦ εἰρημένου προελθόντι ὀλίγον κατʼ εὐθεῖαν ἄγαλμά ἐστι Διὸς οὐκ ἔχον γένεια οὐδὲ αὐτό, Ἐλαϊτῶν δὲ ἀνάθημα, οἳ καταβάντι ἐκ Καΐκου πεδίου ἐς θάλασσαν πρῶτοι ἐν τῇ Αἰολίδι οἰκοῦσι.
言及した像から直線状に少し進んだところには、やはり髭のないゼウス像があり、これはエライア人の奉納物である。 彼らはカイコス平原から海へと下りていく際に、アイオリス地方で最初に居住している人々である。