§5.23.1παρεξιόντι δὲ παρὰ τὴν ἐς τὸ βουλευτήριον ἔσοδον Ζεύς τε ἕστηκεν ἐπίγραμμα ἔχων οὐδὲν καὶ αὖθις ὡς πρὸς ἄρκτον ἐπιστρέψαντι ἄγαλμά ἐστι Διός· τοῦτο τέτραπται μὲν πρὸς ἀνίσχοντα ἥλιον, ἀνέθεσαν δὲ Ἑλλήνων ὅσοι Πλαταιᾶσιν ἐμαχέσαντο ἐναντία Μαρδονίου τε καὶ Μήδων.
To one passing along beside the entrance to the Council House stands a Zeus having no inscription, and again to one who has turned towards the north there is a statue of Zeus; this is turned towards the rising sun, and was dedicated by those of the Greeks who fought at Plataea against Mardonius and the Medes.
εἰσὶ δὲ καὶ ἐγγεγραμμέναι κατὰ τοῦ βάθρου τὰ δεξιὰ αἱ μετασχοῦσαι πόλεις τοῦ ἔργου, Λακεδαιμόνιοι μὲν πρῶτοι, μετὰ δὲ αὐτοὺς Ἀθηναῖοι, τρίτοι δὲ γεγραμμένοι καὶ τέταρτοι Κορίνθιοί τε καὶ Σικυώνιοι, §5.23.2πέμπτοι δὲ Αἰγινῆται, μετὰ δὲ Αἰγινήτας Μεγαρεῖς καὶ Ἐπιδαύριοι, Ἀρκάδων δὲ Τεγεᾶταί τε καὶ Ὀρχομένιοι, ἐπὶ δὲ αὐτοῖς ὅσοι Φλιοῦντα καὶ Τροίζηνα καὶ Ἑρμιόνα οἰκοῦσιν, ἐκ δὲ χώρας τῆς Ἀργείας Τιρύνθιοι, Πλαταιεῖς δὲ μόνοι Βοιωτῶν, καὶ Ἀργείων οἱ Μυκήνας ἔχοντες, νησιῶται δὲ Κεῖοι καὶ Μήλιοι, Ἀμβρακιῶται δὲ ἐξ ἠπείρου τῆς Θεσπρωτίδος, Τήνιοί τε καὶ Λεπρεᾶται, Λεπρεᾶται μὲν τῶν ἐκ τῆς Τριφυλίας μόνοι, ἐκ δὲ Αἰγαίου καὶ τῶν Κυκλάδων οὐ Τήνιοι μόνοι ἀλλὰ καὶ Νάξιοι καὶ Κύθνιοι, ἀπὸ δὲ Εὐβοίας Στυρεῖς, μετὰ δὲ τούτους Ἠλεῖοι καὶ Ποτιδαιᾶται καὶ Ἀνακτόριοι, τελευταῖοι δὲ Χαλκιδεῖς οἱ ἐπὶ τῷ Εὐρίπῳ.
There are also inscribed on the right side of the pedestal the cities that took part in the work: the Lacedaemonians first, and after them the Athenians, and written third and fourth are the Corinthians and the Sicyonians, fifth the Aeginetans, and after the Aeginetans the Megarians and Epidaurians, and of the Arcadians the Tegeans and Orchomenians, and after them those who inhabit Phlius, Troezen, and Hermion, and from the Argive territory the Tirynthians, and of the Boeotians the Plataeans alone, and of the Argives those who hold Mycenae, and of the islanders the Ceans and Melians, and the Ambraciots from the mainland of Thesprotis, and the Tenians and Lepreans—the Lepreans being the only ones from Triphylia—and from the Aegean and the Cyclades not only the Tenians but also the Naxians and Cythnians, and from Euboea the Styrians, and after these the Eleans, Potidaeans, and Anactorians, and last the Chalcidians on the Euripus.
§5.23.3τούτων τῶν πόλεων τοσαίδε ἦσαν ἐφʼ ἡμῶν ἔρημοι· Μυκηναῖοι μὲν καὶ Τιρύνθιοι τῶν Μηδικῶν ὕστερον ἐγένοντο ὑπὸ Ἀργείων ἀνάστατοι· Ἀμβρακιώτας δὲ καὶ Ἀνακτορίους ἀποίκους Κορινθίων ὄντας ἐπηγάγετο ὁ Ῥωμαίων βασιλεὺς ἐς Νικοπόλεως συνοικισμὸν πρὸς τῷ Ἀκτίῳ· Ποτιδαιάτας δὲ δὶς μὲν ἐπέλαβεν ἀναστάτους ἐκ τῆς σφετέρας ὑπὸ Φιλίππου τε γενέσθαι τοῦ Ἀμύντου καὶ πρότερον ἔτι ὑπὸ Ἀθηναίων, χρόνῳ δὲ ὕστερον Κάσσανδρος κατήγαγε μὲν Ποτιδαιάτας ἐπὶ τὰ οἰκεῖα, ὄνομα δὲ οὐ τὸ ἀρχαῖον τῇ πόλει, Κασσάνδρεια δὲ ἐγένετο ἀπὸ τοῦ οἰκιστοῦ.
Of these cities, the following number were deserted in my time: the Mycenaeans and Tirynthians were destroyed by the Argives after the Persian War; the Ambraciots and Anactorians, being colonists of the Corinthians, were brought by the Roman emperor into the settlement of Nicopolis near Actium; the Potidaeans twice suffered expulsion from their own land, once by Philip son of Amyntas, and even earlier by the Athenians, but at a later time Cassander brought the Potidaeans back to their homes, though the city received not its ancient name, but became Cassandrea after its founder.
τὸ δὲ ἄγαλμα ἐν Ὀλυμπίᾳ τὸ ἀνατεθὲν ὑπὸ τῶν Ἑλλήνων ἐποίησεν Ἀναξαγόρας Αἰγινήτης· τοῦτον οἱ συγγράψαντες τὰ ἐς Πλαταιὰς παριᾶσιν ἐν τοῖς λόγοις.
The statue in Olympia dedicated by the Greeks was made by Anaxagoras of Aegina; those who have written the history of Plataea pass him over in their accounts.
§5.23.4ἔστι δὲ πρὸ τοῦ Διὸς τούτου στήλη χαλκῆ, Λακεδαιμονίων καὶ Ἀθηναίων συνθήκας ἔχουσα εἰρήνης ἐς τριάκοντα ἐτῶν ἀριθμόν.
In front of this Zeus is a bronze pillar, having the treaty of peace between the Lacedaemonians and the Athenians for the number of thirty years.
ταύτας ἐποιήσαντο Ἀθηναῖοι παραστησάμενοι τὸ δεύτερον Εὔβοιαν, ἔτει τρίτῳ τῆς τρίτης πρὸς τὰς ὀγδοήκοντα Ὀλυμπιάδος, ἣν Κρίσων Ἱμεραῖος ἐνίκα στάδιον.
The Athenians made this after they had subdued Euboea for the second time, in the third year of the eighty-third Olympiad, in which Crison of Himera won the stadium race.
ἔστι δὲ ἐν ταῖς συνθήκαις καὶ τόδε εἰρημένον, εἰρήνης μὲν τῆς Ἀθηναίων καὶ Λακεδαιμονίων τῇ Ἀργείων μὴ μετεῖναι πόλει, ἰδίᾳ δὲ Ἀθηναίους καὶ Ἀργείους, ἢν ἐθέλωσιν, ἐπιτηδείως ἔχειν πρὸς ἀλλήλους.
In the treaty it is also stated that the city of the Argives should have no share in the peace between the Athenians and Lacedaemonians, but that the Athenians and Argives, if they wished, might be on friendly terms with one another privately.
αὗται μὲν λέγουσι τοιαῦτα αἱ συνθῆκαι, Διὸς δὲ ἄλλο ἄγαλμα παρὰ τὸ ἅρμα §5.23.5ἀνάκειται τὸ Κλεοσθένους·
This treaty speaks to this effect; and another statue of Zeus beside the chariot of Cleosthenes is dedicated; of him indeed we shall make mention hereafter also.
τούτου μὲν δὴ ἡμῖν καὶ ἐν τοῖς ἔπειτα ἔσται μνήμη, τὸ δὲ ἄγαλμα τοῦ Διὸς Μεγαρέων μέν ἐστιν ἀνάθημα, ἀδελφοὶ δὲ αὐτὸ Ψύλακός τε καὶ Ὄναιθος καὶ οἱ παῖδες οἱ τούτων εἰργάσαντο· ἡλικίαν δὲ αὐτῶν ἢ πατρίδα ἢ παρʼ ᾧ τινι ἐδιδάχθησαν, οὐκ ἔχω δηλῶσαι.
This statue of Zeus is a dedication of the Megarians, and the brothers Psylacus and Onaethus, and their sons, made it; but their age, or their homeland, or under whom they were taught, I am unable to declare.
§5.23.6πρὸς δὲ τῷ ἅρματι τῷ Γέλωνος Ζεὺς ἕστηκεν ἀρχαῖος ἔχων σκῆπτρον, Ὑβλαίων δέ φασιν εἶναι ἀνάθημα·
Beside the chariot of Gelon stands an ancient Zeus holding a sceptre, which they say is a dedication of the Hyblaeans.
αἱ δὲ ἦσαν ἐν Σικελίᾳ πόλεις αἱ Ὕβλαι, ἡ μὲν Γερεᾶτις ἐπίκλησιν, τὴν δὲ—ὥσπερ γε καὶ ἦν —ἐκάλουν Μείζονα.
Now there were cities in Sicily named Hybla: one with the surname Gereatis, and the other they called—as indeed it was—the Greater.
ἔχουσι δὲ καὶ κατʼ ἐμὲ ἔτι τὰ ὀνόματα, ἐν τῇ Καταναίᾳ δὲ ἡ μὲν ἔρημος ἐς ἅπαν, ἡ δὲ κώμη τε Καταναίων ἡ Γερεᾶτις καὶ ἱερόν σφισιν Ὑβλαίας ἐστὶ θεοῦ, παρὰ Σικελιωτῶν ἔχον τιμάς.
They still keep their names in my time, but in the territory of Catana, the one is completely deserted, while the other, Gereatis, is a village of the Catanians, and they have a sanctuary of the goddess Hyblaean, receiving honors from the Sicilian Greeks.
παρὰ τούτων δὲ κομισθῆναι τὸ ἄγαλμα ἐς Ὀλυμπίαν ἡγοῦμαι· τεράτων γὰρ σφᾶς καὶ ἐνυπνίων Φίλιστος ὁ Ἀρχομενίδου φησὶν ἐξηγητὰς εἶναι καὶ μάλιστα εὐσεβείᾳ τῶν ἐν Σικελίᾳ βαρβάρων προσκεῖσθαι.
I believe the statue was brought to Olympia from these people; for Philistus son of Archomenides says they are interpreters of portents and dreams, and are of all the barbarians in Sicily the most devoted to piety.
§5.23.7πλησίον δὲ τοῦ Ὑβλαίων ἀναθήματος βάθρον τε πεποίηται χαλκοῦν καὶ ἐπʼ αὐτῷ Ζεύς· τοῦτον ὀκτὼ μάλιστα εἶναι ποδῶν καὶ δέκα εἰκάζομεν.
Near the dedication of the Hyblaeans a bronze pedestal has been made, and on it a Zeus; we estimate this to be about eighteen feet high.
οἵτινες δὲ αὐτὸν ἔδοσαν τῷ θεῷ καὶ ὧντινών ἐστιν ἔργον, ἐλεγεῖον γεγραμμένον σημαίνει· "
Κλειτόριοι τόδʼ ἄγαλμα θεῷ δεκάταν ἀνέθηκαν,
πολλᾶν ἐκ πολίων χερσὶ βιασσάμενοι. †καιμετρειτ Ἀρίστων ἠδὲ Τελέστας
αὐτοκασίγνητοι καλὰ Λάκωνες ἔθεν. "
τούτους οὐκ ἐς ἅπαν τὸ Ἑλληνικὸν ἐπιφανεῖς νομίζω γενέσθαι· εἶχον γὰρ ἄν τι καὶ Ἠλεῖοι περὶ αὐτῶν λέγειν, καὶ πλέονα ἔτι Λακεδαιμόνιοι πολιτῶν γε ὄντων.
Who gave it to the god and whose work it is, an inscribed elegy declares: "The Cleitorians dedicated this statue to the god as a tithe, having by force of arms overcome many cities. †καιμετρειτ Ariston and Telestas, own brothers and Laconians, beautifully made it." These men I do not think became famous throughout the whole Greek world; for otherwise the Eleans would have had something to say about them, and still more the Lacedaemonians, seeing that they were citizens.