§5.18.1τῆς χώρας δὲ ἐπὶ τῇ λάρνακι τῆς δευτέρας ἐξ ἀριστερῶν μὲν γίνοιτο ἂν ἡ ἀρχὴ τῆς περιόδου, πεποίηται δὲ γυνὴ παῖδα λευκὸν καθεύδοντα ἀνέχουσα τῇ δεξιᾷ χειρί, τῇ δὲ ἑτέρᾳ μέλανα ἔχει παῖδα καθεύδοντι ἐοικότα, ἀμφοτέρους διεστραμμένους τοὺς πόδας.
この箱の第二の帯においては、左から巡回の始まりとなるであろう。 そこには、右の手で眠っている白い子供を抱き上げている女性が作られており、もう一方の手には、眠っている姿に似た黒い子供を抱いているが、両者とも足を不自由に曲げている。
δηλοῖ μὲν δὴ καὶ τὰ ἐπιγράμματα, συνεῖναι δὲ καὶ ἄνευ τῶν ἐπιγραμμάτων ἔστι Θάνατόν τε εἶναι σφᾶς καὶ Ὕπνον καὶ ἀμφοτέροις Νύκτα αὐτοῖς τροφόν.
銘文も確かにそのことを示しているが、銘文なしでも彼らが「死」と「眠り」であり、彼ら両者にとって「夜」が乳母(育ての親)であることを理解することができる。
§5.18.2γυνὴ δὲ εὐειδὴς γυναῖκα αἰσχρὰν κολάζουσα καὶ τῇ μὲν ἀπάγχουσα αὐτήν, τῇ δὲ ῥάβδῳ παίουσα, Δίκη ταῦτα Ἀδικίαν δρῶσά ἐστι·
美しい女性が見苦しい女性を懲らしめており、片方の手で彼女の首を絞め、もう一方の手で棒で打っているが、これは「正義」が「不正」に対してこれを行っているのである。
δύο δὲ ἄλλας γυναῖκας ἐς ὅλμους καθικνουμένας ὑπέροις, φάρμακα εἰδέναι σφᾶς νομίζουσιν, ἐπεὶ ἄλλως γε οὐδὲν ἐς αὐτάς ἐστιν ἐπίγραμμα.
臼の中に杵でつき入れている他の二人の女性については、彼女たちが薬草(魔術)の知識を持っていると人々は考えている。 というのも、それ以外には彼女たちに関する銘文は全くないからである。
τὰ δὲ ἐς τὸν ἄνδρα τε καὶ γυναῖκα ἑπομένην αὐτῷ τὰ ἔπη δηλοῖ τὰ ἑξάμετρα·
男と彼に従う女に関する事柄は、ヘクサメトロスの詩が明らかにしている。
λέγει γὰρ δὴ οὕτως·
なぜなら、それは次のように語っているからである。
"
Ἴδας Μάρπησσαν καλλίσφυρον, ἃν οἱ Ἀπόλλων
ἅρπασε, τὰν Εὐανοῦ ἄγει πάλιν οὐκ ἀέκουσαν. "
"イダスは、アポロンがかつて彼から奪い去った、エウエノス(の娘)である美しき足首をもつマルペッサを、嫌がることなく再び連れ戻す。
§5.18.3χιτῶνα δὲ ἐνδεδυκὼς ἀνὴρ τῇ μὲν δεξιᾷ κύλικα, τῇ δὲ ἔχων ἐστὶν ὅρμον, λαμβάνεται δὲ αὐτῶν Ἀλκμήνη·
"キトンを身にまとった男が、右手には杯を、もう一方の手には首飾りを持っており、アルクメネがそれらを受け取っている。
πεποίηται δὲ ἐς τὸν λόγον τῶν Ἑλλήνων ὡς συγγένοιτο Ἀλκμήνῃ Ζεὺς Ἀμφιτρύωνι εἰκασθείς.
これは、ゼウスがアンピトリュオンに姿を変えてアルクメネと交わったという、ギリシア人の伝説に沿って作られている。
Μενέλαος δὲ θώρακά τε ἐνδεδυκὼς καὶ ἔχων ξίφος ἔπεισιν Ἑλένην ἀποκτεῖναι, δῆλα ὡς ἁλισκομένης Ἰλίου.
メネラオスは、胸当てを身に着け、剣を手にして、ヘレネを殺そうと襲いかかっている。 明らかにイリオンが陥落したときのことである。
Μηδείας δὲ ἐπὶ θρόνου καθημένης Ἰάσων ἐν δεξιᾷ, τῇ δὲ Ἀφροδίτη παρέστηκε·
メデイアが玉座に座っており、イアソンがその右側に、アプロディテが彼女の傍らに立っている。
γέγραπται δὲ καὶ ἐπίγραμμα ἐπʼ αὐτοῖς·
そして彼らの上には銘文も書かれている。
"
Μήδειαν Ἰάσων γαμέει, κέλεται δʼ Ἀφροδίτα. "
"イアソンはメデイアを妻に娶る、アプロディテが命じるがままに。
§5.18.4πεποίηνται δὲ καὶ ᾄδουσαι Μοῦσαι καὶ Ἀπόλλων ἐξάρχων τῆς ᾠδῆς, καί σφισιν ἐπίγραμμα γέγραπται·
"歌っているムーサたちと、歌を先導しているアポロンも作られており、彼女たちに銘文が書かれている。
"
Λατοΐδας οὗτος τάχʼ ἄναξ ἑκάεργος Ἀπόλλων·
"この方は、おそらくはラトの子、遠くに矢を射る主アポロン。
Μοῦσαι δʼ ἀμφʼ αὐτόν, χαρίεις χορός, αἷσι κατάρχει. "
Ἄτλας δὲ ἐπὶ μὲν τῶν ὤμων κατὰ τὰ λεγόμενα οὐρανόν τε ἀνέχει καὶ γῆν, φέρει δὲ καὶ τὰ Ἑσπερίδων μῆλα.
そして彼の周りにはムーサたち、彼が先導する優美な合唱隊。 "アトラスは、語り伝えられている通りに、肩の上に天と地を支えており、またヘスペリデスのリンゴも持っている。
ὅστις δέ ἐστιν ὁ ἀνὴρ ὁ ἔχων τὸ ξίφος καὶ ἐπὶ τὸν Ἄτλαντα ἐρχόμενος, ἰδίᾳ μὲν ἐπʼ αὐτῷ γεγραμμένον ἐστὶν οὐδέν, δῆλα δὲ ἐς ἅπαντας Ἡρακλέα εἶναι.
剣を持ち、アトラスの方へと進んでいる男が誰であるかについては、彼自身には個別のものは何も書かれていないが、彼がヘラクレスであることは誰の目にも明らかである。
γέγραπται δὲ καὶ ἐπὶ τούτοις·
これら(の描写)の上にもまた書かれている。
"
Ἄτλας οὐρανὸν οὗτος ἔχει, τὰ δὲ μᾶλα μεθήσει. "
"アトラス、この者が天を支え、リンゴを(彼に)手放すだろう。
§5.18.5ἔστι δὲ καὶ Ἄρης ὅπλα ἐνδεδυκώς, Ἀφροδίτην ἄγων·
"武具を身にまとったアレスもおり、アプロディテを連れている。
ἐπίγραμμα δὲ Ἐνυάλιός ἐστιν αὐτῷ.
彼に添えられた銘文は「エニュアリオス」である。
πεποίηται δὲ καὶ Θέτις παρθένος, λαμβάνεται δὲ αὐτῆς Πηλεύς, καὶ ἀπὸ τῆς χειρὸς τῆς Θέτιδος ὄφις ἐπὶ τὸν Πηλέα ἐστὶν ὁρμῶν.
また、処女のテティスも作られており、ペレウスが彼女をつかまえている。 そして、テティスの手からは、蛇がペレウスに向けて襲いかかっている。
αἱ δὲ ἀδελφαὶ Μεδούσης ἔχουσαι πτερὰ πετόμενον Περσέα εἰσὶ διώκουσαι·
メドゥサの姉妹たちが、翼を持ち、空を飛ぶペルセウスを追いかけている。
τὸ δὲ ὄνομα ἐπὶ τῷ Περσεῖ γέγραπται μόνῳ.
名前はペルセウスにだけ書かれている。
§5.18.6στρατιωτικὰ δὲ ἐπὶ τῇ τρίτῃ χώρᾳ τῆς λάρνακος·
箱の第三の帯には、軍隊に関することが描かれている。
τὸ μὲν πολύ εἰσιν ἐν αὐτοῖς οἱ πεζοί, πεποίηνται δὲ καὶ ἐπὶ συνωρίδων ἱππεῖς.
その大部分は歩兵であるが、二頭立て馬車に乗った騎兵も作られている。
ἐπὶ δὲ τοῖς στρατιώταις ἔστιν εἰκάζειν συνιέναι μὲν σφᾶς ἐς μάχην, συνιέναι δὲ καὶ ἀσπασομένους τε καὶ ἀναγνωριοῦντας ἀλλήλους.
兵士たちについては、彼らが戦いのために集まっているとも、あるいは互いに挨拶を交わし、再会を確認し合うために集まっているとも推測できる。
λέγεται δὲ καὶ ἐς ἀμφότερα ὑπὸ τῶν ἐξηγητῶν, καὶ τοῖς μέν ἐστιν εἰρημένον Αἰτωλοὺς τοὺς μετὰ Ὀξύλου καὶ Ἠλείους εἶναι τοὺς ἀρχαίους, ἀπαντᾶν δὲ σφᾶς γένους τε μνήμῃ τοῦ ἐξ ἀρχῆς καὶ εὔνοιαν ἐνδεικνυμένους ἐς ἀλλήλους·
説明人たちによって、これら両方の説が語られている。 ある者たちにとっては、彼らはオクシュロス率いるアイトリア人と、古のエリス人であり、最初の血統の記憶によって出会い、互いに好意を示し合っているのだと語られている。
οἱ δὲ συνιέναι φασὶν ἐς ἀγῶνα τὰ στρατιωτικά, Πυλίους δὲ εἶναι καὶ Ἀρκάδας παρά τε Φειὰν πόλιν καὶ ποταμὸν μαχουμένους Ἰάρδανον.
また別の者たちは、これらの軍隊が戦闘のために集まっており、彼らはペイアの町とヤルダノス川の近くで戦っているピュロス人とアルカディア人であると主張している。
§5.18.7ταῦτα μὲν δὴ οὐδὲ ἀρχὴν ἀποδέξαιτο ἄν τις, ὡς ὁ τοῦ Κυψέλου πρόγονος Κορίνθιός τε ὢν καὶ τὴν λάρνακα αὑτῷ ποιούμενος κτῆμα, ὁπόσα μὲν Κορινθίοις ἦν ἐπιχώρια, ἑκὼν ὑπερέβαινεν, ἃ δὲ ξενικά τε καὶ οὐδὲ ἄλλως ἥκοντα ἐς δόξαν, ἐτεχνᾶτο ἐπὶ τῇ λάρνακι·
これらの説はそもそも誰も受け入れることはできないだろう。 キプセロスの祖先がコリントス人であり、自分のためにこの箱を所有物として作らせたというのに、コリントス人に特有の事柄を故意にやり過ごし、他国の、かつそれほど有名でもない事柄をわざわざ箱に細工させた、などということはあり得ないからである。
αὐτῷ μέντοι παρίστατο ἐμοὶ ταῦτα εἰκάζειν.
しかしながら、私自身には次のように推測することが思い浮かんだ。
Κυψέλῳ καὶ τοῖς προγόνοις ἐκ Γονούσσης ἦν γένος ἐξ ἀρχῆς τῆς ὑπὲρ Σικυῶνος, καὶ πρόγονός σφισιν ἦν Μέλας ὁ Ἀντάσου·
キプセロスとその祖先たちは、もともとシキュオンの上方にあるゴヌッサの出身であり、彼らの祖先はアンタソスの子メラスであった。
§5.18.8Μέλανα δὲ καὶ τὸν σὺν αὐτῷ στρατὸν κατὰ τὰ προειρημένα μοι καὶ ἐν τῇ Κορινθίᾳ συγγραφῇ οὐκ ἤθελεν Ἀλήτης συνοίκους δέξασθαι, γεγονός οἱ μάντευμα ἐκ Δελφῶν ὑφορώμενος, ἐς ὃ θεραπείᾳ τε τῇ πάσῃ χρώμενον Μέλανα καὶ ὁπότε ἀπελασθείη σὺν δεήσει ἐπανιόντα αὖθις ἐδέξατο καὶ ἄκων Ἀλήτης.
コリントス誌において私がすでに述べたように、アレーテースは、メラスと彼に伴う軍勢を、共同の居住者として受け入れることを望まなかった。 デルポイから彼に与えられた神託を警戒してのことである。 ついに、メラスがあらゆる懇願を尽くし、追い払われてもなお懇願を携えて再び戻ってきたので、アレーテースは嫌々ながらも彼を受け入れたのである。
τοῦτο τὸ στρατιωτικὸν τεκμαίροιτο ἄν τις τοὺς ἐπὶ τῇ λάρνακι εἰργασμένους εἶναι.
箱の上に表現されている軍勢は、この者たちであると推測できるだろう。