Humanitext Reader

パウサニアス · ギリシア案内記 §5.12.1-5.12.8

象牙の性質とゼウス神殿の献納物

200 / 465 箇所 · ギリシア語

要旨

象牙が実は牙ではなく角であることを、他の動物との比較や自らの目撃談をもとに論じ、オリンピア神殿に捧げられた垂れ幕や歴代皇帝らの様々な献納物について紹介する。

§5.12.1ὅσοι δὲ ἀνθρώπων τὰ διὰ τοῦ στόματος ἐς τὸ ἐκτὸς ἐλέφασιν ἐξίσχοντα ὀδόντας τῶν θηρίων εἶναι καὶ οὐ κέρατα ἥγηνται, τούτοις ἔστιν ἀπιδεῖν μὲν ἐς τὰς ἄλκας, τὸ ἐν Κελτικῇ θηρίον, ἀπιδεῖν δὲ ἐς τοὺς Αἰθιοπικοὺς ταύρους·
口を通って外側へ突き出しているものを、象の歯であって角ではないと考えている人々は、ケルト人の土地の獣であるヘラジカに目を向け、またエチオピアの牡牛に目を向ければよい。
ἄλκαι μὲν γὰρ κέρατα ἐπὶ ταῖς ὀφρύσιν ἔχουσιν οἱ ἄρρενες, τὸ δὲ θῆλυ οὐ φύει τὸ παράπαν· οἱ δὲ Αἰθιοπικοὶ ταῦροι τὰ κέρατα φύουσιν ἐπὶ τῇ ῥινί.
というのも、ヘラジカは雄が眉の上に角を持つのに対し、雌はまったく角を生やさないからであり、他方、エチオピアの牡牛は鼻の上に角を生やすからである。
τίς ἂν οὖν ποιήσαιτο ἔτι ἐν μεγάλῳ θαύματι διὰ στόματος ζῴῳ κέρατα ἐκφῦναι;
そうであれば、動物において口を通って角が生え出ることを、誰がこれ以上大いなる驚きとするだろうか。
§5.12.2πάρεστι δὲ ἀναδιδάσκεσθαι καὶ τοῖσδε ἔτι·
さらに、次のようなことからも得心することができる。
κέρατα γὰρ κατὰ ἐτῶν περίοδον ἀπογίνεται καὶ αὖθις ἐκβλαστάνει ζῴοις, καὶ τοῦτο ἔλαφοί τε καὶ δορκάδες, ὡσαύτως δὲ καὶ οἱ ἐλέφαντες πεπόνθασιν.
すなわち、動物において、角は一年の周期に従って抜け落ち、再び芽吹くものであり、このことは鹿やカモシカ、そして同様に象も経験している。
ὀδοὺς δὲ οὐκ ἔστιν ὅτῳ δεύτερα παρέσται ζῴῳ τῶν γε ἤδη τελείων·
しかし、すでに成獣となった動物のうち、歯が二度目に現れるようなものは誰もいない。
εἰ δὲ ὀδόντες τὰ διὰ στόματος ἐξίσχοντα καὶ μὴ κέρατα ἦσαν, πῶς ἂν καὶ ἀνεφύοντο αὖθις;
もしも口を通って突き出しているものが歯であり、角でないとしたら、どうしてそれらが再び生え出ることがあるだろうか。
οὐ μὴν οὐδὲ εἴκειν πυρὶ ἔχουσιν ὀδόντες φύσιν· κέρατα δὲ καὶ βοῶν καὶ ἐλεφάντων ἐς ὁμαλές τε ἐκ περιφεροῦς καὶ ἐς ἄλλα ὑπὸ πυρὸς ἄγεται σχήματα.
さらに言えば、歯は火に屈する性質を持たないが、牛や象の角は、火によって、丸いものから平らなものへ、またその他の形へと変形させられる。
ποταμίοις γε μὴν ἵπποις καὶ ὑσὶν ἡ κάτωθεν γένυς τοὺς χαυλιόδοντας φέρει, κέρατα δὲ ἀναφυόμενα οὐχ ὁρῶμεν ἐκ γενύων·
一方、カバや豚においては、下の顎が牙を支えているが、顎から角が生え出るのを私たちは見ない。
§5.12.3ἐλέφαντι οὖν τὰ κέρατα ἴστω τις διὰ κροτάφων κατερχόμενα ἄνωθεν καὶ οὕτως ἐς τὸ ἐκτὸς ἐπιστρέφοντα.
それゆえ、象においては、角はこめかみを通って上から下りてきて、そのようにして外側へと曲がっているのだと知るがよい。
τοῦτο οὐκ ἀκοὴν γράφω, θεασάμενος δὲ ἐλέφαντος ἐν γῇ τῇ Καμπανῶν κρανίον ἐν Ἀρτέμιδος ἱερῷ·
このことは、私が噂として書いているのではなく、カンパニア人の土地にあるアルテミスの神殿で、象の頭蓋骨を実際に目撃した上で書いているのである。
σταδίους δὲ ὡς τριάκοντα ἀπέχει μάλιστα Καπύης τὸ ἱερόν, αὕτη δὲ ἡ μητρόπολίς ἐστιν ἡ Καπύη τῶν Καμπανῶν.
その神殿はカプアからおよそ三十スタディオン離れており、このカプアはカンパニア人の母都市である。
ὁ μὲν δὴ ἐλέφας παρὰ τὰ λοιπὰ ζῷα διάφορον καὶ τὴν ἔκφυσιν παρέχεται τῶν κεράτων, ὥσπερ γε καὶ τὸ μέγεθός ἐστιν αὐτῷ καὶ εἶδος οὐδὲν ἐοικότα ἑτέρῳ θηρίῳ·
このように、象は他の動物と比べて、角の生え方においても異なっており、その大きさと姿も他のいかなる獣にも似ていない。
φιλότιμοι δὲ ἐς τὰ μάλιστά μοι καὶ ἐς θεῶν τιμὴν οὐ φειδωλοὶ χρημάτων γενέσθαι δοκοῦσιν οἱ Ἕλληνες, οἷς γε παρὰ Ἰνδῶν ἤγετο καὶ ἐξ Αἰθιοπίας ἐλέφας ἐς ποίησιν ἀγαλμάτων.
私には、ギリシア人はきわめて誉れを重んじ、神々の栄誉のためには費用を惜しまない人々であると思われる。 彼らのためにこそ、神像制作のために、インドやエチオピアから象牙が運ばれてきたのであるから。
§5.12.4ἐν δὲ Ὀλυμπίᾳ παραπέτασμα ἐρεοῦν κεκοσμημένον ὑφάσμασιν Ἀσσυρίοις καὶ βαφῇ πορφύρας τῆς Φοινίκων ἀνέθηκεν Ἀντίοχος, οὗ δὴ καὶ ὑπὲρ τοῦ θεάτρου τοῦ Ἀθήνῃσιν ἡ αἰγὶς ἡ χρυσῆ καὶ ἐπʼ αὐτῆς ἡ Γοργώ ἐστιν ἀναθήματα.
オリンピアには、アッシリアの織物とフェニキアの紫の染料で飾られた羊毛の垂れ幕をアンティオコスが献納した。 彼が献納したものは、アテナイの劇場の上の金のアイギスと、その上にあるゴルゴーもまたそうである。
τοῦτο οὐκ ἐς τὸ ἄνω τὸ παραπέτασμα πρὸς τὸν ὄροφον ὥσπερ γε ἐν Ἀρτέμιδος τῆς Ἐφεσίας ἀνέλκουσι, καλῳδίοις δὲ ἐπιχαλῶντες καθιᾶσιν ἐς τὸ ἔδαφος.
この垂れ幕を、彼らはエフェソスのアルテミス神殿におけるように、天井に向かって上へと引き上げるのではなく、索を緩めることによって床へと下ろすのである。
§5.12.5ἀναθήματα δὲ ὁπόσα ἔνδον ἢ ἐν τῷ προνάῳ κεῖται, θρόνος ἐστὶν Ἀριμνήστου βασιλεύσαντος ἐν Τυρσηνοῖς, ὃς πρῶτος βαρβάρων ἀναθήματι τὸν ἐν Ὀλυμπίᾳ Δία ἐδωρήσατο, καὶ ἵπποι Κυνίσκας χαλκοῖ, σημεῖα Ὀλυμπικῆς νίκης·
内部や前室に置かれている献納物のうちには、テュルセニア人を支配したアリムネストスの玉座があり、彼は異民族として最初にオリンピアのゼウスに献納物を贈った人物である。 また、オリンピアの勝利の記念である、クニスカの青銅の馬たちもある。
οὗτοι μέγεθος μὲν ἀποδέουσιν ἵππων, ἑστήκασι δὲ ἐν τῷ προνάῳ τοῖς ἐσιοῦσιν ἐν δεξιᾷ.
これらは馬としては小ぶりであるが、前室に入る者の右手に立っている。
κεῖται δὲ καὶ τρίπους ἐπίχαλκος, ἐφʼ οὗ πρὶν ἢ τὴν τράπεζαν ποιηθῆναι προετίθεντο τοῖς νικῶσιν οἱ στέφανοι.
また、青銅を被せた三脚釜も置かれており、テーブルが作られる以前には、その上に勝者たちのための冠が並べられていた。
§5.12.6βασιλέων δὲ ἀνδριάντας, Ἀδριανοῦ μὲν αἱ ἐς τὸ Ἀχαϊκὸν τελοῦσαι πόλεις ἀνέθεσαν Παρίου λίθου, Τραϊανοῦ δὲ οἱ πάντες Ἕλληνες.
皇帝たちの像としては、ハドリアヌスのものをアカイア同盟に属する諸都市がパロス島産の大理石で献納し、トラヤヌスのものを全ギリシア人が献納した。
οὗτος προσεκτήσατο ὁ βασιλεὺς Γέτας τοὺς ὑπὲρ Θρᾴκης Ὀσρόῃ τε τῷ ἀπογόνῳ τῷ Ἀρσάκου καὶ Πάρθοις ἐπολέμησεν·
この皇帝は、トラキアの北にいるゲタイ人を征服し、アルサケスの子孫であるオスロエス、およびパルティア人と戦った。
ὁπόσα δὲ ἐς ἔργων ἔχει οἱ κατασκευήν, ἀξιολογώτατά ἐστι λουτρὰ ἐπώνυμα αὐτοῦ καὶ θέατρον μέγα κυκλοτερὲς πανταχόθεν καὶ οἰκοδόμημα ἐς ἵππων δρόμους προῆκον καὶ ἐς δύο σταδίων μῆκος, καὶ ἡ Ῥωμαίων ἀγορὰ κόσμου τε ἕνεκα τοῦ λοιποῦ θέας ἀξία καὶ μάλιστα ἐς τὸν ὄροφον χαλκοῦ πεποιημένον.
彼が建造させた作品のうちで最も注目すべきものは、彼の名にちなむ浴場、周囲が完全に円形をなす大劇場、馬の競走のための長さ二スタディオンに及ぶ建造物、そしてローマの広場であり、これはその他の装飾のためにも、また何よりも青銅でできている天井のために、見る価値がある。
§5.12.7αἱ δὲ εἰκόνες αἱ τοῖς κατασκευάσμασι τοῖς περιφερέσιν ἐγκείμεναι, ἡ μὲν τοῦ ἠλέκτρου βασιλέως Ῥωμαίων ἐστὶν Αὐγούστου, ἡ δὲ τοῦ ἐλέφαντος βασιλέως Νικομήδους ἐλέγετο εἶναι Βιθυνῶν.
円形の建造物の中に置かれている肖像のうち、琥珀のものはローマの皇帝アウグストゥスのものであり、象牙のものはビテュニア人の王ニコメデスのものと言われていた。
ἀπὸ τούτου δὲ καὶ τῇ μεγίστῃ τῶν ἐν Βιθυνίᾳ πόλεων μετεβλήθη τὸ ὄνομα, Ἀστακῷ τὰ πρὸ τούτου καλουμένῃ·
この王にちなんで、ビテュニアの最大の都市の名前が変更されたが、それ以前はアスタコスと呼ばれていた。
τὰ δὲ ἐξ ἀρχῆς αὐτῇ Ζυποίτης ἐγένετο οἰκιστής, Θρᾷξ γένος εἰκάζοντί γε ἀπὸ τοῦ ὀνόματος.
本来は、ジポイテスがその創建者であり、名前から推測するとトラキア系の人種である。
τὸ δὲ ἤλεκτρον τοῦτο οὗ τῷ Αὐγούστῳ πεποίηνται τὴν εἰκόνα, ὅσον μὲν αὐτόματον ἐν τοῦ Ἠριδανοῦ ταῖς ψάμμοις εὑρίσκεται, σπανίζεται τὰ μάλιστα καὶ ἀνθρώπῳ τίμιον πολλῶν ἐστιν ἕνεκα·
アウグストゥスの肖像が作られているこの琥珀であるが、自然にエリダノス川の砂の中から見出されるものはきわめて稀少であり、多くの理由から人間にとって貴重である。
τὸ δὲ ἄλλο ἤλεκτρον ἀναμεμιγμένος ἐστὶν ἀργύρῳ χρυσός.
他方のエレクトロンは、金に銀を混ぜたものである。
§5.12.8ἐν δὲ τῷ ἐν Ὀλυμπίᾳ ναῷ Νέρωνος ἀναθήματα τρεῖς μὲν ἐς κοτίνου φύλλα στέφανοι, τέταρτος δὲ ἐς δρυός ἐστι μεμιμημένος·
オリンピアの神殿内にあるネロンの献納物は、野生のオリーブの葉を模した三つの冠と、樫の葉を模した第四の冠である。
κεῖνται δὲ αὐτόθι καὶ ἀσπίδες χαλκαῖ πέντε καὶ εἴκοσι, τοῖς ὁπλιτεύουσιν εἶναι φορήματα ἐς τὸν δρόμον.
そこにはまた、二十五枚の青銅の盾も置かれており、これらは重装歩兵競走において走る者たちのための装備である。
στῆλαι δὲ ἄλλαι τε ἑστήκασι καὶ ἡ πρὸς Ἀθηναίους καὶ Ἀργείους τε καὶ Μαντινέας ἔχουσα ὅρκον παρὰ Ἠλείων ἐς συμμαχίαν ἐτῶν ἑκατόν.
また、他にも様々な碑が立っているが、その中には、エリス人がアテナイ人、アルゴス人、マンティネイア人との間で結んだ百年間と同盟の誓約を記した碑もある。

語釈・文法注

  1. §5.12.1ὀδόντας τῶν θηρίων εἶναι καὶ οὐ κέρατα ἥγηνται — 関係節 ὅσοι... の主詞に対する動詞 ἥγηνται(完了形、「考えている」)が、対格不定詞句 ὀδόντας... εἶναι(その獣の歯であって角ではないこと)を従えている。先行詞 τούτοις は主節の与格(ἔστιν ἀπιδεῖν の意味上の主語)として機能している。
  2. §5.12.2οὐκ ἔστιν ὅτῳ δεύτερα παρέσται ζῴῳ — οὐκ ἔστιν ὅτῳ は「〜するようなものは誰もいない」という関係代名詞与格を用いた二重否定・存在否定の慣用表現。後続の τῶν γε ἤδη τελείων(すでに成獣となったもの)は属格で ζῴῳ(動物)を修飾する部分属格である。
  3. §5.12.3ἴστω τις διὰ κροτάφων κατερχόμενα — ἴστω(οἶδα の三人称単数命令法、「知るがよい」)が、知覚・認知を表す動詞の構文として、対格(τὰ κέρατα)と分詞(κατερχόμενα... καὶ ἐπιστρέφοντα)の結合を従えており、「角が〜下りてきて〜曲がっているのだと知るがよい」という間接記述(伝達)の形をとる。
  4. §5.12.6ὁπόσα δὲ ἐς ἔργων ἔχει οἱ κατασκευήν — οἱ は三人称単数代名詞の与格で、ここでは主節の主語である皇帝トラヤヌスを指す。ἔχει οἱ κατασκευήν は「彼のためにその建設がある」あるいは「彼によって建設された」という、所有または関与の与格として機能している。

この箇所を引用する

パウサニアス, ギリシア案内記 §5.12.1-5.12.8. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0525.tlg001.humanitext-grc2:5.12.1-5.12.8

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。