Humanitext Reader

パウサニアス · ギリシア案内記 §5.11.6-5.11.11

ゼウス像の台座装飾と象牙の保存管理

199 / 465 箇所 · ギリシア語

要旨

オリンピアのゼウス像の王座上部、足台、台座に描かれた神々や英雄の浮き彫りについて詳細に描写し、像の寸法に関する伝承や奇跡を伝える。また、乾燥や湿気から像を保護するために用いられる水やオリーブ油について、アテナイやエピダウルスの神像との比較を交えて解説する。

§5.11.6Ἱπποδάμειά τε ἡ Οἰνομάου σὺν τῇ μητρὶ καὶ Προμηθεὺς ἔτι ἐχόμενος μὲν ὑπὸ τῶν δεσμῶν, Ἡρακλῆς δὲ ἐς αὐτὸν ἦρται·
オイノマオスの娘ヒッポダメイアとその母、およびまだ枷に繋がれているプロメテウスがおり、彼に向かってヘラクレスが身を起こしている。
λέγεται γὰρ δὴ καὶ τόδε ἐς τὸν Ἡρακλέα, ὡς ἀποκτείναι μὲν τὸν ἀετὸν ὃς ἐν τῷ Καυκάσῳ τὸν Προμηθέα ἐλύπει, ἐξέλοιτο δὲ καὶ αὐτὸν Προμηθέα ἐκ τῶν δεσμῶν.
ヘラクレスについては次のようにも言われている、すなわちカウカソスでプロメテウスを苦しめていた鷲を彼が退治し、プロメテウス自身をも枷から救い出したと。
τελευταῖα δὲ ἐν τῇ γραφῇ Πενθεσίλειά τε ἀφιεῖσα τὴν ψυχὴν καὶ Ἀχιλλεὺς ἀνέχων ἐστὶν αὐτήν·
そしてその絵画の最後には、息を引き取ろうとしているペンテシレイアと、彼女を支えているアキレウスが描かれている。
καὶ Ἑσπερίδες δύο φέρουσι τὰ μῆλα ὧν ἐπιτετράφθαι λέγονται τὴν φρουράν.
また、二人のヘスペリデスが、その番を任されていると言われるリンゴを運んでいる。
Πάναινος μὲν δὴ οὗτος ἀδελφός τε ἦν Φειδίου καὶ αὐτοῦ καὶ Ἀθήνῃσιν ἐν Ποικίλῃ τὸ Μαραθῶνι ἔργον ἐστὶ γεγραμμένον.
このパナイノスはフェイディアス自身の兄弟であり、アテナイの彩色ポイキレ回廊においてマラトンの戦いを描いたのも彼である。
§5.11.7ἐπὶ δὲ τοῖς ἀνωτάτω τοῦ θρόνου πεποίηκεν ὁ Φειδίας ὑπὲρ τὴν κεφαλὴν τοῦ ἀγάλματος τοῦτο μὲν Χάριτας, τοῦτο δὲ Ὥρας, τρεῖς ἑκατέρας.
玉座の最上部、神像の頭の上には、フェイディアスは一方にはカリテスを、他方にはホライをそれぞれ三人ずつ作った。
εἶναι γὰρ θυγατέρας Διὸς καὶ ταύτας ἐν ἔπεσίν ἐστιν εἰρημένα·
これらもまたゼウスの娘たちであることが、詩の中に語られているからである。
Ὅμηρος δὲ ἐν Ἰλιάδι ἐποίησε τὰς Ὥρας καὶ ἐπιτετράφθαι τὸν οὐρανὸν καθάπερ τινὰς φύλακας βασιλέως αὐλῆς.
ホメロスは『イリアス』において、ホライがまるで王の宮殿の護衛たちのように天を任されているとした。
τὸ ὑπόθημα δὲ τὸ ὑπὸ τοῦ Διὸς τοῖς ποσίν, ὑπὸ τῶν ἐν τῇ Ἀττικῇ καλούμενον θρανίον, λέοντάς τε χρυσοῦς καὶ Θησέως ἐπειργασμένην ἔχει μάχην τὴν πρὸς Ἀμαζόνας, τὸ Ἀθηναίων πρῶτον ἀνδραγάθημα ἐς οὐχ ὁμοφύλους.
ゼウスの足の下の足台(アッティカの人々にはトラニオンと呼ばれているもの)は、金の獅子たちと、異民族に対するアテナイ人の最初の武勲である、テセウスのアマゾンたちとの戦闘の浮き彫りを有している。
§5.11.8ἐπὶ δὲ τοῦ βάθρου τοῦ τὸν θρόνον τε ἀνέχοντος καὶ ὅσος ἄλλος κόσμος περὶ τὸν Δία, ἐπὶ τούτου τοῦ βάθρου χρυσᾶ ποιήματα, ἀναβεβηκὼς ἐπὶ ἅρμα Ἤλιος καὶ Ζεύς τέ ἐστι καὶ Ἥρα, ἔτι δὲ Ἥφαιστος, παρὰ δὲ αὐτὸν Χάρις·
玉座を支え、またゼウスの周囲のすべての装飾をも支えている台座の上には、この台座の上に金の装飾があり、戦車に乗り込んだヘリオス、ゼウス、ヘラ、さらにヘパイストス、その隣にはカリスがいる。
ταύτης δὲ Ἑρμῆς ἔχεται, τοῦ Ἑρμοῦ δὲ Ἑστία·
彼女の隣にはヘルメスが、ヘルメスの隣にはヘスティアが続いている。
μετὰ δὲ τὴν Ἑστίαν Ἔρως ἐστὶν ἐκ θαλάσσης Ἀφροδίτην ἀνιοῦσαν ὑποδεχόμενος, τὴν δὲ Ἀφροδίτην στεφανοῖ Πειθώ·
ヘスティアの後には、海から昇ってくるアフロディテを迎えているエロスがおり、アフロディテにはペイトが冠を授けている。
ἐπείργασται δὲ καὶ Ἀπόλλων σὺν Ἀρτέμιδι Ἀθηνᾶ τε καὶ Ἡρακλῆς, καὶ ἤδη τοῦ βάθρου πρὸς τῷ πέρατι Ἀμφιτρίτη καὶ Ποσειδῶν Σελήνη τε ἵππον ἐμοὶ δοκεῖν ἐλαύνουσα.
また、アポロンがアルテミスとともに、さらにアテナとヘラクレスが施されており、台座の端に近いところにはアムピトリテとポセイドン、そして私には馬を駆っているように思われるセレネがいる。
τοῖς δέ ἐστιν εἰρημένα ἐφʼ ἡμιόνου τὴν θεὸν ὀχεῖσθαι καὶ οὐχ ἵππου, καὶ λόγον γέ τινα ἐπὶ τῷ ἡμιόνῳ λέγουσιν εὐήθη.
何人かの人々は、この女神は馬ではなく騾馬に乗っていると述べており、その騾馬について実に愚かしい話を語っている。
§5.11.9μέτρα δὲ τοῦ ἐν Ὀλυμπίᾳ Διὸς ἐς ὕψος τε καὶ εὖρος ἐπιστάμενος γεγραμμένα οὐκ ἐν ἐπαίνῳ θήσομαι τοὺς μετρήσαντας, ἐπεὶ καὶ τὰ εἰρημένα αὐτοῖς μέτρα πολύ τι ἀποδέοντά ἐστιν ἢ τοῖς ἰδοῦσι παρέστηκεν ἐς τὸ ἄγαλμα δόξα, ὅπου γε καὶ αὐτὸν τὸν θεὸν μάρτυρα ἐς τοῦ Φειδίου τὴν τέχνην γενέσθαι λέγουσιν.
オリンピアのゼウスの高さと幅について、記録されている寸法を私は知ってはいるが、測定した人々を称賛するつもりはない。 なぜなら、彼らの述べる寸法は、その像を見た人々に生じる印象に比べれば、はるかに及ばないからである。 実際、神ご自身もフェイディアスの技術の証人となられたと言われている。
ὡς γὰρ δὴ ἐκτετελεσμένον ἤδη τὸ ἄγαλμα ἦν, ηὔξατο ὁ Φειδίας ἐπισημῆναι τὸν θεὸν εἰ τὸ ἔργον ἐστὶν αὐτῷ κατὰ γνώμην·
すなわち、像がすでに完成した時、フェイディアスはこの作品がご意に沿うものであるならば、兆しを示してくださるよう神に祈った。
αὐτίκα δʼ ἐς τοῦτο τοῦ ἐδάφους κατασκῆψαι κεραυνόν φασιν, ἔνθα ὑδρία καὶ ἐς ἐμὲ ἐπίθημα ἦν ἡ χαλκῆ.
すると、ただちに床のこの場所に雷が落ちたと言われており、そこには私の時代まで青銅の水瓶とその蓋があった。
§5.11.10ὅσον δὲ τοῦ ἐδάφους ἐστὶν ἔμπροσθεν τοῦ ἀγάλματος, τοῦτο οὐ λευκῷ, μέλανι δὲ κατεσκεύασται τῷ λίθῳ·
像の前の床の部分は、白い石ではなく、黒い石で造られている。
περιθεῖ δὲ ἐν κύκλῳ τὸν μέλανα λίθου Παρίου κρηπίς, ἔρυμα εἶναι τῷ ἐλαίῳ τῷ ἐκχεομένῳ.
その黒い石の周囲をパロス島産の大理石の縁取りが取り囲んでおり、注がれるオリーブ油を受け止める仕切りとなっている。
ἔλαιον γὰρ τῷ ἀγάλματί ἐστιν ἐν Ὀλυμπίᾳ συμφέρον, καὶ ἔλαιόν ἐστι τὸ ἀπεῖργον μὴ γίνεσθαι τῷ ἐλέφαντι βλάβος διὰ τὸ ἑλῶδες τῆς Ἄλτεως.
なぜなら、オリンピアにおいてはオリーブ油が像に有益であり、アルティスが湿地であるために、象牙に損傷が生じるのを防ぐのはオリーブ油だからである。
ἐν ἀκροπόλει δὲ τῇ Ἀθηναίων τὴν καλουμένην Παρθένον οὐκ ἔλαιον, ὕδωρ δὲ τὸ ἐς τὸν ἐλέφαντα ὠφελοῦν ἐστιν·
これに対して、アテナイ人のアクロポリスにおける、いわゆるパルテノスにとっては、象牙に益をもたらすのはオリーブ油ではなく水である。
ἅτε γὰρ αὐχμηρᾶς τῆς ἀκροπόλεως οὔσης διὰ τὸ ἄγαν ὑψηλόν, τὸ ἄγαλμα ἐλέφαντος πεποιημένον ὕδωρ καὶ δρόσον τὴν ἀπὸ τοῦ ὕδατος ποθεῖ.
アクロポリスは非常に高いために乾燥しているため、象牙で作られた像は水と、その水から生じる湿気を求めるのである。
§5.11.11ἐν Ἐπιδαύρῳ δὲ ἐρομένου μου καθʼ ἥντινα αἰτίαν οὔτε ὕδωρ τῷ Ἀσκληπιῷ σφισιν οὔτε ἔλαιόν ἐστιν ἐγχεόμενον, ἐδίδασκόν με οἱ περὶ τὸ ἱερὸν ὡς καὶ τὸ ἄγαλμα τοῦ θεοῦ καὶ ὁ θρόνος ἐπὶ φρέατι εἴη πεποιημένα.
エピダウロスにおいて、なぜ彼らはアスクレピオスに水もオリーブ油も注がないのかと私が尋ねたところ、神殿の者たちは、神の像も玉座も井戸の上に造られているからだと私に教えてくれた。

語釈・文法注

  1. 5.11.6ὧν ἐπιτετράφθαι λέγονται τὴν φρουράν — 関係代名詞 `ὧν` は先行詞 `μῆλα`(リンゴ)を指す属格で、名詞 `τὴν φρουράν`(番、守護)を修飾する(「それらの見張りを」)。受動不定詞 `ἐπιτετράφθαι`(委ねられている)は「[人に][何かを]委ねる」という能動態 `ἐπιτρέπω` の二重対格構文が受動化したもので、本来の対格目的語が主語(ここでは `Ἑσπερίδες`)となり、もう一方の対格(`τὴν φρουράν`)がそのまま留まる保留対格となっている。
  2. 5.11.8ἐμοὶ δοκεῖν — 不定詞の絶対用法(絶対不定詞)であり、「私に思われるところでは」「私の見方では」という制限的な意味を表す挿入句として機能している。
  3. 5.11.9ἐπιστάμενος — 主節の主語(著者自身)に一致する現在分詞で、ここでは譲歩(「知ってはいるが」)の意味を表している。これに続く形容詞 `γεγραμμένα` は目的語の `μέτρα` に一致する形容詞的・分詞的用法の形容詞(「記録されている」)である。
  4. 5.11.11ἐρομένου μου — 属格独立構文(いわゆる絶対属格)で、文の主節の主語(`οἱ περὶ τὸ ἱερὸν`)とは異なる語(著者 `μου`)が分詞 `ἐρομένου` の意味上の主語となっている。ここでは時間を表す副詞節(「私が尋ねたとき」)のように機能している。

この箇所を引用する

パウサニアス, ギリシア案内記 §5.11.6-5.11.11. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0525.tlg001.humanitext-grc2:5.11.6-5.11.11

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。