§5.12.1ὅσοι δὲ ἀνθρώπων τὰ διὰ τοῦ στόματος ἐς τὸ ἐκτὸς ἐλέφασιν ἐξίσχοντα ὀδόντας τῶν θηρίων εἶναι καὶ οὐ κέρατα ἥγηνται, τούτοις ἔστιν ἀπιδεῖν μὲν ἐς τὰς ἄλκας, τὸ ἐν Κελτικῇ θηρίον, ἀπιδεῖν δὲ ἐς τοὺς Αἰθιοπικοὺς ταύρους· ἄλκαι μὲν γὰρ κέρατα ἐπὶ ταῖς ὀφρύσιν ἔχουσιν οἱ ἄρρενες, τὸ δὲ θῆλυ οὐ φύει τὸ παράπαν· οἱ δὲ Αἰθιοπικοὶ ταῦροι τὰ κέρατα φύουσιν ἐπὶ τῇ ῥινί.
凡是认为象口中向外伸出的东西是兽牙而非角的人,可以去看看驼鹿(一种生活在凯尔特地区的野兽),也可以去看看埃塞俄比亚公牛;因为雄性驼鹿的眉上长有角,而雌性则完全不长角;而埃塞俄比亚公牛的角则长在鼻子上。
τίς ἂν οὖν ποιήσαιτο ἔτι ἐν μεγάλῳ θαύματι διὰ στόματος ζῴῳ κέρατα ἐκφῦναι;
那么,谁还会对动物的角从口中长出感到大为惊奇呢?
§5.12.2πάρεστι δὲ ἀναδιδάσκεσθαι καὶ τοῖσδε ἔτι· κέρατα γὰρ κατὰ ἐτῶν περίοδον ἀπογίνεται καὶ αὖθις ἐκβλαστάνει ζῴοις, καὶ τοῦτο ἔλαφοί τε καὶ δορκάδες, ὡσαύτως δὲ καὶ οἱ ἐλέφαντες πεπόνθασιν.
而且,人们还可以通过以下事实得到进一步的启发:因为对于动物来说,角会随着一年的周期而脱落并重新生出,鹿、羚羊以及同样地,象也会经历这种情况。
ὀδοὺς δὲ οὐκ ἔστιν ὅτῳ δεύτερα παρέσται ζῴῳ τῶν γε ἤδη τελείων·
但是,在已经成年的动物中,没有任何一个动物会第二次长出牙齿。
εἰ δὲ ὀδόντες τὰ διὰ στόματος ἐξίσχοντα καὶ μὴ κέρατα ἦσαν, πῶς ἂν καὶ ἀνεφύοντο αὖθις;
如果从口中伸出的东西真的是牙齿而不是角,它们又怎么可能重新长出来呢?
οὐ μὴν οὐδὲ εἴκειν πυρὶ ἔχουσιν ὀδόντες φύσιν· κέρατα δὲ καὶ βοῶν καὶ ἐλεφάντων ἐς ὁμαλές τε ἐκ περιφεροῦς καὶ ἐς ἄλλα ὑπὸ πυρὸς ἄγεται σχήματα.
此外,牙齿不具有屈服于火的本性,而牛和象的角在火的作用下,可以从圆形变平,并被塑造成其他形状。
ποταμίοις γε μὴν ἵπποις καὶ ὑσὶν ἡ κάτωθεν γένυς τοὺς χαυλιόδοντας φέρει, κέρατα δὲ ἀναφυόμενα οὐχ ὁρῶμεν ἐκ γενύων·
然而,在河马和野猪中,下颌支撑着獠牙,但我们并未看到角从颌部生出。
§5.12.3ἐλέφαντι οὖν τὰ κέρατα ἴστω τις διὰ κροτάφων κατερχόμενα ἄνωθεν καὶ οὕτως ἐς τὸ ἐκτὸς ἐπιστρέφοντα.
因此,人们应当知道,象的角是从上方穿过太阳穴延伸下来,并以此方式向外弯曲的。
τοῦτο οὐκ ἀκοὴν γράφω, θεασάμενος δὲ ἐλέφαντος ἐν γῇ τῇ Καμπανῶν κρανίον ἐν Ἀρτέμιδος ἱερῷ· σταδίους δὲ ὡς τριάκοντα ἀπέχει μάλιστα Καπύης τὸ ἱερόν, αὕτη δὲ ἡ μητρόπολίς ἐστιν ἡ Καπύη τῶν Καμπανῶν.
我写下这些并非凭空传闻,而是在坎帕尼亚人土地上的一座阿耳忒弥斯神庙中,亲眼目睹了象的颅骨;该神庙距离卡普阿最多约三十斯塔迪翁,而卡普阿是坎帕尼亚人的母城。
ὁ μὲν δὴ ἐλέφας παρὰ τὰ λοιπὰ ζῷα διάφορον καὶ τὴν ἔκφυσιν παρέχεται τῶν κεράτων, ὥσπερ γε καὶ τὸ μέγεθός ἐστιν αὐτῷ καὶ εἶδος οὐδὲν ἐοικότα ἑτέρῳ θηρίῳ· φιλότιμοι δὲ ἐς τὰ μάλιστά μοι καὶ ἐς θεῶν τιμὴν οὐ φειδωλοὶ χρημάτων γενέσθαι δοκοῦσιν οἱ Ἕλληνες, οἷς γε παρὰ Ἰνδῶν ἤγετο καὶ ἐξ Αἰθιοπίας ἐλέφας ἐς ποίησιν ἀγαλμάτων.
的确,象在角的生长方式上呈现出与其他动物不同的特征,正如其体型和外貌完全不似任何其他野兽一样;在我看来,希腊人极具进取心,且为了神明的荣耀毫不吝惜金钱,因为正是为了他们,象牙才从印度和埃塞俄比亚被运来用于制作神像。
§5.12.4ἐν δὲ Ὀλυμπίᾳ παραπέτασμα ἐρεοῦν κεκοσμημένον ὑφάσμασιν Ἀσσυρίοις καὶ βαφῇ πορφύρας τῆς Φοινίκων ἀνέθηκεν Ἀντίοχος, οὗ δὴ καὶ ὑπὲρ τοῦ θεάτρου τοῦ Ἀθήνῃσιν ἡ αἰγὶς ἡ χρυσῆ καὶ ἐπʼ αὐτῆς ἡ Γοργώ ἐστιν ἀναθήματα.
在奥林匹亚,安条克献纳了一面用阿述织物和腓尼基紫红色染料装饰的羊毛帷幔,雅典剧院上方的金色埃癸斯以及其上的戈耳工也是他所献纳的。
τοῦτο οὐκ ἐς τὸ ἄνω τὸ παραπέτασμα πρὸς τὸν ὄροφον ὥσπερ γε ἐν Ἀρτέμιδος τῆς Ἐφεσίας ἀνέλκουσι, καλῳδίοις δὲ ἐπιχαλῶντες καθιᾶσιν ἐς τὸ ἔδαφος.
他们并不像在以弗所的阿耳忒弥斯神庙中那样将帷幔向上拉至屋顶,而是通过松开绳索将其降至地面。
§5.12.5ἀναθήματα δὲ ὁπόσα ἔνδον ἢ ἐν τῷ προνάῳ κεῖται, θρόνος ἐστὶν Ἀριμνήστου βασιλεύσαντος ἐν Τυρσηνοῖς, ὃς πρῶτος βαρβάρων ἀναθήματι τὸν ἐν Ὀλυμπίᾳ Δία ἐδωρήσατο, καὶ ἵπποι Κυνίσκας χαλκοῖ, σημεῖα Ὀλυμπικῆς νίκης· οὗτοι μέγεθος μὲν ἀποδέουσιν ἵππων, ἑστήκασι δὲ ἐν τῷ προνάῳ τοῖς ἐσιοῦσιν ἐν δεξιᾷ.
至于摆放在内部或前殿的所有献纳物,有曾统治泰尔塞尼亚人的阿里姆涅斯特斯的王座,他是异族人中第一个向奥林匹亚的宙斯赠送献纳物的人,还有库尼丝卡的青铜马,这是奥林匹克胜利的标志;这些马的体型小于一般的马,它们立在前殿,位于入内之人的右手边。
κεῖται δὲ καὶ τρίπους ἐπίχαλκος, ἐφʼ οὗ πρὶν ἢ τὴν τράπεζαν ποιηθῆναι προετίθεντο τοῖς νικῶσιν οἱ στέφανοι.
那里还放着一个镀青铜的三脚鼎,在制作桌子之前,胜者的冠冕就是放在上面的。
§5.12.6βασιλέων δὲ ἀνδριάντας, Ἀδριανοῦ μὲν αἱ ἐς τὸ Ἀχαϊκὸν τελοῦσαι πόλεις ἀνέθεσαν Παρίου λίθου, Τραϊανοῦ δὲ οἱ πάντες Ἕλληνες.
在皇帝的雕像中,哈德良的雕像是隶属于阿卡亚同盟的诸城市用帕罗斯大理石献纳的,而图拉真的是由全体希腊人献纳的。
οὗτος προσεκτήσατο ὁ βασιλεὺς Γέτας τοὺς ὑπὲρ Θρᾴκης Ὀσρόῃ τε τῷ ἀπογόνῳ τῷ Ἀρσάκου καὶ Πάρθοις ἐπολέμησεν· ὁπόσα δὲ ἐς ἔργων ἔχει οἱ κατασκευήν, ἀξιολογώτατά ἐστι λουτρὰ ἐπώνυμα αὐτοῦ καὶ θέατρον μέγα κυκλοτερὲς πανταχόθεν καὶ οἰκοδόμημα ἐς ἵππων δρόμους προῆκον καὶ ἐς δύο σταδίων μῆκος, καὶ ἡ Ῥωμαίων ἀγορὰ κόσμου τε ἕνεκα τοῦ λοιποῦ θέας ἀξία καὶ μάλιστα ἐς τὸν ὄροφον χαλκοῦ πεποιημένον.
这位皇帝征服了色雷斯北部的盖塔人,并与阿尔萨克斯的后代奥斯罗埃斯以及安息人作战;在所有由他建造的作品中,最值得注意的是以他名字命名的浴场、一个四周完全呈圆形的大剧场、一个延伸达两斯塔迪翁长的赛马场建筑,以及罗马广场,因其其他的装饰,特别是因其用青铜制成的天花板,非常值得一观。
§5.12.7αἱ δὲ εἰκόνες αἱ τοῖς κατασκευάσμασι τοῖς περιφερέσιν ἐγκείμεναι, ἡ μὲν τοῦ ἠλέκτρου βασιλέως Ῥωμαίων ἐστὶν Αὐγούστου, ἡ δὲ τοῦ ἐλέφαντος βασιλέως Νικομήδους ἐλέγετο εἶναι Βιθυνῶν.
至于安置在圆形建筑中的肖像,琥珀制成的是罗马皇帝奥古斯都的,而象牙制成的据说是比提尼亚人的国王尼科梅德斯的。
ἀπὸ τούτου δὲ καὶ τῇ μεγίστῃ τῶν ἐν Βιθυνίᾳ πόλεων μετεβλήθη τὸ ὄνομα, Ἀστακῷ τὰ πρὸ τούτου καλουμένῃ· τὰ δὲ ἐξ ἀρχῆς αὐτῇ Ζυποίτης ἐγένετο οἰκιστής, Θρᾷξ γένος εἰκάζοντί γε ἀπὸ τοῦ ὀνόματος.
因这位国王,比提尼亚最大城市的名字也发生了更改,在此之前该城被称为阿斯塔科斯;但从最开始,济波伊特斯是其奠基人,从名字来推测他属于色雷斯族。
τὸ δὲ ἤλεκτρον τοῦτο οὗ τῷ Αὐγούστῳ πεποίηνται τὴν εἰκόνα, ὅσον μὲν αὐτόματον ἐν τοῦ Ἠριδανοῦ ταῖς ψάμμοις εὑρίσκεται, σπανίζεται τὰ μάλιστα καὶ ἀνθρώπῳ τίμιον πολλῶν ἐστιν ἕνεκα· τὸ δὲ ἄλλο ἤλεκτρον ἀναμεμιγμένος ἐστὶν ἀργύρῳ χρυσός.
制作奥古斯都肖像的这种琥珀,自然地在埃里达努斯河的沙子中被发现的那些极为稀少,且因多种原因对人类而言十分珍贵;而另一种“琥珀”则是金与银混合的合金。
§5.12.8ἐν δὲ τῷ ἐν Ὀλυμπίᾳ ναῷ Νέρωνος ἀναθήματα τρεῖς μὲν ἐς κοτίνου φύλλα στέφανοι, τέταρτος δὲ ἐς δρυός ἐστι μεμιμημένος· κεῖνται δὲ αὐτόθι καὶ ἀσπίδες χαλκαῖ πέντε καὶ εἴκοσι, τοῖς ὁπλιτεύουσιν εἶναι φορήματα ἐς τὸν δρόμον.
在奥林匹亚的神庙里,尼禄的献纳物是三个模仿野生橄榄叶的冠冕,第四个是模仿橡树叶制成的;那里还放着二十五面青铜盾牌,是给重装步兵在跑步竞赛中携带的。
στῆλαι δὲ ἄλλαι τε ἑστήκασι καὶ ἡ πρὸς Ἀθηναίους καὶ Ἀργείους τε καὶ Μαντινέας ἔχουσα ὅρκον παρὰ Ἠλείων ἐς συμμαχίαν ἐτῶν ἑκατόν.
此外还立着其他的石碑,其中一幅刻有伊利斯人与雅典人、阿耳戈斯人以及万提内亚人结成百年同盟的盟誓。