§5.11.1καθέζεται μὲν δὴ ὁ θεὸς ἐν θρόνῳ χρυσοῦ πεποιημένος καὶ ἐλέφαντος· στέφανος δὲ ἐπίκειταί οἱ τῇ κεφαλῇ μεμιμημένος ἐλαίας κλῶνας.
神は金と象牙で作られて玉座に座っており、その頭にはオリーブの枝を模した冠が載せられている。
ἐν μὲν δὴ τῇ δεξιᾷ φέρει Νίκην ἐξ ἐλέφαντος καὶ ταύτην καὶ χρυσοῦ, ταινίαν τε ἔχουσαν καὶ ἐπὶ τῇ κεφαλῇ στέφανον·
右手には、これ自体もまた象牙と金で作られたニケを載せており、彼女は帯を持ち、頭に冠をかぶっている。
τῇ δὲ ἀριστερᾷ τοῦ θεοῦ χειρὶ ἔνεστι σκῆπτρον μετάλλοις τοῖς πᾶσιν ἠνθισμένον, ὁ δὲ ὄρνις ὁ ἐπὶ τῷ σκήπτρῳ καθήμενός ἐστιν ὁ ἀετός.
神の左手には、あらゆる金属をちりばめた笏が握られており、その笏の上に留まっている鳥は鷲である。
χρυσοῦ δὲ καὶ τὰ ὑποδήματα τῷ θεῷ καὶ ἱμάτιον ὡσαύτως ἐστί·
神の履物も金でできており、衣も同様である。
τῷ δὲ ἱματίῳ ζῴδιά τε καὶ τῶν ἀνθῶν τὰ κρίνα ἐστὶν ἐμπεποιημένα.
その衣には、小さな動物たちや、花々のうちでも百合が施されている。
§5.11.2ὁ δὲ θρόνος ποικίλος μὲν χρυσῷ καὶ λίθοις, ποικίλος δὲ καὶ ἐβένῳ τε καὶ ἐλέφαντί ἐστι·
玉座は、金と宝石によって多彩に飾られ、また黒檀と象牙によっても多彩に飾られている。
καὶ ζῷά τε ἐπʼ αὐτοῦ γραφῇ μεμιμημένα καὶ ἀγάλματά ἐστιν εἰργασμένα.
その上には、絵画によって表された動物たちや、彫刻された像が施されている。
Νῖκαι μὲν δὴ τέσσαρες χορευουσῶν παρεχόμεναι σχῆμα κατὰ ἕκαστον τοῦ θρόνου τὸν πόδα, δύο δέ εἰσιν ἄλλαι πρὸς ἑκάστου πέζῃ ποδός.
4人のニケたちが、踊る女性たちの姿を示しながら玉座のそれぞれの脚のところに位置しており、さらに他の二人のニケが、それぞれの脚の根元にいる。
τῶν ποδῶν δὲ ἑκατέρῳ τῶν ἔμπροσθεν παῖδές τε ἐπίκεινται Θηβαίων ὑπὸ σφιγγῶν ἡρπασμένοι καὶ ὑπὸ τὰς σφίγγας Νιόβης τοὺς παῖδας Ἀπόλλων κατατοξεύουσι καὶ Ἄρτεμις.
前方の脚の双方の上には、スフィンクスたちによって連れ去られるテーバイ人の子供たちが載せられており、スフィンクスたちの下では、アポロンとアルテミスがニオベの子供たちを射殺している。
§5.11.3τῶν δὲ τοῦ θρόνου μεταξὺ ποδῶν τέσσαρες κανόνες εἰσίν, ἐκ ποδὸς ἐς πόδα ἕτερον διήκων ἕκαστος.
玉座の脚の間には4本の横木があり、各々が一つの脚から別の脚へと渡されている。
τῷ μὲν δὴ κατʼ εὐθὺ τῆς ἐσόδου κανόνι, ἑπτά ἐστιν ἀγάλματα ἐπʼ αὐτῷ, τὸ γὰρ ὄγδοον ἐξ αὐτῶν οὐκ ἴσασι τρόπον ὅντινα ἐγένετο ἀφανές·
入り口の正面にある横木には、その上に7つの像がある。 というのも、それらのうちの8番目については、どのようにして消え失せてしまったのか彼らも知らないからである。
εἴη δʼ ἂν ἀγωνισμάτων ἀρχαίων ταῦτα μιμήματα, οὐ γάρ πω τὰ ἐς τοὺς παῖδας ἐπὶ ἡλικίας ἤδη καθειστήκει τῆς Φειδίου.
これらは古代の競技の表現であろう。 なぜなら、少年たちのための競技は、フェイディアスの時代にはまだ制定されていなかったからである。
τὸν δὲ αὑτὸν ταινίᾳ τὴν κεφαλὴν ἀναδούμενον ἐοικέναι τὸ εἶδος Παντάρκει λέγουσι, μειράκιον δὲ Ἠλεῖον τὸν Παντάρκη παιδικὰ εἶναι τοῦ Φειδίου·
自分自身で頭に帯を結んでいる少年は、容姿においてパンタルケスに似ていると言われており、このエリスの若者パンタルケスはフェイディアスの愛童であった。
ἀνείλετο δὲ καὶ ἐν παισὶν ὁ Παντάρκης πάλης νίκην Ὀλυμπιάδι ἕκτῃ πρὸς ταῖς ὀγδοήκοντα.
パンタルケスは第86回オリンピア期に、少年レスリングにおいて勝利を獲得した。
§5.11.4ἐπὶ δὲ τῶν κανόνων τοῖς λοιποῖς ὁ λόχος ἐστὶν ὁ σὺν Ἡρακλεῖ μαχόμενος πρὸς Ἀμαζόνας·
他の横木の上には、ヘラクレスとともにアマゾンたちと戦う軍勢が描かれている。
ἀριθμὸς μὲν δὴ συναμφοτέρων ἐς ἐννέα ἐστὶ καὶ εἴκοσι, τέτακται δὲ καὶ Θησεὺς ἐν τοῖς συμμάχοις τῷ Ἡρακλεῖ.
双方を合わせた人数は29名に達し、ヘラクレスの味方のうちにはテセウスも加わっている。
ἀνέχουσι δὲ οὐχ οἱ πόδες μόνοι τὸν θρόνον, ἀλλὰ καὶ κίονες ἴσοι τοῖς ποσὶ μεταξὺ ἑστηκότες τῶν ποδῶν.
脚だけが玉座を支えているのではなく、脚と同じ大きさの支柱が、脚の間に立っている。
ὑπελθεῖν δὲ οὐχ οἷόν τέ ἐστιν ὑπὸ τὸν θρόνον, ὥσπερ γε καὶ ἐν Ἀμύκλαις ἐς τὰ ἐντὸς τοῦ θρόνου παρερχόμεθα·
玉座の下に入ることは不可能である。
ἐν Ὀλυμπίᾳ δὲ ἐρύματα τρόπον τοίχων πεποιημένα τὰ ἀπείργοντά ἐστι.
アミュクライにおいて私たちが玉座の内側へと通り抜けることができるのとは異なり、オリンピアでは、壁のような形で作られた仕切りが立ち入りを遮っている。
§5.11.5τούτων τῶν ἐρυμάτων ὅσον μὲν ἀπαντικρὺ τῶν θυρῶν ἐστιν, ἀλήλιπται κυανῷ μόνον, τὰ δὲ λοιπὰ αὐτῶν παρέχεται Παναίνου γραφάς.
これらの仕切りのうち、扉の正向かいにある部分は青い絵の具だけで塗られているが、それらの残りの部分はパナイノスの絵画を見せている。
ἐν δὲ αὐταῖς ἔστι μὲν οὐρανὸν καὶ γῆν Ἄτλας ἀνέχων, παρέστηκε δὲ καὶ Ἡρακλῆς ἐκδέξασθαι τὸ ἄχθος ἐθέλων τοῦ Ἄτλαντος, ἔτι δὲ Θησεύς τε καὶ Πειρίθους καὶ Ἑλλάς τε καὶ Σαλαμὶς ἔχουσα ἐν τῇ χειρὶ τὸν ἐπὶ ταῖς ναυσὶν ἄκραις ποιούμενον κόσμον, Ἡρακλέους τε τῶν ἀγωνισμάτων τὸ ἐς τὸν λέοντα τὸν ἐν Νεμέᾳ καὶ τὸ ἐς Κασσάνδραν παρανόμημα Αἴαντος,
その中には、天と地を支えるアトラスが描かれており、傍らにはアトラスの重荷を引き受けようと望むヘラクレスも立っている。 さらにテセウスとペイリトオス、そしてヘラスと、船尾の端に施される装飾を手にしたサラミスがいる。 また、ヘラクレスの試練のうちネメアのライオンに対するもの、そしてアイアスによるカッサンドラに対する不法行為が描かれている。