§5.10.6τὰ δὲ ἐν τοῖς ἀετοῖς, ἔστιν ἔμπροσθεν Πέλοπος ἡ πρὸς Οἰνόμαον τῶν ἵππων ἅμιλλα ἔτι μέλλουσα καὶ τὸ ἔργον τοῦ δρόμου παρὰ ἀμφοτέρων ἐν παρασκευῇ.
破風にあるものとしては、前方に、ペロプスとオイノマオスの間の、まだこれから始まろうとする馬の競走があり、双方による競走の営みは準備中である。
Διὸς δὲ ἀγάλματος κατὰ μέσον πεποιημένου μάλιστα τὸν ἀετόν, ἔστιν Οἰνόμαος ἐν δεξιᾷ τοῦ Διὸς ἐπικείμενος κράνος τῇ κεφαλῇ, παρὰ δὲ αὐτὸν γυνὴ Στερόπη, θυγατέρων καὶ αὕτη τῶν Ἄτλαντος·
ゼウスの像が破風のほぼ中央に作られており、ゼウスの右側には、頭に兜をかぶったオイノマオスがおり、その傍らには、やはりアトラスの娘たちの一人である妻のステロペがいる。
Μυρτίλος δέ, ὃς ἤλαυνε τῷ Οἰνομάῳ τὸ ἅρμα, κάθηται πρὸ τῶν ἵππων, οἱ δέ εἰσιν ἀριθμὸν οἱ ἵπποι τέσσαρες.
オイノマオスのために戦車を駆っていたミルティロスは、馬たちの前に座っており、馬は数にして4頭である。
μετὰ δὲ αὐτόν εἰσιν ἄνδρες δύο·
彼(ミルティロス)の後ろには二人の男がいる。
ὀνόματα μέν σφισιν οὐκ ἔστι, θεραπεύειν δὲ ἄρα τοὺς ἵππους καὶ τούτοις προσετέτακτο ὑπὸ τοῦ Οἰνομάου.
彼らには名前はないが、やはり馬の世話をすることが、これら二人にもオイノマオスによって命じられていたのである。
§5.10.7πρὸς αὐτῷ δὲ κατάκειται τῷ πέρατι Κλάδεος·
まさにその端にはクラデオスが横たわっている。
ἔχει δὲ καὶ ἐς τὰ ἄλλα παρʼ Ἠλείων τιμὰς ποταμῶν μάλιστα μετά γε Ἀλφειόν.
彼は他の点でも、エリス人たちから河川の中で、アルフェイオスに次いで最も多くの誉れを受けている。
τὰ δὲ ἐς ἀριστερὰ ἀπὸ τοῦ Διὸς ὁ Πέλοψ καὶ Ἱπποδάμεια καὶ ὅ τε ἡνίοχός ἐστι τοῦ Πέλοπος καὶ ἵπποι δύο τε ἄνδρες, ἱπποκόμοι δὴ καὶ οὗτοι τῷ Πέλοπι.
ゼウスから見て左側には、ペロプス、ヒッポだメイア、ペロプスの御者、馬たち、そして二人の男がおり、彼らもやはりペロプスのための馬丁である。
καὶ αὖθις ὁ ἀετὸς κάτεισιν ἐς στενόν, καὶ κατὰ τοῦτο Ἀλφειὸς ἐπʼ αὐτοῦ πεποίηται.
そして再び破風は狭いところへと下っていき、この箇所に、アルフェイオスがその上に作られている。
τῷ δὲ ἀνδρὶ ὃς ἡνιοχεῖ τῷ Πέλοπι λόγῳ μὲν τῷ Τροιζηνίων ἐστὶν ὄνομα Σφαῖρος, ὁ δὲ ἐξηγητὴς ἔφασκεν ὁ ἐν Ὀλυμπίᾳ Κίλλαν εἶναι.
ペロプスのために御者を務める男には、トロイゼン人たちの説によればスファイロスという名があるが、オリンピアの案内人はキラスであると言っていた。
§5.10.8τὰ μὲν δὴ ἔμπροσθεν ἐν τοῖς ἀετοῖς ἐστι Παιωνίου, γένος ἐκ Μένδης τῆς Θρᾳκίας, τὰ δὲ ὄπισθεν αὐτῶν Ἀλκαμένους, ἀνδρὸς ἡλικίαν τε κατὰ Φειδίαν καὶ δευτερεῖα ἐνεγκαμένου σοφίας ἐς ποίησιν ἀγαλμάτων.
破風の前方にあるものは、トラキアのメンデ出身のパイオニオスの作であり、後方のものはアルカメネスの作である。 アルカメネスは、年代としてはフェイディアスの時代の人であり、彫像制作の技量においては二番目の栄誉を得た男である。
τὰ δὲ ἐν τοῖς ἀετοῖς ἐστιν αὐτῷ Λαπιθῶν ἐν τῷ Πειρίθου γάμῳ πρὸς Κενταύρους ἡ μάχη.
彼の作である破風にあるものは、ペイリトオスの結婚式における、ラピタイ人とケンタウロスたちとの戦いである。
κατὰ μὲν δὴ τοῦ ἀετοῦ τὸ μέσον Πειρίθους ἐστίν·
破風の中央にはペイリトオスがいる。
παρὰ δὲ αὐτὸν τῇ μὲν Εὐρυτίων ἡρπακὼς τὴν γυναῖκά ἐστι τοῦ Πειρίθου καὶ ἀμύνων Καινεὺς τῷ Πειρίθῳ, τῇ δὲ Θησεὺς ἀμυνόμενος πελέκει τοὺς Κενταύρους·
その傍らの、一方には、ペイリトオスの妻を奪い去ったエウリュティオンと、ペイリトオスを助けているカイネウスがおり、他方には、斧でケンタウロスたちから身を守っているテセウスがいる。
Κένταυρος δὲ ὁ μὲν παρθένον, ὁ δὲ παῖδα ἡρπακώς ἐστιν ὡραῖον.
ケンタウロスのうち、一方は乙女を、他方は美しい少年を奪い去っている。
ἐποίησε δὲ ἐμοὶ δοκεῖν ταῦτα ὁ Ἀλκαμένης, Πειρίθουν τε εἶναι Διὸς ἐν ἔπεσι τοῖς Ὁμήρου δεδιδαγμένος καὶ Θησέα ἐπιστάμενος ὡς εἴη τέταρτος ἀπὸ Πέλοπος.
私の考えでは、アルカメネスがこれらを作ったのは、ペイリトオスがゼウスの息子であることをホメロスの詩から学んでおり、またテセウスがペロプスから4代目の子孫であることを知っていたからである。
§5.10.9ἔστι δὲ ἐν Ὀλυμπίᾳ καὶ Ἡρακλέους τὰ πολλὰ τῶν ἔργων.
またオリンピアには、ヘラクレスの功業の多くもある。
ὑπὲρ μὲν τοῦ ναοῦ πεποίηται τῶν θυρῶν ἡ ἐξ Ἀρκαδίας ἄγρα τοῦ ὑὸς καὶ τὰ πρὸς Διομήδην τὸν Θρᾷκα καὶ ἐν Ἐρυθείᾳ πρὸς Γηρυόνην, καὶ Ἄτλαντός τε τὸ φόρημα ἐκδέχεσθαι μέλλων καὶ τῆς κόπρου καθαίρων τὴν γῆν ἐστιν Ἠλείοις·
神殿の扉の上には、アルカディアからの猪の捕獲、トラキア人ディオメデスに対するもの、エリュテイアにおけるゲリュオネスに対するもの、アトラスの重荷を引き受けようとしている姿、そしてエリス人たちのために土地を糞から清めている姿が作られている。
ὑπὲρ δὲ τοῦ ὀπισθοδόμου τῶν θυρῶν τοῦ ζωστῆρος τὴν Ἀμαζόνα ἐστὶν ἀφαιρούμενος καὶ τὰ ἐς τὴν ἔλαφον καὶ τὸν ἐν Κνωσσῷ ταῦρον καὶ ὄρνιθας τὰς ἐπὶ Στυμφήλῳ καὶ ἐς ὕδραν τε καὶ τὸν ἐν τῇ γῇ τῇ Ἀργείᾳ λέοντα.
後室の扉の上には、アマゾンから帯を奪い取っている姿、雌鹿に関するもの、クノッソスの牡牛、ステュンパロスの鳥たち、ヒュドラに関するもの、そしてアルゴス地方のライオンに対するものがある。
§5.10.10τὰς θύρας δὲ ἐσιόντι τὰς χαλκᾶς, ἔστιν ἐν δεξιᾷ πρὸ τοῦ κίονος Ἴφιτος ὑπὸ γυναικὸς στεφανούμενος Ἐκεχειρίας, ὡς τὸ ἐλεγεῖον τὸ ἐπʼ αὐτοῖς φησιν.
青銅の扉を入る者にとって、右側の柱の前には、エケケイリアという女によって冠を授けられているイフィトスがいる。 彼らの上に刻まれたエレゲイア詩がそう言っている通りである。
ἑστήκασι δὲ καὶ ἐντὸς τοῦ ναοῦ κίονες, καὶ στοαί τε ἔνδον ὑπερῷοι καὶ πρόσοδος διʼ αὐτῶν ἐπὶ τὸ ἄγαλμά ἐστι.
神殿の内部にも柱が立っており、中には2階の回廊があり、それらを通って神像へと至る通路がある。
πεποίηται δὲ καὶ ἄνοδος ἐπὶ τὸν ὄροφον σκολιά.
また、屋根へと上る曲がりくねった階段も作られている。