Humanitext Reader

保萨尼亚斯 · 希腊志 §5.10.1-5.10.5

阿尔蒂斯与奥林匹亚宙斯神殿的建筑

第 196 段,共 465 段 · 希腊语

内容简介

作者解释了宙斯神殿及其神圣树林阿尔蒂斯名称的由来,详细描绘了神殿的尺寸、建筑师、石制瓦片的起源,以及装饰神殿的各种雕像与历史奉纳物(如金盾)。

§5.10.1πολλὰ μὲν δὴ καὶ ἄλλα ἴδοι τις ἂν ἐν Ἕλλησι, τὰ δὲ καὶ ἀκούσαι θαύματος ἄξια· μάλιστα δὲ τοῖς Ἐλευσῖνι δρωμένοις καὶ ἀγῶνι τῷ ἐν Ὀλυμπίᾳ μέτεστιν ἐκ θεοῦ φροντίδος.
\n在希腊人中,确实有许多其他引人注目、令人听闻而值得惊叹的事物;但尤其是艾留西斯所举行的仪式和奥林匹亚的竞技会,得到了神明的特别眷顾。
τὸ δὲ ἄλσος τὸ ἱερὸν τοῦ Διὸς παραποιήσαντες τὸ ὄνομα Ἄλτιν ἐκ παλαιοῦ καλοῦσι· καὶ δὴ καὶ Πινδάρῳ ποιήσαντι ἐς ἄνδρα Ὀλυμπιονίκην ᾆσμα Ἄλτις ἐπωνόμασται τὸ χωρίον.
至于宙斯的神圣树林,人们自古以来就稍稍改变其名称,称之为阿尔蒂斯;事实上,对于曾为一位奥林匹克获胜者创作赞歌的平达来说,这个地方也被称为阿尔蒂斯。
§5.10.2ἐποιήθη δὲ ὁ ναὸς καὶ τὸ ἄγαλμα τῷ Διὶ ἀπὸ λαφύρων, ἡνίκα Πίσαν οἱ Ἠλεῖοι καὶ ὅσον τῶν περιοίκων ἄλλο συναπέστη Πισαίοις πολέμῳ καθεῖλον.
\n\n神殿和宙斯神像是由战利品建造成的,当时伊利斯人在战争中摧毁了比萨以及与比萨人一同起义的所有其他周边居民。
Φειδίαν δὲ τὸν ἐργασάμενον τὸ ἄγαλμα εἶναι καὶ ἐπίγραμμά ἐστιν ἐς μαρτυρίαν ὑπὸ τοῦ Διὸς γεγραμμένον τοῖς ποσί· " Φειδίας Χαρμίδου υἱὸς Ἀθηναῖός μʼ ἐποίησε.
关于制作神像的人是菲迪亚斯,也有宙斯脚下刻写的碑文作为见证:\n“\n哈尔米德斯的儿子、雅典人菲迪亚斯制作了我。
" τοῦ ναοῦ δὲ Δώριος μέν ἐστιν ἡ ἐργασία, τὰ δὲ ἐκτὸς περίστυλός ἐστι· §5.10.3πεποίηται δὲ ἐπιχωρίου πώρου.
\n”\n神殿的建筑风格是多立克式的,外部呈列柱式;\n\n它是用当地的贝壳石灰岩建造成的。
ὕψος μὲν δὴ αὐτοῦ τὸ ἐς τὸν ἀετὸν ἀνῆκον, εἰσίν οἱ ὀκτὼ πόδες καὶ ἑξήκοντα, εὖρος δὲ πέντε καὶ ἐνενήκοντα, τὰ δὲ ἐς μῆκος τριάκοντά τε καὶ διακόσιοι· τέκτων δὲ ἐγένετο αὐτοῦ Λίβων ἐπιχώριος.
它的高度,即达到山墙的部分,为六十八英尺,宽度为九十五英尺,长度为二百三十英尺;其建筑师是当地人里邦。
κέραμος δὲ οὐ γῆς ὀπτῆς ἐστιν, ἀλλὰ κεράμου τρόπον λίθος ὁ Πεντελῆσιν εἰργασμένος·
瓦片不是烧制粘土的,而是以瓦片形式加工的彭特利孔石。
τὸ δὲ εὕρημα ἀνδρὸς Ναξίου λέγουσιν εἶναι Βύζου, οὗ φασιν ἐν Νάξῳ τὰ ἀγάλματα ἐφʼ ὧν ἐπίγραμμα εἶναι " Νάξιος Εὔεργός με γένει Λητοῦς πόρε, Βύζεω παῖς, ὃς πρώτιστος τεῦξε λίθου κέραμον.
人们说这个发明属于一个纳克索斯人比泽斯,据说纳克索斯有他制作的雕像,上面刻着这样的碑文:\n“\n纳克索斯人埃乌埃尔戈斯,比泽斯之子,将我献给勒托的后代,他是第一个用石头制作瓦片的人。
" ἡλικίαν δὲ ὁ Βύζης οὗτος κατὰ Ἀλυάττην ἦν τὸν Λυδὸν καὶ Ἀστυάγην τὸν Κυαξάρου βασιλεύοντα ἐν Μήδοις.
\n”\n在年龄上,这个比泽斯与吕底亚人阿吕阿提斯,以及在米底人中统治的库阿克萨列斯之子阿斯提阿格斯处于同一时代。
§5.10.4ἐν δὲ Ὀλυμπίᾳ λέβης ἐπίχρυσος ἐπὶ ἑκάστῳ τοῦ ὀρόφου τῷ πέρατι ἐπίκειται καὶ Νίκη κατὰ μέσον μάλιστα ἕστηκε τὸν ἀετόν, ἐπίχρυσος καὶ αὕτη.
\n\n在奥林匹亚,神殿屋顶的每个边缘都放着一个镀金的大锅,一个胜利女神立在山墙的大致中央,她也是镀金的。
ὑπὸ δὲ τῆς Νίκης τὸ ἄγαλμα ἀσπὶς ἀνάκειται χρυσῆ, Μέδουσαν τὴν Γοργόνα ἔχουσα ἐπειργασμένην.
在胜利女神像下方,奉纳着一面金盾,上面雕刻着戈耳工美杜莎。
τὸ ἐπίγραμμα δὲ τὸ ἐπὶ τῇ ἀσπίδι τούς τε ἀναθέντας δηλοῖ καὶ καθʼ ἥντινα αἰτίαν ἀνέθεσαν· λέγει γὰρ δὴ οὕτω· " ναὸς μὲν φιάλαν χρυσέαν ἔχει, ἐκ δὲ Τανάγρας τοὶ Λακεδαιμόνιοι συμμαχία τʼ ἀνέθεν δῶρον ἀπʼ Ἀργείων καὶ Ἀθαναίων καὶ Ἰώνων, τὰν δεκάταν νίκας εἵνεκα τῶ πολέμω.
盾牌上的碑文表明了奉纳者以及他们奉纳的原因;它确实是这样写的:\n“\n神殿拥有一只金碗,拉刻代蒙人及其同盟在塔纳格拉,从阿耳戈斯人、雅典人和伊奥尼亚人那里获得,为战争的胜利奉纳了这件十分之一的礼物。
" ταύτης τῆς μάχης μνήμην καὶ ἐν τῇ Ἀτθίδι ἐποιησάμην συγγραφῇ, τὰ Ἀθήνῃσιν ἐπεξιὼν μνήματα.
\n”\n这场战役,我在叙述雅典的纪念碑时,也在我的《阿提卡志》中提到了。
§5.10.5τοῦ δὲ ἐν Ὀλυμπίᾳ ναοῦ τῆς ὑπὲρ τῶν κιόνων περιθεούσης ζώνης κατὰ τὸ ἐκτὸς ἀσπίδες εἰσὶν ἐπίχρυσοι μία καὶ εἴκοσιν ἀριθμόν, ἀνάθημα στρατηγοῦ Ῥωμαίων Μομμίου κρατήσαντος Ἀχαιῶν πολέμῳ καὶ Κόρινθόν τε ἑλόντος καὶ Κορινθίους τοὺς Δωριέας ποιήσαντος ἀναστάτους.
\n\n在奥林匹亚神殿柱子上方环绕的带子外侧,有二十一面镀金的盾牌,这是罗马将军穆米乌斯的奉纳物,他在战争中击败了阿开亚人,攻占了科林斯,并使多利安人的科林斯人流离失所。

词汇与语法注释

  1. §5.10.1ἴδοι τις ἂν ... τὰ δὲ καὶ ἀκούσαι — 潜在希求法 `ἴδοι ἂν` 与 `ἀκούσαι`(后者或共享质词 `游`,或独立表示潜在希求)相并列。`tὰ δὲ` 保留了关系代词的古老用法,在此起到限制或对比修饰前文 `πολλὰ ... ἄλλα`(许多其他事物)的作用,意为“有些则是人们所能听闻到的”。
  2. §5.10.2ὑπὸ τοῦ Διὸς — 前置词 `ὑπό` 加上属格通常表示被动语态中的施事者(“被……”),但此处它表示空间上的“在……之下”(指宙斯神像之下)。为了与后文的 `γεγραμμένον τοῖς ποσί`(“刻在脚下”)保持一致,应理解为空间位置。
  3. §5.10.2Φειδίαν δὲ τὸν ἐργασάμενον τὸ ἄγαλμα εἶναι — 带有不定式 `εἶναι` 的 “对格+不定式” 结构。它作为名词性从句,解释了后文 `ἐπίγραμμά ἐστιν`(有碑文)的内容,或者修饰 `ἐς μαρτυρίαν`(作为……的证据),意为“证明制作神像的人是菲迪亚斯”。

引用这一段

保萨尼亚斯, 希腊志 §5.10.1-5.10.5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0525.tlg001.humanitext-grc2:5.10.1-5.10.5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。