§4.8.8ἐμάχοντο δὲ καὶ οἱ βασιλεῖς ἀξίως λόγου, Θεόπομπος δὲ καὶ ἀκρατέστερον ὥρμητο ὡς αὐτὸν ἀποκτενῶν Εὐφαῆ.
王たちもまた特筆に値する戦いぶりを見せたが、テオポンポスはとりわけ激しく、エウファエス自身を殺そうと突進した。
Εὐφαὴς δὲ ὁρῶν ἐπιόντα εἶπεν ἄρα πρὸς τὸν Ἄντανδρον οὐδὲν εἶναι τὰ Θεοπόμπου διάφορα ἢ ὅσα ὁ πρόγονος αὐτοῦ Πολυνείκης ἐτόλμησε·
エウファエスは彼が迫るのを見て、アンタンドロスにこう語った。 テオポンポスの行いは、彼の先祖ポリュネイケスが敢行したことと何ら変わらない。
Πολυνείκην τε γὰρ στρατιὰν ἐπὶ τὴν πατρίδα ἀγαγόντα ἐξ Ἄργους ἀποκτεῖναι τὸν ἀδελφὸν αὐτοχειρὶ καὶ ἀποθανεῖν ὑπὸ ἐκείνου, Θεόπομπόν τε ἐθέλειν ἐς τὸ ἴσον καταστῆσαι μιάσματος τοῖς ἀπὸ Λαΐου καὶ Οἰδίποδος τὸ Ἡρακλειδῶν γένος·
なぜならポリュネイケスは、アルゴスから祖国に対して軍勢を率いて、実の兄弟を自らの手で殺し、また自らも彼の手で死んだが、テオポンポスもまた、ヘラクレスの子孫(ヘラクレいダイ)の家系を、ライオスやオイディプスの子孫と同等の穢れに陥れようとしているからである。
οὐ μέντοι χαίροντά γε ἀπὸ τῆς μάχης διακριθήσεσθαι.
しかし、彼が喜んで戦場から立ち去ることはないだろう、と。
τοιαῦτα ἐπιλέγων ἀντεπῄει καὶ οὗτος.
このように言葉を付け足して、彼もまた立ちむかっていった。
§4.8.9ἐνταῦθα ἥ τε πᾶσα μάχη κεκμηκότων ὅμως ἐς τὸ ἀκμαιότατον αὖθις ἤρθη, καὶ τοῖς τε σώμασιν ἀνερρώννυντο καὶ τὸ ἀφειδὲς ἐς τὸν θάνατον παρʼ ἀμφοτέρων ηὐξάνετο, ὥστε εἰκάσαι ἄν τις τοῦ ἔργου τότε σφᾶς πρῶτον ἅπτεσθαι.
ここで、戦士たちが疲弊していたにもかかわらず、戦闘全体が再び最高潮に達し、肉体には生気がみなぎり、双方の間で死を恐れぬ覚悟が高まったため、まるで今初めて戦闘を始めたかのようだと誰もが思ったほどであった。
τέλος δὲ οἱ περὶ τὸν Εὐφαῆ τῆς τε ἀπονοίας τῷ ὑπερβάλλοντι μανίας ὄντες ἐγγύτατα καὶ ὑπʼ ἀνδραγαθίας—πᾶν γὰρ δὴ τὸ περὶ τὸν βασιλέα οἱ λογάδες τῶν Μεσσηνίων ἦσαν—βιάζονται τοὺς ἀντιτεταγμένους·
ついには、エウファエスの周囲の者たちが、絶望の極みからほとんど狂気に近い状態になり、またその勇猛さによって――王の周囲にいた者はすべてメッセニア人の精鋭たちであったから――対峙する敵を圧倒した。
καὶ αὐτόν τε Θεόπομπον ἀπώσαντο καὶ Λακεδαιμονίων τοὺς καθʼ αὑτοὺς ἐτρέψαντο.
そしてテオポンポス自身を押し戻し、自分たちに対峙していたラケダイモン人たちを敗走させた。
§4.8.10τὸ δὲ ἕτερον κέρας τοῖς Μεσσηνίοις ἐταλαιπώρει.
しかし、メッセニア人にとって、もう一方の翼は苦境に陥っていた。
Πυθάρατός τε γὰρ ὁ στρατηγὸς ἐτεθνήκει καὶ αὐτοὶ διὰ τὴν ἀναρχίαν ἀτακτότερον καὶ θορυβωδέστερον ἐμάχοντο, οὐ μέντοι ἀθύμως εἶχον οὐδʼ οὗτοι.
将軍ピュタラトスが戦死しており、彼らは指揮官を欠いたために、より無秩序で混乱した状態で戦っていたのである。 とはいえ、彼らもまた落胆してはいなかった。
φεύγουσι δὲ οὔτε τοῖς Μεσσηνίοις ὁ Πολύδωρος οὔτε οἱ περὶ τὸν Εὐφαῆ τοῖς Λακεδαιμονίοις ἠκολούθησαν·
しかし、ポリュドロスは逃走するメッセニア人を追撃せず、エウファエスの周囲の者たちもラケダイモン人を追撃しなかった。
Εὐφαεῖ γὰρ καὶ τοῖς περὶ αὐτὸν αἱρετώτερα ἐφαίνετο ἀμύνειν τοῖς ἡττωμένοις—οὐ μέντοι Πολυδώρῳ γὲ οὐδὲ τοῖς περὶ αὐτὸν συμμίσγουσιν, ἐν σκότῳ γὰρ ἤδη τὰ γινόμενα ἦν— §4.8.11καὶ τοὺς Λακεδαιμονίους ἅμα εἶργε μὴ πρόσω τοῖς ἀποχωροῦσιν ἐπακολουθεῖν οὐχ ἥκιστα καὶ ἡ ἀπειρία τῶν τόπων.
というのも、エウファエスとその周囲の者たちにとっては、敗北しかけている味方を救う方が望ましいと思われたからである。 しかし、ポリュドロスとその周囲の者たちと交戦することはなかった。 なぜなら、起こっている事柄はすでに暗闇の中だったからである―― また、ラケダイモン人にとっては、土地の不案内も、退却する者を遠くまで追撃するのを妨げる要因となった。
ἦν δὲ αὐτοῖς καὶ ἄλλως πάτριον σχολαιοτέρας τὰς διώξεις ποιεῖσθαι, μὴ διαλῦσαι τὴν τάξιν πλείονα ἔχοντας πρόνοιαν ἤ τινα ἀποκτεῖναι φεύγοντα.
彼らにとって、追撃を比較的緩やかに行うことは、逃走する者を殺すことよりも、陣形を崩さないことに大きな配慮を払うという点で、以前からの慣習でもあった。
τὰ δὲ μέσα ἀμφοτέροις, ᾗ Λακεδαιμονίων ὁ Εὐρυλέων, Μεσσηνίοις δὲ Κλέοννις ἡγεῖτο, ἰσοπαλῶς μὲν ἠγωνίζοντο, διέλυσε δὲ ἀπʼ ἀλλήλων καὶ τούτους ἐπελθοῦσα ἡ νύξ.
両軍の中央は、ラケダイモン人はエウリュレオンが、メッセニア人はクレオンニスが率いており、互角に戦っていたが、夜が訪れたことで、彼らもまた互いから引き離された。
§4.8.12ταύτην τὴν μάχην παρὰ ἀμφοτέρων ἢ μόνα ἢ μάλιστα ἐμαχέσαντο τὰ ὁπλιτικά.
この戦闘において、双方の側で戦ったのは、ほぼ、あるいは主として重装歩兵だけであった。
οἱ δὲ ἐπὶ τῶν ἵππων ὀλίγοι τε ἦσαν καὶ οὐδὲν ὥστε καὶ μνημονευθῆναι διεπράξαντο·
騎兵は少数であり、言及に値するようなことは何も成し遂げなかった。
οὐ γάρ τοι ἀγαθοὶ τότε ἱππεύειν ἦσαν οἱ Πελοποννήσιοι.
というのも、当時のペロポネソス人は騎馬に長けていなかったからである。
τῶν δὲ Μεσσηνίων οἱ ψιλοὶ καὶ οἱ παρὰ Λακεδαιμονίοις Κρῆτες οὐδὲ συνέμιξαν ἀρχήν·
メッセニア人の軽装兵とラケダイモン人側のクrete人たちは、最初から交戦することすらなかった。
τῷ γὰρ πεζῷ τῷ σφετέρῳ κατὰ τρόπον ἔτι ἑκάτεροι τὸν ἀρχαῖον ἐπετάχθησαν.
なぜなら、彼らは双方とも、依然として古い方式に従って、自軍の歩兵の背後に配置されていたからである。
§4.8.13ἐς δὲ τὴν ἐπιοῦσαν μάχης μὲν οὐδέτεροι διενοοῦντο ἄρχειν οὐδὲ ἱστάναι πρότεροι τρόπαιον, προϊούσης δὲ τῆς ἡμέρας ὑπὲρ ἀναιρέσεως τῶν νεκρῶν ἐπεκηρυκεύοντο, καὶ ἐπειδὴ παρὰ ἀμφοτέρων συνεχωρήθη, θάψειν ἔμελλον ἤδη τὸ ἐντεῦθεν.
翌日には、どちらの側も戦闘を始める気はなく、どちらが先に戦勝記念碑(トロパイオン)を建てることもなかった。 しかし、日が進むにつれて、死者の回収について使者を送り合って交渉し、双方が合意に達すると、それから直ちに埋葬に取りかかろうとした。