Humanitext Reader

パウサニアス · ギリシア案内記 §4.8.1-4.8.7

メッセニア軍の決死の突撃と会戦の激突

147 / 465 箇所 · ギリシア語

要旨

両軍の将軍の合図により、メッセニア人の死を恐れぬ猛攻と、スパルタ人の規律ある進軍が衝突し、非難の応酬を交えながら白刃戦が始まる。戦闘ではラケダイモン人が数と技術で勝っていたが、メッセニア人は死を恐れない高い精神力と相互の励まし合いによってこれを補う。

§4.8.1τοιαῦτα μὲν ὁ Εὐφαὴς εἶπεν·
エウファエスはこのように語った。
ἐπεὶ δὲ ἑκατέροις ἐσήμηναν οἱ ἡγεμόνες, Μεσσήνιοι μὲν δρόμῳ τε ἐς τοὺς Λακεδαιμονίους ἐχρῶντο καὶ ἀφειδῶς αὑτῶν εἶχον ἅτε ἄνθρωποι θανατῶντες ὑπὸ τοῦ θυμοῦ, καὶ αὐτὸς ἕκαστος πρῶτος ἔσπευδεν ἄρξαι μάχης·
しかし、将軍たちがそれぞれに合図を送ると、メッセニア人たちはラケダイモン人に向かって駆け出し、怒りのために死を求めている人々のようになりふり構わず、各人が自ら真っ先に戦闘を始めようと急いだ。
ἀντεπῄεσαν δὲ καὶ οἱ Λακεδαιμόνιοι σπουδῇ καὶ οὗτοι, πρόνοιαν δὲ ὅμως ἐποιοῦντο μὴ διαλυθῆναί σφισι τὴν τάξιν.
ラケダイモン人もまた急いで応戦したが、それでも、陣形が崩れないように配慮していた。
§4.8.2ὡς δὲ πλησίον ἐγίνοντο, ἀπειλαῖς ἐχρῶντο τῶν τε ὅπλων τῇ κινήσει καὶ ἐνορῶντες ἐς ἀλλήλους δεινόν·
彼らが近づくと、武器を動かして、また互いに恐ろしい目つきで睨み合いながら脅しをかけあった。
ἔς τε λοιδορίας προήγοντο οἱ μὲν οἰκέτας αὑτῶν ἤδη τοὺς Μεσσηνίους καὶ οὐδὲν ἐλευθερωτέρους ἀποκαλοῦντες τῶν εἱλώτων, οἱ δὲ ἐκείνους τῷ τε ἐγχειρήματι ἀνοσίους, ἐπεὶ πλεονεξίας ἕνεκα ἐπὶ ἄνδρας συγγενεῖς ἐπίασι, καὶ θεῶν ἀσεβεῖς ὅσοι Δωριεῦσι πατρῷοι, τῶν τε ἄλλων καὶ μάλιστα Ἡρακλέους.
そして悪口を浴びせ合うまでに至ったが、一方(スパルタ人)は、メッセニア人をもはや自分たちの奴隷であり、ヘイロタイと何ら変わらぬ不自由な者と呼び、他方(メッセニア人)は、彼ら(スパルタ人)を、貪欲さのために親族である人々を襲うのだから、その企てにおいて不届き者であり、ドリス人の祖神たち、なかんずくヘラクレスに対して不敬虔な者であるとなじった。
ἤδη τε ὁμοῦ τοῖς ὀνείδεσι καὶ ἔργων ἥπτοντο, ἀθρόοι τε πρὸς ἀθρόους ὠθισμῷ χρώμενοι μάλιστα οἱ Λακεδαιμόνιοι καὶ ἀνὴρ ἀνδρὶ ἐπιόντες.
やがて非難の言葉と同時に実力行使に移り、集団対集団、特にラケダイモン人は押し合い、一人一人が一人一人に立ち向かっていった。
§4.8.3τέχνῃ μὲν οὖν ἐς τὰ πολεμικὰ ὁμοῦ καὶ μελέτῃ πολὺ οἱ Λακεδαιμόνιοι προέσχον, πρὸς δὲ καὶ τῷ πλήθει·
軍事における技術と訓練において、ラケダイモン人ははるかに勝っており、さらにその数においても勝っていた。
τούς τε γὰρ περιοίκους ὑπηκόους ἤδη καὶ συνακολουθοῦντας εἶχον Ἀσιναῖοί τε οἱ Δρύοπες γενεᾷ πρότερον ὑπὸ Ἀργείων ἐκ τῆς σφετέρας ἀνεστηκότες καὶ ἥκοντες ἐς τὴν Λακεδαίμονα ἱκέται κατʼ ἀνάγκην συνεστρατεύοντο·
というのも、彼らはすでに従属して随行している周辺住民(ペリオイコイ)を擁しており、また、一世代前にアルゴス人によって自らの土地から追い出され、ラケダイモンへ懇願者としてやって来たドリュオプス族のアシナ人たちも、必要に迫られてともに従軍していたからである。
πρὸς δὲ τοὺς ψιλοὺς τῶν Μεσσηνίων τοξότας Κρῆτας ἐπήγοντο μισθωτούς.
さらに、彼らはメッセニア人の軽装兵に対抗して、クreteの雇い兵の射手たちを連れてきていた。
§4.8.4Μεσσηνίοις δὲ †ἐς ἅπαντα ἐς τὸ ἴσον ἥ τε ἀπόνοια καὶ τὸ ἐς τὸν θάνατον εὔθυμον·
一方、メッセニア人にとっては、狂気と死への潔さが、あらゆる点において互角にさせた。
καὶ ὁπόσα μὲν πάσχοιεν, ἀναγκαῖα μᾶλλον τοῖς πατρίδα σεμνύνουσιν ἢ δεινὰ ἐνόμιζον, ἃ δὲ ἔδρων, αὐτοί τε ἡγοῦντο εἰργάσθαι μειζόνως καὶ τοῖς Λακεδαιμονίοις συμβαίνειν χαλεπώτερα.
そして、自分たちが受けるどのような苦痛も、祖国を称える者たちにとっては、恐ろしいことというよりはむしろ避けられないことだと考えており、自分たちが行う攻撃については、自分たちではより大きな成果を上げていると考え、ラケダイモン人にとってはより苛酷なことになっていると考えていた。
καὶ οἱ μὲν αὐτῶν προεκπηδῶντες τῆς τάξεως τολμήματα λαμπρὰ ἀπεδείκνυντο, τοῖς δὲ καὶ ἐπικαίρως τετρωμένοις καὶ ἐμπνέουσιν ὀλίγον ὅμως ἡ ἀπόνοια ἤκμαζε.
そして、彼らのうちある者は陣列から飛び出して輝かしい勇気を示し、致命傷を負い、わずかに息を保っているだけの者たちにおいても、やはりその死に物狂いの覚悟は盛んであった。
§4.8.5παρακλήσεις τε ἐγίνοντο, καὶ οἱ μὲν ζῶντες καὶ ἔτι ἄτρωτοι τοὺς τραυματίας παρώξυνον, πρὶν ἢ τὴν ἐσχάτην τινὶ ἐφεστηκέναι μοῖραν, ἀντιδράσαντα ὅ τι καὶ δύναιτο σὺν ἡδονῇ δέχεσθαι τὸ πεπρωμένον·
そして励まし合いが行われ、生存し、まだ傷を負っていない者たちは、誰かに最期の運命が臨む前に、できる限りの反撃をして、喜びをもって運命を受け入れるよう傷病者たちを鼓舞した。
οἱ δὲ ὁπότε αἴσθοιντο οἱ τραυματίαι τὴν ἰσχὺν σφᾶς ὑπολείπουσαν καὶ τὸ πνεῦμα οὐ παραμένον, διεκελεύοντο τοῖς ἀτρῶσι μὴ χείρονας ἢ αὐτοὶ γίνεσθαι μηδὲ ἐς ἀνωφελὲς τῇ πατρίδι καὶ τὴν ἐκείνων τελευτὴν καταστῆσαι.
一方、傷を負った者たちは、体力が失われ、息がもたないことを感じると、無傷の者たちに対して、自分たちに劣らぬ者となるよう、また自分たちの死を祖国にとって無益なものにしないよう励ました。
§4.8.6Λακεδαιμόνιοι δὲ προτροπῇ μὲν ἐς ἀλλήλους οὐκ ἐχρῶντο καὶ ἐς τὰ παράδοξα τῶν τολμημάτων οὐ κατὰ ταὐτὰ ἑτοίμως τοῖς Μεσσηνίοις εἶχον·
ラケダイモン人は互いに励まし合うことをせず、また、想定外の突飛な蛮勇に身を投じることも、メッセニア人のようには容易にしなかった。
ἅτε δὲ εὐθὺς ἐκ παίδων τὰ πολεμικὰ ἐπιστάμενοι, βαθυτέρᾳ τε τῇ φάλαγγι ἐχρῶντο καὶ τοὺς Μεσσηνίους ἤλπιζον οὔτε χρόνον τὸν ἴσον καρτερήσειν ἀντιτεταγμένους οὔτε πρὸς τὸν ἐν τοῖς ὅπλοις κάματον ἢ τὰ τραύματα ἀνθέξειν.
しかし、彼らは子供の頃から軍事を心得ていたので、より深いファランクスを用い、メッセニア人が同じ長さの時間、対峙し持ちこたえることも、武具の疲労や負傷に耐えることもできないだろうと期待していた。
§4.8.7ἴδια μὲν τοιαῦτα ἐν ἑκατέρῳ τῷ στρατεύματι ἔς τε τὰ ἔργα ἦν καὶ ἐς τὰς γνώμας τῶν μαχομένων, κοινὰ δὲ ἀπʼ ἀμφοτέρων·
両軍の戦う者たちの行動や精神には、それぞれこのような独自の特徴があったが、双方に共通する点もあった。
οὔτε γὰρ ἱκεσίαις οἱ φονευόμενοι καὶ χρημάτων ὑποσχέσεσιν ἐχρῶντο, τάχα μέν που μὴ πείσειν διὰ τὸ ἔχθος ἀπεγνωκότες, τὸ δὲ πλεῖστον ἀπαξιοῦντες ὡς οὐ τὰ πρότερά γε κακιοῦσιν·
というのも、殺される者たちは、敵意の深さから説得できないと諦めていたこと、そして何よりも、これまでの自分たちの誇りを汚すような不名誉な行いをしたくないと考えていたため、命乞いも金銭の約束もしなかったからである。
οἵ τε ἀποκτείνοντες ἀπείχοντο καὶ αὐχήματος ὁμοίως καὶ ὀνειδῶν, οὐκ ἔχοντές πω βεβαίαν οὐδέτεροι τὴν ἐλπίδα εἰ κρατήσουσι.
また、殺す側も同様に、誇ることも侮辱することもしなかった。
παραδοξότατα δὲ ἀπέθνησκον οἱ τῶν κειμένων σκυλεύειν τινὰ ἐπιχειροῦντες·
というのも、双方とも自分たちが勝利するという確固たる希望をまだ持っていなかったからである。 そして最も奇妙な形で死んでいったのは、倒れた者たちの剥ぎ取りを企てた者たちであった。
ἢ γὰρ τοῦ σώματος γυμνόν τι ὑποφήναντες ἠκοντίζοντο καὶ ἐτύπτοντο οὐ προορώμενοι διὰ τὴν ἐν τῷ παρόντι ἀσχολίαν, ἢ καὶ ὑπὸ τῶν σκυλευομένων ἔτι ἐμπνεόντων διεφθείροντο.
なぜなら、彼らは自らの身体の無防備な部分を露呈してしまい、その場の作業に没頭していたために前方への注意を怠り、槍で突かれたり打たれたりしたか、あるいは、剥ぎ取りを受けている、まだ息のある者たちによって殺されたからである。

語釈・文法注

  1. §4.8.1ἀφειδῶς αὑτῶν εἶχον — ἔχω に副詞(ἀφειδῶς)が伴うことで「〜の状態にある」という自動詞的意味になり、性質を表す属格 αὑτῶν(再帰代名詞)を支配している。「彼らは自分自身を惜しまない状態にあった」、すなわち「身の危険を顧みなかった」の意。
  2. §4.8.2οἱ μὲν οἰκέτας αὑτῶν ἤδη τοὺς Μεσσηνίους καὶ οὐδὲν ἐλευθερωτέρους ἀποκαλοῦντες τῶν εἱλώτων — οἱ μὲν と続く οἱ δὲ による対置構文。主動詞 προήγοντο(彼らは進んだ)に係る分詞句。ἀποκαλοῦντες は「〜と呼ぶ、名づける」の意で、τοὺς Μεσσηνίους を目的語、οἰκέτας と οὐδὲν ἐλευθερωτέρους を述語とする二重対格(または述語対格)構造をとっている。
  3. §4.8.3τούς τε γὰρ περιοίκους ὑπηκόους ἤδη καὶ συνακολουθοῦντας εἶχον — εἶχον は「所有する」だが、ここでは目的語 τούς περιοίκους に対し、述語として形容詞 ὑπηκόους および現在分詞 συνακολουθοῦντας を伴い、「ペリオイコイをすでに従属させ、随行させていた」という状態を示す。
  4. §4.8.4Μεσσηνίοις δὲ †ἐς ἅπαντα ἐς τὸ ἴσον ἥ τε ἀπόνοια καὶ τὸ ἐς τὸν θάνατον εὔθυμον — テキストに破損(†)が疑われる箇所。ἐς τὸ ἴσον は「平等に、互角に」を意味し、コピュラ(ἦν または καθίστη など)の省略を想定して、「メッセニア人にとっては、狂気と死への潔さが、すべてを互角にさせた」と解釈される。与格 Μεσσηνίοις は関与(または所有)の与格。
  5. §4.8.5πρὶν ἢ τὴν ἐσχάτην τινὶ ἐφεστηκέναι μοῖραν — 接続詞句 πρὶν ἤ に不定詞 ἐφεστηκέναι(ἐφίστημι の完了不定詞)が続く構文。対格の τὴν ἐσχάτην μοῖραν(最期の運命)が意味上の主語であり、与格の τινί(誰かに)は「臨む」の対象。全体で「最期の運命が誰かに臨む前に」の意。

この箇所を引用する

パウサニアス, ギリシア案内記 §4.8.1-4.8.7. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0525.tlg001.humanitext-grc2:4.8.1-4.8.7

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。