Humanitext Reader

パウサニアス · ギリシア案内記 §4.9.1-4.9.10

イトメ山への退却とアリストデモスの娘の犠牲

149 / 465 箇所 · ギリシア語

要旨

戦後の困窮からメッセニア人はイトメ山に退却し、神託に従ってアイピュトス家の乙女を生贄に捧げようとする。アリストデモスが自らの娘を申し出るが、婚約者の虚偽の主張に激怒した彼が娘を殺害し、王エウファエスがこれを生贄の成就とみなして民を鎮める。

§4.9.1τοῖς δὲ Μεσσηνίοις μετὰ τὴν μάχην πονηρὰ γίνεσθαι τὰ πράγματα ἤρχετο·
メッセニア人にとっては、戦いの後、事態は悪化し始めた。
δαπάνῃ τε γὰρ χρημάτων ἀπειρήκεσαν, ἃ τῶν πόλεων ἀνήλισκον ἐς τὰς φρουράς, καὶ οἱ δοῦλοι παρὰ τοὺς Λακεδαιμονίους ηὐτομόλουν, τοῖς δὲ καὶ νόσος ἐνέπεσε καὶ ταραχὰς μὲν παρέσχεν ὡς εἴη λοιμώδης, οὐ μὴν ἐς ἅπαντάς γε ἐχώρησεν.
というのも、彼らは諸都市から要塞の維持のために支出していた資金の枯渇により疲弊しており、また奴隷たちがラケダイモン人のもとへと脱走し、さらに、彼らには疫病も発生し、伝染病であるかのような混乱をもたらしたものの、全員に広がることはなかったからである。
βουλευομένοις δὲ πρὸς τὰ παρόντα ἐδόκει τὰ μὲν πολλὰ πολίσματα τὰ ἐς μεσόγαιαν πάντα ἐκλείπειν, ἐς δὲ τὸ ὄρος ἀνοικίζεσθαι τὴν Ἰθώμην.
そこで、現状に対して策を講じる中で、彼らは内陸部にある多くの小都市をすべて放棄し、イトメ山へと移住することに決めた。
§4.9.2ἦν δὲ καὶ πόλισμα αὐτόθι οὐ μέγα, ὃ καὶ Ὅμηρόν φασιν ἔχειν ἐν καταλόγῳ·
そこには大きくない小都市もあり、それはホメロスも「船のカタログ」に含めていると言われている。
" καὶ Ἰθώμην κλιμακόεσσαν.
「そして険しきイトメを。
" ἐς τοῦτο τὸ πόλισμα ἀνῳκίζοντο, ἐπεκτείνοντες τὸν ἀρχαῖον περίβολον ἔρυμα εἶναι πᾶσιν αὔταρκες.
」彼らはこの小都市に移住し、全員を収容するに十分な防御壁となるよう、古い外壁を拡張した。
ἦν δὲ τὸ χωρίον καὶ ἄλλως ἐχυρόν·
この地は他の点でも堅固であった。
ἡ γὰρ Ἰθώμη μεγέθει τε οὐδενὸς ἀποδεῖ τῶν ὀρῶν ὁπόσα ἐντός ἐστιν ἰσθμοῦ καὶ δύσβατος κατὰ τοῦτο μάλιστα ἦν.
なぜならイトメ山は、地峡の内側にあるいかなる山にも大きさにおいて劣らず、とりわけこの点において登りにくかったからである。
§4.9.3ἐδόκει δὲ καὶ θεωρὸν πέμψαι σφίσιν ἐς Δελφούς.
彼らはまた、自分たちのためにデルポイに使節を送ることも決定した。
ἀποστέλλουσιν οὖν Τῖσιν τὸν Ἄλκιδος, καὶ ἀξιώματι οὐδενὸς ὕστερον καὶ ὅτι προσκεῖσθαι μαντικῇ μάλιστα ἐνομίζετο.
そこで彼らは、アルキドスの子ティシスを送り出した。 彼は名声において誰にも劣らず、また特に予言の術に傾倒していると考えられていたからである。
τοῦτον τὸν Τῖσιν ἐπανιόντα ἐκ Δελφῶν λοχῶσιν ἄνδρες Λακεδαιμονίων ἀπὸ τῆς ἐν Ἀμφείᾳ φρουρᾶς·
デルポイから帰還するこのティシスを、アムペイアの守備隊から来たラケダイモン人の男たちが待ち伏せした。
λοχήσαντες δὲ—οὐ γὰρ ὑπεῖκεν αἰχμάλωτος γενέσθαι— περιμένοντα οὖν ἀμύνεσθαι καὶ ἀνθεστηκότα ἐτίτρωσκον, ἐς ὃ γίνεται βοή σφισιν ἐξ ἀφανοῦς “τὸν χρησμοφόρον μέθες. ”
待ち伏せした彼らは、彼が捕虜になることを拒み、持ちこたえて防戦し抵抗していたため、彼に傷を負わせた。 その時、どこからともなく彼らに「神託を運ぶ者を放せ」という叫び声が聞こえた。
§4.9.4καὶ Τῖσις μὲν ὡς ἀπεσώθη τάχιστα ἐς Ἰθώμην καὶ τὴν μαντείαν παρὰ τὸν βασιλέα ἀνήνεγκε, μετʼ οὐ πολὺ ὑπὸ τῶν τραυμάτων τελευτᾷ·
そしてティシスは、できる限り速やかにイトメへと逃げ延び、王に神託を伝えたが、それから間もなく傷がもとで死亡した。
τοὺς δὲ Μεσσηνίους συναθροίσας ὁ Εὐφαὴς ἐπεδείκνυ τὸν χρησμόν·
エウファエスはメッセニア人たちを招集し、神託を示した。
" κόρην ἄχραντον νερτέροισι δαίμοσι, κλήρῳ λαχοῦσαν Αἰπυτιδῶν ἀφʼ αἵματος, θυηπολεῖτε νυκτέροισιν ἐν σφαγαῖς.
「アイピュトス家の血を引く、籤で選ばれた汚れなき乙女を、夜の生贄として冥府の神々に捧げよ。
ἢν δὲ σφαλῆτε, καὶ παρʼ ἀλλοίου τότε θύειν, διδόντος ἐς σφαγὴν ἑκουσίως. "
もし阻まれたなら、その時は他の者から、自ら進んで生贄となる者を選んで捧げよ。
§4.9.5ταῦτα τοῦ θεοῦ δηλώσαντος αὐτίκα ἐκληροῦντο ὅσαι παρθένοι τοῦ Αἰπυτιδῶν γένους ἦσαν·
」神がこのように示されたので、すぐにアイピュトス家の一族に属する乙女たち全員で籤が引かれた。
καὶ ἐπελάμβανε γὰρ Λυκίσκου θυγατέρα ὁ κλῆρος, ταύτην Ἐπήβολος ὁ μάντις ἀπηγόρευεν ὡς οὐ δέοι θύειν, οὐ γὰρ εἶναι Λυκίσκου·
そして、籤がリュキスコスの娘に当たると、予言者エペボロスは、彼女はリュキスコスの実の娘ではないため、生贄にしてはならないと禁じた。
τὴν δὲ γυναῖκα ἣ Λυκίσκῳ συνῴκησεν, ὡς τεκεῖν οὔκουν οἵα τε ἦν, τὴν παῖδα ὑποβαλέσθαι.
リュキスコスと同居していた妻が、子供を産むことができなかったため、その子を自分の子と偽って引き取ったのだというのである。
ἐν ὅσῳ δὲ οὗτος ἀνεδίδασκε τὰ ἐς αὐτήν, ἐν τοσῷδε ὁ Λυκίσκος ἀπαγόμενος ἅμα καὶ τὴν παρθένον ηὐτομόλησεν ἐς Σπάρτην.
彼が彼女に関するこれらの事情を説明している間に、リュキスコスはその乙女を連れてスパルタへと逃亡した。
§4.9.6ἐχόντων δὲ ἀθύμως τῶν Μεσσηνίων ὡς Λυκίσκον ἀποδράντα ᾔσθοντο, ἐνταῦθά σφισιν Ἀριστόδημος ἀνὴρ καὶ γένους τοῦ Αἰπυτιδῶν καὶ Λυκίσκου τῇ τε ἄλλῃ δόξῃ καὶ τὰ ἐς πόλεμον ἐπιφανέστερος ἐδίδου τὴν θυγατέρα ἑκὼν θῦσαι.
リュキスコスが逃亡したことを知ってメッセニア人たちが落胆していると、そこで、アイピュトス家の一族であり、他の名声や戦功においてもリュキスコスより優れた人物であるアリストデモスが、自分の娘を自発的に生贄として差し出そうとした。
τὰ δὲ ἀνθρώπων καὶ οὐχ ἥκιστα τὸ πρόθυμον ἡ πεπρωμένη κατὰ ταὐτὰ ἐπικρύπτει καὶ εἰ ψηφῖδα ἐπιλαβοῦσα ἰλὺς ποταμοῦ, ὅπου καὶ τότε Ἀριστοδήμῳ διασώσασθαι Μεσσήνην ἀγώνισμα ποιουμένῳ ἐμπόδιον ἐπήγαγε τοιόνδε.
しかし、運命は、川の泥が小石を覆い隠すように、人間の事柄、なかんずくその熱意を覆い隠してしまう。 まさにこの時も、メッセニアを救うために闘っていたアリストデモスに対して、運命は次のような障害をもたらしたのである。
§4.9.7ἀνὴρ τῶν Μεσσηνίων—τὸ δὲ ὄνομα οὐ λέγουσιν—ἐρῶν ἔτυχε τοῦ Ἀριστοδήμου τῆς θυγατρός, τότε δὲ ἤδη ἔμελλε καὶ γυναῖκα ἄξεσθαι.
メッセニア人の一人の男――その名は伝えられていない――がアリストデモスの娘を愛しており、その当時、すでに彼女を妻に迎えようとしていた。
οὗτος κατʼ ἀρχὰς μὲν ἐς ἀμφισβήτησιν Ἀριστοδήμῳ προῆλθεν, ἐκεῖνον μὲν ἐγγυήσαντά οἱ μηκέτι εἶναι κύριον τῆς παιδός, αὐτὸς δὲ ἐγγυησάμενος κυριώτερος ἐκείνου γίνεσθαι.
この男は、最初はアリストデモスと論争に及び、アリストデモスはすでに彼女を自分に婚約させたのだから、もはやその娘に対する決定権はなく、婚約した自分こそが彼女に対して彼以上の権利を持つと主張した。
δεύτερα δὲ ὡς τοῦτο οὐχ ἑώρα οἱ κατορθούμενον, ἐπʼ ἀναίσχυντον τρέπεται λόγον·
しかし、この主張が通らないと分かると、彼は次に恥知らずな嘘に訴えた。
§4.9.8ξυγγενέσθαι τε τῇ παιδὶ καὶ κύειν ἐξ αὐτοῦ.
すなわち、自分がその娘と交わり、彼女は自分との子を身籠っていると言い張ったのである。
τέλος δὲ ἐς τοσοῦτον Ἀριστόδημον προήγαγεν ὡς ἐκμανέντα ὑπὸ τοῦ θυμοῦ τὴν θυγατέρα ἀποκτεῖναι·
そしてついにアリストデモスを怒り狂わせ、その娘を殺害するに至らせた。
μετὰ δὲ ἀνέτεμνε καὶ ἐπεδείκνυεν αὐτὴν οὐκ ἔχουσαν ἐν γαστρί.
その後、彼は娘の体を切り開き、彼女が妊娠していないことを証明した。
παρὼν δὲ Ἐπήβολος ἐκέλευεν ἄλλον τινὰ τὸν θυγατέρα ἐπιδώσοντα γενέσθαι·
その場にいたエペボロスは、他に娘を差し出す者を見つけるよう求めた。
τῆς γὰρ τοῦ Ἀριστοδήμου πλέον εἶναί σφισιν ἀποθανούσης οὐδέν·
アリストデモスの娘が死んだことは彼らにとって何の意味も持たない。
φονεῦσαι γὰρ τὸν πατέρα αὐτήν, θεοῖς δὲ οἷς ἡ Πυθία προσέταξεν οὐ θῦσαι.
なぜなら、父親が彼女を殺害したのであって、ピュティアが命じた神々に生贄として捧げられたわけではないからである。
§4.9.9τοιαῦτα εἰπόντος τοῦ μάντεως τὸ πλῆθος τῶν Μεσσηνίων ὥρμησεν ἀποκτενοῦντες τὸν μνηστῆρα τῆς παιδός, ὡς Ἀριστοδήμῳ τε μίασμα εἰκαῖον προσάψαντα καὶ σφίσι τῆς σωτηρίας τὴν ἐλπίδα ἀμφίβολον πεποιηκότα.
予言者がこのように言うと、メッセニアの群衆は、アリストデモスに不当な穢れをもたらし、自分たちの救済の希望を不確かなものにしたとして、その娘の婚約者を殺害しようと押し寄せた。
ἢν δὲ ὁ ἀνὴρ οὗτος ἐς τὰ μάλιστα τῷ Εὐφαεῖ φίλος·
しかし、この男はエウファエスにとって無二の親友であった。
πείθει οὖν τοὺς Μεσσηνίους Εὐφαὴς τόν τε χρησμὸν ἔχειν τέλος ἀποθανούσης τῆς παιδὸς καὶ σφίσιν ἀποχρᾶν τὰ ὑπὸ Ἀριστοδήμου πεποιημένα.
そこでエウファエスは、娘が死んだことで神託は果たされたのであり、アリストデモスが行ったことで十分であると言ってメッセニア人たちを説得した。
§4.9.10λέγοντος δὲ ταῦτα ἔφασαν τὰ ὄντα λέγειν ὅσοι τοῦ Αἰπυτιδῶν γένους ἦσαν·
彼がこう語ると、アイピュトス家の一族の者たちは皆、彼の言う通りであると主張した。
ἀπεῖναι γάρ σφισι τὸ δέος τὸ ἐπὶ τῇ θυγατρὶ ἕκαστος ἔσπευδε.
彼らはそれぞれ、自分の娘に危険が及ぶ恐れがなくなることを強く望んでいたからである。
καὶ οἱ μὲν τοῦ βασιλέως τῇ παραινέσει πειθόμενοι τὴν ἐκκλησίαν διαλύουσι καὶ ἀπʼ αὐτῆς πρός τε θυσίας θεῶν καὶ ἑορτὴν τρέπονται·
こうして彼らは王の勧告に従って民会を解散し、そこから神々への犠牲と祭礼へと向かっていった。

語釈・文法注

  1. §4.9.1τοῖς δὲ Μεσσηνίοις μετὰ τὴν μάχην πονηρὰ γίνεσθαι τὰ πράγματα ἤρχετο — 動詞 ἤρχετο(始まる)は、現在不定詞 γίνεσθαι を伴い、「事態が悪化し始めた」という意味を表す。τοῖς δὲ Μεσσηνίοις は影響の与格(dativus incommodi)であり、主語である τὰ πράγματα(事態)の及ぶ対象を示している。
  2. §4.9.3περιμένοντα οὖν ἀμύνεσθαι καὶ ἀνθεστηκότα ἐτίτρωσκον — 分詞 περιμένοντα および ἀνθεστηκότα は、先行する Τῖσιν(ティシス)を修飾する対格。περιμένοντα はここでは「一歩も引かずに持ちこたえる」の意で、不定詞 ἀμύνεσθαι(防戦すること)とともにティシスの防戦の姿勢を詳細に描写している。
  3. §4.9.6τὰ δὲ ἀνθρώπων καὶ οὐχ ἥκιστα τὸ πρόθυμον ἡ πεπρωμένη κατὰ ταὐτὰ ἐπικρύπτει καὶ εἰ ψηφῖδα ἐπιλαβοῦσα ἰλὺς ποταμοῦ — 極めて倒置の強い長文。主語は後半の ἡ πεπρωμένη(運命)であり、動詞は ἐπικρύπτει(覆い隠す)。目的語は冒頭の τὰ δὲ ἀνθρώπων(人間の事柄)および τὸ πρόθυμον(熱意)。καὶ εἰ は「あたかも〜であるかのように」という比喩を導入し、ψηφῖδα(小石)を目的語とする分詞 ἐπιλαβοῦσα(覆い隠す、捕らえる)を伴った ἰλὺς ποταμοῦ(川の泥)が比喩の主語をなす。
  4. §4.9.7ἐκεῖνον μὲν ἐγγυήσαντά οἱ μηκέτι εἶναι κύριον τῆς παιδός — 対格不定詞(Acl)構文の一部。ἐγγυήσαντα(婚約させたこと)は分詞で、先行詞(アリストデモス)を意味上の主語とする。不定詞 εἶναι の主語(ἐκεῖνον、すなわちアリストデモス)が明示され、さらにそれに続く名詞述語である κύριον も主格ではなく、対格不定詞構文の主語と一致して対格をとっている。

この箇所を引用する

パウサニアス, ギリシア案内記 §4.9.1-4.9.10. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0525.tlg001.humanitext-grc2:4.9.1-4.9.10

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。