§4.8.8ἐμάχοντο δὲ καὶ οἱ βασιλεῖς ἀξίως λόγου, Θεόπομπος δὲ καὶ ἀκρατέστερον ὥρμητο ὡς αὐτὸν ἀποκτενῶν Εὐφαῆ.
君王们也展现出了值得称道的战斗,而狄奥蓬波斯更加按捺不住地向前冲去,意图亲手杀死尤法埃斯。
Εὐφαὴς δὲ ὁρῶν ἐπιόντα εἶπεν ἄρα πρὸς τὸν Ἄντανδρον οὐδὲν εἶναι τὰ Θεοπόμπου διάφορα ἢ ὅσα ὁ πρόγονος αὐτοῦ Πολυνείκης ἐτόλμησε·
尤法埃斯见他冲来,便对安坦德罗斯说,狄奥蓬波斯的所作所为与他的先祖波吕涅克斯所敢于做下的事毫无二致。
Πολυνείκην τε γὰρ στρατιὰν ἐπὶ τὴν πατρίδα ἀγαγόντα ἐξ Ἄργους ἀποκτεῖναι τὸν ἀδελφὸν αὐτοχειρὶ καὶ ἀποθανεῖν ὑπὸ ἐκείνου, Θεόπομπόν τε ἐθέλειν ἐς τὸ ἴσον καταστῆσαι μιάσματος τοῖς ἀπὸ Λαΐου καὶ Οἰδίποδος τὸ Ἡρακλειδῶν γένος· οὐ μέντοι χαίροντά γε ἀπὸ τῆς μάχης διακριθήσεσθαι.
因为波吕涅克斯从阿耳戈斯率军讨伐祖国,亲手杀死了自己的兄弟,也死于对方之手;而狄奥蓬波斯则企图让赫拉克勒斯后裔的家族陷入与莱乌斯和俄狄浦斯后代同等的玷污之中;然而,他绝不会高高兴兴地从战场上全身而退。
τοιαῦτα ἐπιλέγων ἀντεπῄει καὶ οὗτος.
他一边这样说,一边也迎面迎击。
§4.8.9ἐνταῦθα ἥ τε πᾶσα μάχη κεκμηκότων ὅμως ἐς τὸ ἀκμαιότατον αὖθις ἤρθη, καὶ τοῖς τε σώμασιν ἀνερρώννυντο καὶ τὸ ἀφειδὲς ἐς τὸν θάνατον παρʼ ἀμφοτέρων ηὐξάνετο, ὥστε εἰκάσαι ἄν τις τοῦ ἔργου τότε σφᾶς πρῶτον ἅπτεσθαι.
此时,尽管战士们已疲惫不堪,整场战斗却再次被推向了最高潮,他们的身体重振精神,双方对死亡的不顾惜也随之增加,以至于让人觉得他们这时才刚刚开始交战。
τέλος δὲ οἱ περὶ τὸν Εὐφαῆ τῆς τε ἀπονοίας τῷ ὑπερβάλλοντι μανίας ὄντες ἐγγύτατα καὶ ὑπʼ ἀνδραγαθίας—πᾶν γὰρ δὴ τὸ περὶ τὸν βασιλέα οἱ λογάδες τῶν Μεσσηνίων ἦσαν—βιάζονται τοὺς ἀντιτεταγμένους· καὶ αὐτόν τε Θεόπομπον ἀπώσαντο καὶ Λακεδαιμονίων τοὺς καθʼ αὑτοὺς ἐτρέψαντο.
最终,尤法埃斯周围的人因极度的拼死决心而近乎疯狂,并且凭借着过人的勇武——因为国王身边的所有人都是美塞尼亚人的精锐——压倒了与他们对峙的敌人;他们不仅击退了狄奥蓬波斯本人,还击溃了当面的拉刻代蒙人。
§4.8.10τὸ δὲ ἕτερον κέρας τοῖς Μεσσηνίοις ἐταλαιπώρει.
然而,美塞尼亚人的另一侧翼却陷入了苦战。
Πυθάρατός τε γὰρ ὁ στρατηγὸς ἐτεθνήκει καὶ αὐτοὶ διὰ τὴν ἀναρχίαν ἀτακτότερον καὶ θορυβωδέστερον ἐμάχοντο, οὐ μέντοι ἀθύμως εἶχον οὐδʼ οὗτοι.
因为将军皮塔拉托斯已经战死,他们由于失去指挥而战斗得更加无序和混乱,不过,他们也并未丧失斗志。
φεύγουσι δὲ οὔτε τοῖς Μεσσηνίοις ὁ Πολύδωρος οὔτε οἱ περὶ τὸν Εὐφαῆ τοῖς Λακεδαιμονίοις ἠκολούθησαν· Εὐφαεῖ γὰρ καὶ τοῖς περὶ αὐτὸν αἱρετώτερα ἐφαίνετο ἀμύνειν τοῖς ἡττωμένοις—οὐ μέντοι Πολυδώρῳ γὲ οὐδὲ τοῖς περὶ αὐτὸν συμμίσγουσιν, ἐν σκότῳ γὰρ ἤδη τὰ γινόμενα ἦν— §4.8.11καὶ τοὺς Λακεδαιμονίους ἅμα εἶργε μὴ πρόσω τοῖς ἀποχωροῦσιν ἐπακολουθεῖν οὐχ ἥκιστα καὶ ἡ ἀπειρία τῶν τόπων.
但是,波吕多罗斯没有追击逃跑的美塞尼亚人,尤法埃斯身边的人也没有追击拉刻代蒙人;因为在尤法埃斯和他的随从看来,前去援助战败的己方更为可取——然而,他们并没有与波吕多罗斯及其部下交战,因为当时发生的事情已处于黑暗之中—— 同时,地形的生疏也阻碍了拉刻代蒙人对撤退者的深追。
ἦν δὲ αὐτοῖς καὶ ἄλλως πάτριον σχολαιοτέρας τὰς διώξεις ποιεῖσθαι, μὴ διαλῦσαι τὴν τάξιν πλείονα ἔχοντας πρόνοιαν ἤ τινα ἀποκτεῖναι φεύγοντα.
而且,对他们来说,较为缓慢地进行追击也是其祖制,他们比起杀死逃跑的敌人,更在乎不打乱自己的阵形。
τὰ δὲ μέσα ἀμφοτέροις, ᾗ Λακεδαιμονίων ὁ Εὐρυλέων, Μεσσηνίοις δὲ Κλέοννις ἡγεῖτο, ἰσοπαλῶς μὲν ἠγωνίζοντο, διέλυσε δὲ ἀπʼ ἀλλήλων καὶ τούτους ἐπελθοῦσα ἡ νύξ.
双方的中军,即拉刻代蒙人由欧律莱翁率领、美塞尼亚人由克莱翁尼斯指挥的部分,战斗得势均力敌,但来临的夜色也将他们彼此分离开来。
§4.8.12ταύτην τὴν μάχην παρὰ ἀμφοτέρων ἢ μόνα ἢ μάλιστα ἐμαχέσαντο τὰ ὁπλιτικά.
在这场战斗中,双方交战的几乎完全或主要是重装步兵。
οἱ δὲ ἐπὶ τῶν ἵππων ὀλίγοι τε ἦσαν καὶ οὐδὲν ὥστε καὶ μνημονευθῆναι διεπράξαντο· οὐ γάρ τοι ἀγαθοὶ τότε ἱππεύειν ἦσαν οἱ Πελοποννήσιοι.
骑兵人数很少,没有取得任何值得提及的战果;因为当时的伯罗奔尼撒人并不擅长骑兵战术。
τῶν δὲ Μεσσηνίων οἱ ψιλοὶ καὶ οἱ παρὰ Λακεδαιμονίοις Κρῆτες οὐδὲ συνέμιξαν ἀρχήν· τῷ γὰρ πεζῷ τῷ σφετέρῳ κατὰ τρόπον ἔτι ἑκάτεροι τὸν ἀρχαῖον ἐπετάχθησαν.
美塞尼亚人的轻装兵和拉刻代蒙人一方的克里特人甚至根本没有交火;因为他们双方都仍然按照古老的方式,被布置在各自步兵的后方。
§4.8.13ἐς δὲ τὴν ἐπιοῦσαν μάχης μὲν οὐδέτεροι διενοοῦντο ἄρχειν οὐδὲ ἱστάναι πρότεροι τρόπαιον, προϊούσης δὲ τῆς ἡμέρας ὑπὲρ ἀναιρέσεως τῶν νεκρῶν ἐπεκηρυκεύοντο, καὶ ἐπειδὴ παρὰ ἀμφοτέρων συνεχωρήθη, θάψειν ἔμελλον ἤδη τὸ ἐντεῦθεν.
到了第二天,双方都没有打算开始战斗,也没有人先立起战功碑,但随着一天的推移,他们为了收敛尸体而互派使者谈判,当双方达成协议后,随即准备着手予以安葬。