Humanitext Reader

保萨尼亚斯 · 希腊志 §4.8.1-4.8.7

美塞尼亚人的决死突击与两军的激战

第 147 段,共 465 段 · 希腊语

内容简介

随着将领发出信号,美塞尼亚人的拼死猛攻与拉刻代蒙人的纪律严明的推进爆发冲突,双方互致侮辱后展开肉搏战。尽管拉刻代蒙人在技术和人数上占优,但美塞尼亚人凭借着视死如归的高昂斗志和在战场上的互相鼓舞予以弥补。

§4.8.1τοιαῦτα μὲν ὁ Εὐφαὴς εἶπεν·
尤法埃斯说了这些话。
ἐπεὶ δὲ ἑκατέροις ἐσήμηναν οἱ ἡγεμόνες, Μεσσήνιοι μὲν δρόμῳ τε ἐς τοὺς Λακεδαιμονίους ἐχρῶντο καὶ ἀφειδῶς αὑτῶν εἶχον ἅτε ἄνθρωποι θανατῶντες ὑπὸ τοῦ θυμοῦ, καὶ αὐτὸς ἕκαστος πρῶτος ἔσπευδεν ἄρξαι μάχης·
当双方的将领发出信号时,美塞尼亚人便奔跑着向拉刻代蒙人冲去,由于愤怒而像渴望死亡的人一样不顾惜自己的生命,每个人都急于自己最先开始战斗。
ἀντεπῄεσαν δὲ καὶ οἱ Λακεδαιμόνιοι σπουδῇ καὶ οὗτοι, πρόνοιαν δὲ ὅμως ἐποιοῦντο μὴ διαλυθῆναί σφισι τὴν τάξιν.
拉刻代蒙人也同样迅速迎战,但他们仍然小心翼翼地不让自己的阵列散开。
§4.8.2ὡς δὲ πλησίον ἐγίνοντο, ἀπειλαῖς ἐχρῶντο τῶν τε ὅπλων τῇ κινήσει καὶ ἐνορῶντες ἐς ἀλλήλους δεινόν· ἔς τε λοιδορίας προήγοντο οἱ μὲν οἰκέτας αὑτῶν ἤδη τοὺς Μεσσηνίους καὶ οὐδὲν ἐλευθερωτέρους ἀποκαλοῦντες τῶν εἱλώτων, οἱ δὲ ἐκείνους τῷ τε ἐγχειρήματι ἀνοσίους, ἐπεὶ πλεονεξίας ἕνεκα ἐπὶ ἄνδρας συγγενεῖς ἐπίασι, καὶ θεῶν ἀσεβεῖς ὅσοι Δωριεῦσι πατρῷοι, τῶν τε ἄλλων καὶ μάλιστα Ἡρακλέους.
当他们逼近时,他们通过挥舞武器和愤怒地注视着彼此来互相威胁;他们甚至开始互相辱骂,一方把美塞尼亚人称为自己现成的奴隶,并不比黑劳士更自由,而另一方则称他们的企图是不义的,因为他们为了贪欲而进攻自己的同族,并且对多利安人的祖神、尤其是赫拉克勒斯不敬。
ἤδη τε ὁμοῦ τοῖς ὀνείδεσι καὶ ἔργων ἥπτοντο, ἀθρόοι τε πρὸς ἀθρόους ὠθισμῷ χρώμενοι μάλιστα οἱ Λακεδαιμόνιοι καὶ ἀνὴρ ἀνδρὶ ἐπιόντες.
随即,他们伴随着谩骂开始了交战,群体对群体进行推挤,尤其是拉刻代蒙人,并且人与人相互交锋。
§4.8.3τέχνῃ μὲν οὖν ἐς τὰ πολεμικὰ ὁμοῦ καὶ μελέτῃ πολὺ οἱ Λακεδαιμόνιοι προέσχον, πρὸς δὲ καὶ τῷ πλήθει· τούς τε γὰρ περιοίκους ὑπηκόους ἤδη καὶ συνακολουθοῦντας εἶχον Ἀσιναῖοί τε οἱ Δρύοπες γενεᾷ πρότερον ὑπὸ Ἀργείων ἐκ τῆς σφετέρας ἀνεστηκότες καὶ ἥκοντες ἐς τὴν Λακεδαίμονα ἱκέται κατʼ ἀνάγκην συνεστρατεύοντο· πρὸς δὲ τοὺς ψιλοὺς τῶν Μεσσηνίων τοξότας Κρῆτας ἐπήγοντο μισθωτούς.
在军事技术和训练方面,拉刻代蒙人远胜一筹,并且在人数上也占优;因为他们已有处于服从地位并随同出征的庇里阿科伊,而德里奥普斯人的一支阿西纳人,在一代人之前被阿耳戈斯人赶出家园,作为请愿者来到拉刻代蒙,此时也迫于无奈一同参战;此外,针对美塞尼亚人的轻装弓箭手,他们雇用了克里特雇佣兵。
§4.8.4Μεσσηνίοις δὲ †ἐς ἅπαντα ἐς τὸ ἴσον ἥ τε ἀπόνοια καὶ τὸ ἐς τὸν θάνατον εὔθυμον· καὶ ὁπόσα μὲν πάσχοιεν, ἀναγκαῖα μᾶλλον τοῖς πατρίδα σεμνύνουσιν ἢ δεινὰ ἐνόμιζον, ἃ δὲ ἔδρων, αὐτοί τε ἡγοῦντο εἰργάσθαι μειζόνως καὶ τοῖς Λακεδαιμονίοις συμβαίνειν χαλεπώτερα.
而对于美塞尼亚人来说,他们的拼死决心和面对死亡的坦然使一切变得平等;他们所遭受的一切痛苦,在捍卫祖国尊严的人看来,与其说是可怕的,不如说是必然的;而他们所做的事情,他们自己认为做出了更伟大的成就,并且对拉刻代蒙人造成了更沉重的打击。
καὶ οἱ μὲν αὐτῶν προεκπηδῶντες τῆς τάξεως τολμήματα λαμπρὰ ἀπεδείκνυντο, τοῖς δὲ καὶ ἐπικαίρως τετρωμένοις καὶ ἐμπνέουσιν ὀλίγον ὅμως ἡ ἀπόνοια ἤκμαζε.
他们中有些人从阵列中跃出,展现出辉煌的英勇,甚至在那些受了致命伤、只剩微弱呼吸的人身上,这种拼死的决心依然高涨。
§4.8.5παρακλήσεις τε ἐγίνοντο, καὶ οἱ μὲν ζῶντες καὶ ἔτι ἄτρωτοι τοὺς τραυματίας παρώξυνον, πρὶν ἢ τὴν ἐσχάτην τινὶ ἐφεστηκέναι μοῖραν, ἀντιδράσαντα ὅ τι καὶ δύναιτο σὺν ἡδονῇ δέχεσθαι τὸ πεπρωμένον· οἱ δὲ ὁπότε αἴσθοιντο οἱ τραυματίαι τὴν ἰσχὺν σφᾶς ὑπολείπουσαν καὶ τὸ πνεῦμα οὐ παραμένον, διεκελεύοντο τοῖς ἀτρῶσι μὴ χείρονας ἢ αὐτοὶ γίνεσθαι μηδὲ ἐς ἀνωφελὲς τῇ πατρίδι καὶ τὴν ἐκείνων τελευτὴν καταστῆσαι.
劝勉不断进行,活着且尚未受伤的人鼓舞伤员,在终结的命运降临到任何人身上之前,尽力反击,从而怀着愉悦接受注定的命运;而伤员们一旦感到自己的力量在衰退、气息已不再留存,便告诫未受伤的人不要变得比他们更差,也不要让他们自己的死亡对祖国变得毫无用处。
§4.8.6Λακεδαιμόνιοι δὲ προτροπῇ μὲν ἐς ἀλλήλους οὐκ ἐχρῶντο καὶ ἐς τὰ παράδοξα τῶν τολμημάτων οὐ κατὰ ταὐτὰ ἑτοίμως τοῖς Μεσσηνίοις εἶχον· ἅτε δὲ εὐθὺς ἐκ παίδων τὰ πολεμικὰ ἐπιστάμενοι, βαθυτέρᾳ τε τῇ φάλαγγι ἐχρῶντο καὶ τοὺς Μεσσηνίους ἤλπιζον οὔτε χρόνον τὸν ἴσον καρτερήσειν ἀντιτεταγμένους οὔτε πρὸς τὸν ἐν τοῖς ὅπλοις κάματον ἢ τὰ τραύματα ἀνθέξειν.
而拉刻代蒙人并不互相劝勉,也不像美塞尼亚人那样轻易地去进行出人意料的冒险;但由于他们自幼便精通军事,他们使用了更深的方阵,并期望美塞尼亚人既不能同样持久地坚持对峙,也无法抵御盔甲带来的疲劳和伤痛。
§4.8.7ἴδια μὲν τοιαῦτα ἐν ἑκατέρῳ τῷ στρατεύματι ἔς τε τὰ ἔργα ἦν καὶ ἐς τὰς γνώμας τῶν μαχομένων, κοινὰ δὲ ἀπʼ ἀμφοτέρων· οὔτε γὰρ ἱκεσίαις οἱ φονευόμενοι καὶ χρημάτων ὑποσχέσεσιν ἐχρῶντο, τάχα μέν που μὴ πείσειν διὰ τὸ ἔχθος ἀπεγνωκότες, τὸ δὲ πλεῖστον ἀπαξιοῦντες ὡς οὐ τὰ πρότερά γε κακιοῦσιν· οἵ τε ἀποκτείνοντες ἀπείχοντο καὶ αὐχήματος ὁμοίως καὶ ὀνειδῶν, οὐκ ἔχοντές πω βεβαίαν οὐδέτεροι τὴν ἐλπίδα εἰ κρατήσουσι.
在交战者的行为和心态方面,两支军队各自具有这样的特征,但也有共同之处:被杀的人既没有哀求,也没有许诺金钱,这或许是因为仇恨深重而绝望于说服对方,但最主要的是他们不愿做出有损于以往英名的事;而杀人者同样不进行夸耀和侮辱,因为双方都没有获胜的绝对把握。
παραδοξότατα δὲ ἀπέθνησκον οἱ τῶν κειμένων σκυλεύειν τινὰ ἐπιχειροῦντες· ἢ γὰρ τοῦ σώματος γυμνόν τι ὑποφήναντες ἠκοντίζοντο καὶ ἐτύπτοντο οὐ προορώμενοι διὰ τὴν ἐν τῷ παρόντι ἀσχολίαν, ἢ καὶ ὑπὸ τῶν σκυλευομένων ἔτι ἐμπνεόντων διεφθείροντο.
而最出乎意料死去的,是那些试图剥取倒下者战利品的人:因为他们要么露出了身体的无防备部分,因专注于眼前的差事而没有留意前方,从而被投枪刺中或击中,要么被那些正在被剥取战利品、却仍有一丝气息的人所杀。

词汇与语法注释

  1. §4.8.1ἀφειδῶς αὑτῶν εἶχον — 动词 ἔχω 搭配副词(ἀφειδῶς)具有不及物动词的含义(“处于……的状态”),此处支配属格 αὑτῶν(反身代词),表示“不惜己身的状态”,即“不顾惜自己的生命”。
  2. §4.8.2οἱ μὲν οἰκέτας αὑτῶν ἤδη τοὺς Μεσσηνίους καὶ οὐδὲν ἐλευθερωτέρους ἀποκαλοῦντες τῶν εἱλώτων — 这是一个由 οἱ μὲν ... οἱ δὲ ... 构成的对比句结构,修饰主动词 προήγοντο。分词 ἀποκαλοῦντες(意为“称呼、叫作”)采取双宾格(或宾格与述语宾格)结构,以 τοὺς Μεσσηνίους 为直接宾格,以 οἰκέτας 和 οὐδὲν ἐλευθερωτέρους 为述语宾格。
  3. §4.8.3τούς τε γὰρ περιοίκους ὑπηκόους ἤδη καὶ συνακολουθοῦντας εἶχον — 动词 εἶχον(意为“拥有、占有”)在此处以 τούς περιοίκους 为宾格,以形容词 ὑπηκόους 和现在分词 συνακολουθοῦντας 为述语,表示一种控制状态,即“他们使庇里阿科伊已经处于服从并追随的状态”。
  4. §4.8.4Μεσσηνίοις δὲ †ἐς ἅπαντα ἐς τὸ ἴσον ἥ τε ἀπόνοια καὶ τὸ ἐς τὸν θάνατον εὔθυμον — 此处包含文本破损疑点(以 † 表示)。短语 ἐς τὸ ἴσον 意为“平等地、不相上下地”,在假设省略系动词(如 ἦν)的情况下,此句被理解为:“对美塞尼亚人而言,其拼死决死与面对死亡的坦然使一切变得平等”。与格 Μεσσηνίοις 是关涉与格(或所有与格)。
  5. §4.8.5πρὶν ἢ τὴν ἐσχάτην τινὶ ἐφεστηκέναι μοῖραν — 连词短语 πρὶν ἤ(“在……之前”)后接不定式 ἐφεστηκέναι(ἐφίστημι 的完成式主动不定式)。对格 τὴν ἐσχάτην μοῖραν(“最终的命运”)作不定式的逻辑主语,而与格 τινί(“在任何人身上”)则是动词的支配对象。整体意为“在最终的命运降临到任何人身上之前”。

引用这一段

保萨尼亚斯, 希腊志 §4.8.1-4.8.7. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0525.tlg001.humanitext-grc2:4.8.1-4.8.7

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。