§4.35.7ἐς δὲ τὴν ἐπιοῦσαν ἀφικομένων ἐκ τῆς πόλεως πλειόνων παρέχουσι καὶ τοῖσδε κερδᾶναι·
翌日になると、都市からさらに多くの人々がやって来て、彼ら(イリュリア人)は、この人々にも利益を得る機会を与えた。
τέλος δὲ γυναῖκες καὶ ἄνδρες κατίασιν ἐπὶ τὰ πλοῖα οἶνόν τε ἀποδόσθαι καὶ ἐκ τῶν βαρβάρων ἀντιληψόμενοι. ἔνθα νῦν ἀποτολμήσαντες οἱ Ἰλλυριοὶ καὶ ἄνδρας πολλοὺς καὶ ἔτι πλείονας τῶν γυναικῶν ἁρπάζουσιν·
そしてついに、女たちも男たちも、葡萄酒を売り、また野蛮人たちから物資を受け取ろうとして、船へと下りていった。そこで、今や大胆になったイリュリア人たちは、多くの男たちと、それ以上にさらに多くの女たちを強奪した。
ἐσθέμενοι δὲ ἐς τὰς ναῦς ἔπλεον τὴν ἐπὶ Ἰονίου, Μοθωναίων ἐρημώσαντες τὸ ἄστυ.
そして、彼らを船に乗せると、モトネの町を荒廃させて、イオニア海に向けて船出した。
§4.35.8ἐν Μοθώνῃ δὲ ναός ἐστιν Ἀθηνᾶς Ἀνεμώτιδος·
モトネには、アネモティス(風の)アテナの神殿がある。
Διομήδην δὲ τὸ ἄγαλμα ἀναθεῖναι καὶ τὸ ὄνομα τῇ θεῷ φασι θέσθαι.
彼らの言うところでは、ディオメデスがその像を奉納し、この名前を女神に授けたのだという。
βιαιότεροι γὰρ καὶ οὐ κατὰ καιρὸν πνέοντες ἐλυμαίνοντο οἱ ἄνεμοι τὴν χώραν·
というのも、風が激しく不都合な時に吹いて、その地方を損なっていたからである。
Διομήδους δὲ εὐξαμένου τῇ Ἀθηνᾷ, τὸ ἀπὸ τούτου συμφορά σφισιν οὐδεμία ἀνέμων γε ἕνεκα ἦλθεν ἐς τὴν γῆν.
しかし、ディオメデスがアテナに祈りを捧げてからは、それ以後、少なくとも風のせいで彼らの土地に災難が降りかかることは一切なかった。
καὶ Ἀρτέμιδος δʼ ἱερόν ἐστιν ἐνταῦθα καὶ ὕδωρ ἐν φρέατι κεκραμένον πίσσῃ, Κυζικηνῷ μύρῳ μάλιστα ἰδεῖν ἐμφερές·
また、そこにはアルテミスの神殿もあり、井戸の中には瀝青(チャン)の混じった水があって、見た目はキジコスの香油に極めて似ている。
παράσχοιτο δʼ ἂν πᾶσαν καὶ χρόαν ὕδωρ καὶ ὀσμήν.
その水は、その香油と全く同じ色と匂いをもたらすであろう。
§4.35.9γλαυκότατον μὲν οἶδα ὕδωρ θεασάμενος τὸ ἐν Θερμοπύλαις, οὔτι που πᾶν, ἀλλʼ ὅσον κάτεισιν ἐς τὴν κολυμβήθραν ἥντινα ὀνομάζουσιν οἱ ἐπιχώριοι Χύτρους γυναικείους·
私が見た中で最も青い水は、テルモピュライにある水であるが、決して全体ではなく、地元の人々が『女の壺』と呼ぶ水槽に流れ落ちる分だけである。
ξανθὸν δὲ ὕδωρ, οὐδέν τι ἀποδέον τὴν χρόαν αἵματος, Ἑβραίων ἡ γῆ παρέχεται πρὸς Ἰόππῃ πόλει·
また、血の色と少しも違わない黄色い水は、ヨッパの市の近くにあるヘブライ人の土地が提供している。
θαλάσσης μὲν ἐγγυτάτω τὸ ὕδωρ ἐστί, λόγον δὲ ἐς τὴν πηγὴν λέγουσιν οἱ ταύτῃ, Περσέα ἀνελόντα τὸ κῆτος, ᾧ τὴν παῖδα προκεῖσθαι τοῦ Κηφέως, ἐνταῦθα τὸ αἷμα ἀπονίψασθαι.
その水は海に極めて近いが、その地の者たちはその泉について、ケペウスの娘が捧げられていた怪獣を退治したペルセウスが、そこで血を洗い流したという話を語っている。
§4.35.10ὕδωρ δὲ ἀπὸ πηγῶν ἀνερχόμενον μέλαν ἰδὼν οἶδα ἐν Ἀστύροις·
また、泉から湧き上がる黒い水を、私はアステュラで見たことがある。
τὰ δὲ Ἄστυρα ἀπαντικρὺ Λέσβου λουτρά ἐστι θερμὰ ἐν τῷ Ἀταρνεῖ καλουμένῳ.
アステュラはレスボスの向かいにあり、アタルネウスと呼ばれる場所にある温浴場である。
τὸ δὲ χωρίον ἐστὶν ὁ Ἀταρνεὺς ὁ Χίων μισθός, ὃν παρὰ τοῦ Μήδου λαμβάνουσιν ἄνδρα ἐκδόντες ἱκέτην, Πακτύην τὸν Λυδόν.
アタルネウスという土地は、キオス人が、嘆願者であったリュディア人パクテュエスを引き渡した報酬として、ペルシア人から受け取ったものである。
τοῦτο μὲν δὴ μελαίνεται, Ῥωμαίοις δὲ ὑπὲρ τὴν πόλιν, διαβάντων τὸν Ἄνιον ὀνομαζόμενον ποταμόν, ὕδωρ λευκόν ἐστιν·
この水は確かに黒くなるが、ローマ人にとっては、アニオと呼ばれる川を渡った都市の上方に、白い水がある。
ἀνδρὶ δὲ ἐσβάντι ἐς αὐτὸ τὸ μὲν παραυτίκα ψυχρόν τε πρόσεισι καὶ ἐμποιεῖ φρίκην, ἐπισχόντι δὲ ὀλίγον ἅτε φάρμακον θερμαίνει τὸ πυρωδέστατον.
それに入る人にとっては、最初は冷たく感じられて身震いを起こさせるが、少し待つと、薬のように、非常に熱く体を温める。
§4.35.11καὶ ὅσαις μὲν πηγαῖς θαῦμά τι ἦν καὶ ἰδόντι, τοσαύτας θεασάμενος οἶδα, τὰς γὰρ δὴ ἐλάσσονος θαύματος ἐπιστάμενος παρίημι·
そして、見た人にとって何か驚異となるような泉は、それほど多くのものを私は実際に見て知っている。 というのも、それほど驚異的でないものについては、知ってはいるものの省くからである。
ἁλμυρὸν δὲ ὕδωρ καὶ στρυφνὸν οὐ μέγα θαῦμα ἐξευρεῖν.
塩辛い水や渋い水を見つけることは、大きな驚異ではない。
δύο δὲ ἀλλοῖα·
しかし、異なる種類のものが二つある。
τὸ μὲν τῆς Καρίας ἐν πεδίῳ καλουμένῳ Λευκῷ θερμόν ἐστιν ὕδωρ παρὰ κώμην ὀνομαζομένην Δασκύλου, πιεῖν καὶ γάλακτος ἥδιον·
一つはカリアの『白い平原』と呼ばれる平原にある、ダスクロスの名にちなむ村の近くの温水であり、飲むと牛乳よりも甘い。
τὸν δὲ Ἡρόδοτον οἶδα εἰπόντα ὡς ἐς τὸν ποταμὸν τὸν Ὕπανιν ἐκδίδωσιν ὕδατος πικροῦ πηγή.
また私は、ヘロドトスが、ヒュパニス川に苦い水の泉が流れ込んでいると語ったのを知っている。
πῶς δʼ ἂν οὐκ ἀποδεξαίμεθα ἀληθεύειν αὐτῷ τὸν λόγον, ὅπου γε καὶ ἐφʼ ἡμῶν ἐν Δικαιαρχίᾳ τῇ Τυρρηνῶν ἐξεύρηται ὕδωρ σφίσι θερμὸν οὕτω δή τι ὀξὺ ὥστε τὸν μόλυβδον—διεξῄει γὰρ διὰ μολύβδου ῥέον —ἔτεσι κατέτηξεν οὐ πολλοῖς;
我々の時代においても、テュレニア人の地にあるディカイアルキアにおいて、鉛の管を通って流れていたために、わずか数年で鉛を溶かしてしまったほど非常に酸性の熱い水が彼らのために発見されているというのに、どうして彼の話が真実であると受け入れずにいられようか。