§4.35.7ἐς δὲ τὴν ἐπιοῦσαν ἀφικομένων ἐκ τῆς πόλεως πλειόνων παρέχουσι καὶ τοῖσδε κερδᾶναι·
第二天,当更多的人从城里来时,他们(伊利里亚人)也给这些人提供了获利的机会。
τέλος δὲ γυναῖκες καὶ ἄνδρες κατίασιν ἐπὶ τὰ πλοῖα οἶνόν τε ἀποδόσθαι καὶ ἐκ τῶν βαρβάρων ἀντιληψόμενοι.
最后,女人们和男人们都下到船上,既想卖掉葡萄酒,又想从野蛮人那里换取货物。
ἔνθα νῦν ἀποτολμήσαντες οἱ Ἰλλυριοὶ καὶ ἄνδρας πολλοὺς καὶ ἔτι πλείονας τῶν γυναικῶν ἁρπάζουσιν· ἐσθέμενοι δὲ ἐς τὰς ναῦς ἔπλεον τὴν ἐπὶ Ἰονίου, Μοθωναίων ἐρημώσαντες τὸ ἄστυ.
就在那时,伊利里亚人胆大妄为,强抢了许多男人,以及更多的女人;他们把这些人装上船,在使摩索涅城变得一片荒凉之后,朝着伊奥尼亚海航行而去。
§4.35.8ἐν Μοθώνῃ δὲ ναός ἐστιν Ἀθηνᾶς Ἀνεμώτιδος· Διομήδην δὲ τὸ ἄγαλμα ἀναθεῖναι καὶ τὸ ὄνομα τῇ θεῷ φασι θέσθαι.
在摩索涅有一座风之雅典娜的神殿;人们说,狄奥梅德斯献纳了这座神像,并将这个名字赐予了女神。
βιαιότεροι γὰρ καὶ οὐ κατὰ καιρὸν πνέοντες ἐλυμαίνοντο οἱ ἄνεμοι τὴν χώραν· Διομήδους δὲ εὐξαμένου τῇ Ἀθηνᾷ, τὸ ἀπὸ τούτου συμφορά σφισιν οὐδεμία ἀνέμων γε ἕνεκα ἦλθεν ἐς τὴν γῆν.
因为风吹得太猛烈且不合时宜,常常危害这个地区;但在狄奥梅德斯向雅典娜祈祷之后,从那时起,至少由于风的原因,他们的土地没有再遭受任何灾难。
καὶ Ἀρτέμιδος δʼ ἱερόν ἐστιν ἐνταῦθα καὶ ὕδωρ ἐν φρέατι κεκραμένον πίσσῃ, Κυζικηνῷ μύρῳ μάλιστα ἰδεῖν ἐμφερές· παράσχοιτο δʼ ἂν πᾶσαν καὶ χρόαν ὕδωρ καὶ ὀσμήν.
这里还有一座阿耳忒弥斯的神殿,井里有掺杂了沥青的水,在外观上极度相似于基齐库斯的香油;这种水能呈现出与之完全相同的颜色和气味。
§4.35.9γλαυκότατον μὲν οἶδα ὕδωρ θεασάμενος τὸ ἐν Θερμοπύλαις, οὔτι που πᾶν, ἀλλʼ ὅσον κάτεισιν ἐς τὴν κολυμβήθραν ἥντινα ὀνομάζουσιν οἱ ἐπιχώριοι Χύτρους γυναικείους·
我所见过最蓝的水是在温泉关的水,但极非全部,而只是流进当地人称为“女人盆”的水池中的那部分。
ξανθὸν δὲ ὕδωρ, οὐδέν τι ἀποδέον τὴν χρόαν αἵματος, Ἑβραίων ἡ γῆ παρέχεται πρὸς Ἰόππῃ πόλει· θαλάσσης μὲν ἐγγυτάτω τὸ ὕδωρ ἐστί, λόγον δὲ ἐς τὴν πηγὴν λέγουσιν οἱ ταύτῃ, Περσέα ἀνελόντα τὸ κῆτος, ᾧ τὴν παῖδα προκεῖσθαι τοῦ Κηφέως, ἐνταῦθα τὸ αἷμα ἀπονίψασθαι.
而颜色丝毫不逊于鲜血的黄色水,是由约帕城附近的希伯来人的土地提供的;这水极靠近大海,当地的人们讲述一个关于该泉水的传说,称帕尔修斯在斩杀了那只曾被用来献祭刻甫斯之女的怪兽之后,在那里清洗了血迹。
§4.35.10ὕδωρ δὲ ἀπὸ πηγῶν ἀνερχόμενον μέλαν ἰδὼν οἶδα ἐν Ἀστύροις· τὰ δὲ Ἄστυρα ἀπαντικρὺ Λέσβου λουτρά ἐστι θερμὰ ἐν τῷ Ἀταρνεῖ καλουμένῳ.
另外,我曾见过从泉中涌出的黑水是在阿斯图拉;阿斯图拉是莱斯博斯岛对面的温泉浴室,位于被称为阿塔尔纽斯的地方。
τὸ δὲ χωρίον ἐστὶν ὁ Ἀταρνεὺς ὁ Χίων μισθός, ὃν παρὰ τοῦ Μήδου λαμβάνουσιν ἄνδρα ἐκδόντες ἱκέτην, Πακτύην τὸν Λυδόν.
阿塔尔纽斯这块土地是赤奥斯人的报酬,是他们通过交出求庇护者——吕底亚人帕克提埃斯,而从美德人(波斯人)那里得到的。
τοῦτο μὲν δὴ μελαίνεται, Ῥωμαίοις δὲ ὑπὲρ τὴν πόλιν, διαβάντων τὸν Ἄνιον ὀνομαζόμενον ποταμόν, ὕδωρ λευκόν ἐστιν· ἀνδρὶ δὲ ἐσβάντι ἐς αὐτὸ τὸ μὲν παραυτίκα ψυχρόν τε πρόσεισι καὶ ἐμποιεῖ φρίκην, ἐπισχόντι δὲ ὀλίγον ἅτε φάρμακον θερμαίνει τὸ πυρωδέστατον.
这水确实是黑色的;但对罗马人来说,在城上方,越过名为阿尼奥的河流,有白色的水;对于进入其中的人,起初会感到寒冷并引起战栗,但稍等片刻后,它就会像药一样,以极热的方式使身体暖和起来。
§4.35.11καὶ ὅσαις μὲν πηγαῖς θαῦμά τι ἦν καὶ ἰδόντι, τοσαύτας θεασάμενος οἶδα, τὰς γὰρ δὴ ἐλάσσονος θαύματος ἐπιστάμενος παρίημι· ἁλμυρὸν δὲ ὕδωρ καὶ στρυφνὸν οὐ μέγα θαῦμα ἐξευρεῖν.
至于那些对亲眼目睹者来说堪称奇观的泉水,我所见过并知晓的就有这么多,而对于那些不那么奇妙的,我虽知晓却予以忽略;因为发现咸水和涩水并不是什么伟大的奇观。
δύο δὲ ἀλλοῖα· τὸ μὲν τῆς Καρίας ἐν πεδίῳ καλουμένῳ Λευκῷ θερμόν ἐστιν ὕδωρ παρὰ κώμην ὀνομαζομένην Δασκύλου, πιεῖν καὶ γάλακτος ἥδιον· τὸν δὲ Ἡρόδοτον οἶδα εἰπόντα ὡς ἐς τὸν ποταμὸν τὸν Ὕπανιν ἐκδίδωσιν ὕδατος πικροῦ πηγή.
但有两种与众不同的:一种在卡里亚被称为“白平原”的平原上,在名为达斯库洛斯的村庄附近,是温水,喝起来比牛奶还要甘甜;另外,我知道希罗多德曾说过,有一股苦水泉流入了希帕尼斯河。
πῶς δʼ ἂν οὐκ ἀποδεξαίμεθα ἀληθεύειν αὐτῷ τὸν λόγον, ὅπου γε καὶ ἐφʼ ἡμῶν ἐν Δικαιαρχίᾳ τῇ Τυρρηνῶν ἐξεύρηται ὕδωρ σφίσι θερμὸν οὕτω δή τι ὀξὺ ὥστε τὸν μόλυβδον—διεξῄει γὰρ διὰ μολύβδου ῥέον —ἔτεσι κατέτηξεν οὐ πολλοῖς;
既然即便在我们的时代,在泰勒尼亚人土地上的迪凯阿尔基亚,也为他们发现了一种如此酸性的热水,以至于在不多的几年里就熔化了铅(因为它流经铅管),我们又怎能不接受他的话是真实的呢?