Humanitext Reader

パウサニアス · ギリシア案内記 §4.35.1-4.35.6

モトネの地名の由来とイリュリア人の奇襲

181 / 465 箇所 · ギリシア語

要旨

パウサニアスはモトネの地名の由来と、港の特徴であるモトン石について説明し、続いてモトネの歴史、特にエペイロス崩壊期に端を発するイリュリア人の奇襲攻撃事件の始まりを語る。

§4.35.1Μοθώνη δέ, πρὶν ἢ τὴν στρατιὰν ἐς Τροίαν ἀθροισθῆναι καὶ ἐπὶ τοῦ πρὸς Ἰλίῳ πολέμου καλουμένη Πήδασος, μεταβέβληκεν ὕστερον τὸ ὄνομα, ὡς μὲν αὐτοὶ Μοθωναῖοι λέγουσιν, ἀπὸ τῆς Οἰνέως θυγατρός·
モトネは、トロイアに軍勢が集められる前、そしてイリオンに対する戦争の際にもペダソスと呼ばれていたが、後にその名前を変更した。 モトネ人自身が言うには、オイネウスの娘にちなんでである。
Οἰνεῖ γὰρ τῷ Πορθάονος μετὰ ἅλωσιν Ἰλίου παρὰ Διομήδην ἀναχωρήσαντι ἐς Πελοπόννησον θυγατέρα φασὶν ἐκ παλλακῆς Μοθώνην γενέσθαι·
というのも、イリオン陥落の後にペロポネソスへとディオメデスのもとへ退却したポルタオンの子オイネウスに、妾からモトネという娘が生まれたと彼らは言うからである。
δόξῃ δὲ ἐμῇ δέδωκε τῷ χωρίῳ τὸ ὄνομα ὁ Μόθων λίθος.
しかし私の考えでは、モトンと呼ばれる石がその場所に名前を与えたのである。
οὗτος δέ σφισι καὶ ὁ ποιῶν τὸν λιμένα ἐστί· τόν τε γὰρ ἔσπλουν στενώτερον ταῖς ναυσὶν ἐργάζεται παρήκων ὕφαλος καὶ ἅμα μὴ ἐκ βυθοῦ ταράσσεσθαι τὸν κλύδωνα ἔρυμα ἕστηκεν. §4.35.2ἐδήλωσα δὲ καὶ ἐν τοῖς ἔμπροσθεν λόγοις ὅτι Ναυπλιεῦσιν ἐπὶ λακωνισμῷ διωχθεῖσι Δαμοκρατίδα βασιλεύοντος ἐν Ἄργει Μοθώνην Λακεδαιμόνιοι διδόασι καὶ ὡς οὐδὲ ἐκ τῶν Μεσσηνίων κατελθόντων ἐγένετο οὐδὲν ἐς αὐτοὺς νεώτερον·
そしてこの石は彼らにとって港を形成するものでもある。というのも、それは暗礁として伸びていて、船の進入路をより狭くしており、同時に、波が底からかき乱されないように防壁として立っているからである。私は以前の記述の中でも明らかにした、すなわち、ダモクラティダスがアルゴスで王であったときに、ラコニアへの肩入れを理由に追放されたナウプリア人たちに、ラケダイモン人がモトネを与えたこと、そして、メッセニア人が帰還したのちにも、彼らに対して何ら不都合な変化が生じなかったことを。
ἦσαν δὲ οἱ Ναυπλιεῖς ἐμοὶ δοκεῖν Αἰγύπτιοι τὰ παλαιότερα, παραγενόμενοι δὲ ὁμοῦ Δαναῷ ναυσὶν ἐς τὴν Ἀργολίδα ὕστερον γενεαῖς τρισὶν ὑπὸ Ναυπλίου τοῦ Ἀμυμώνης κατῳκίσθησαν ἐν Ναυπλίᾳ.
ナウプリア人は、私の考えでは、より古い時代にはエジプト人であり、ダナオスとともに船でアルゴリスへと到着したが、3代のちにアミュモネの子ナウプリオスによってナウプリアに入植させられた。
§4.35.3Μοθωναίοις δὲ βασιλεὺς μὲν Τραϊανὸς ἔδωκεν ἐλευθέρους ὄντας ἐν αὐτονομίᾳ πολιτεύεσθαι·
そしてモトネ人には、皇帝トラヤヌスが、彼らが自由な身で自治のうちに国を治めることを許した。
τὰ δὲ ἔτι παλαιότερα μόνοις σφίσι Μεσσηνίων τῶν ἐπὶ θαλάσσῃ τοιόνδε ἀτύχημα ἰδίᾳ συνέβη γενέσθαι.
しかし、それよりもさらに古い時代には、海沿いのメッセニア人の中で彼らだけに、独自のこのような災難が降りかかった。
τὰ ἐν Ἠπείρῳ τῇ Θεσπρωτίδι ὑπὸ ἀναρχίας ἐφθάρη·
テスプロティア地方のエペイロスにおける国政は、無政府状態によって破滅した。
Δηιδαμείᾳ γὰρ τῇ Πύρρου παῖδες οὐκ ἐγένοντο, ἀλλὰ ὡς τελευτᾶν ἔμελλεν, ἐπιτρέπει τῷ δήμῳ τὰ πράγματα.
というのも、ピュロスの娘デイダメイアには子供が生まれず、死に臨んで、彼女は民衆に国政を委ねたからである。
θυγάτηρ δὲ ἦν Πύρρου τοῦ Πτολεμαίου τοῦ Ἀλεξάνδρου τοῦ Πύρρου·
彼女は、ピュロス、アレクサンドロス、プトレマイオスと続く系統のピュロスの娘であった。
§4.35.4τὰ δὲ ἐς Πύρρον τὸν Αἰακίδου πρότερον ἔτι ἐν τῷ λόγῳ τῷ ἐς Ἀθηναίους ἐδήλωσα, Προκλῆς δὲ ὁ Καρχηδόνιος τύχης μὲν χρηστῆς ἕνεκα καὶ διὰ λαμπρότητα ἔργων ἔνεμεν Ἀλεξάνδρῳ τᾷ Φιλίππου πλέον, τάξαι δὲ ὁπλίτας τε καὶ ἱππικὸν καὶ στρατηγήματα ἐπὶ ἄνδρας πολεμίους εὑρεῖν Πύρρον ἔφασκεν ἀμείνονα γενέσθαι.
アイアコスの子ピュロスに関する事柄については、すでに以前、アテナイ人に関する記述の中で明らかにしたが、カルタゴ人プロクレスは、幸運と業績の輝かしさという点では、フィリッポスの子アレクサンドロスにより多くを分け与えたが、重装歩兵や騎兵を整列させ、敵に対して戦術を考案することにかけては、ピュロスのほうが優れていたと主張していた。
§4.35.5Ἠπειρῶται δὲ ὡς ἐπαύσαντο βασιλεύεσθαι, τά τε ἄλλα ὁ δῆμος ὕβριζε καὶ ἀκροᾶσθαι τῶν ἐν ταῖς ἀρχαῖς ὑπερεώρων·
エペイロス人が王によって支配されるのをやめると、民衆は他の点でも傲慢になり、公職にある者たちに従うことを軽視した。
καὶ σφᾶς οἱ Ἰλλυριοὶ τὰ πρὸς τοῦ Ἰονίου τὴν Ἤπειρον ὑπεροικοῦντες παρεστήσαντο ἐξ ἐπιδρομῆς.
そして、イオニア海側のエペイロスの上方に住んでいたイリュリア人たちが、急襲によって彼らを屈服させた。
οὐ γάρ πω δημοκρατίαν ἴσμεν ἄλλους γε ἢ Ἀθηναίους αὐξήσαντας, Ἀθηναῖοι δὲ προήχθησαν ἐπὶ μέγα ἀπʼ αὐτῆς·
というのも、アテナイ人以外の誰かが民主政を繁栄させた例を、我々はまだ知らないからである。 そしてアテナイ人は、民主政によって大いに発展した。
συνέσει γὰρ οἰκείᾳ τὸ Ἑλληνικὸν ὑπερεβάλλοντο καὶ νόμοις τοῖς καθεστηκόσιν ἐλάχιστα ἠπείθουν.
なぜなら、彼らは自らの知性によってギリシアの他の人々を凌駕しており、制定された法律に背くことがきわめて少なかったからである。
§4.35.6οἱ δὲ Ἰλλυριοί, ἀρχῆς τε γεγευμένοι καὶ ἐπιθυμοῦντες ἀεὶ τοῦ πλείονος, ναῦς τε ἐπήξαντο καὶ ἐληίζοντο ἄλλους τε ὡς ἑκάστους τύχοιεν καὶ ἐς τὴν Μοθωναίαν σχόντες ὡρμίσαντο οἷα ἐς φιλίαν·
支配権を味わい、常にさらなるものを望んでいたイリュリア人たちは、船を建造し、遭遇した者たちをその都度略奪していたが、モトネの領土に寄港し、友好国に対するかのように錨を下ろした。
στείλαντες δὲ ἄγγελον ἐς τὴν πόλιν ἄγειν σφίσιν οἶνον ἐπὶ τὰ πλοῖα ἐδεήθησαν.
そして、都市に使者を送り、自分たちの船へワインを持ってくるようにと要求した。
ὡς δὲ ἄγοντες ἀφίκοντο ἄνδρες οὐ πολλοί, τόν τε οἶνον ὠνοῦντο ἐπιτιμώντων τῶν Μοθωναίων καὶ αὐτοί σφισιν ἐπίπρασκον ὧν ἐπήγοντο.
ワインを携えて数人の男たちが到着すると、モトネ人が価格を決めて彼らはワインを買い取り、また、自分たちも携えてきた品々を彼らに販売した。

語釈・文法注

  1. 4.35.1παρὰ Διομήδην — 前置詞 παρά +対格が「〜のもとへ」という人の目的地を表す。ここでは、オイネウスがトロイア陥落の後にディオメデスを頼ってペロポネソスに赴いたことを指す。
  2. 4.35.1μὴ ἐκ βυθοῦ ταράσσεσθαι τὸν κλύδωνα — 不定詞の否定に μή が使われ、その意味上の主語が対格の τὸν κλύδωνα、動詞が受動態不定詞 ταράσσεσθαι となっている。「波が底からかき乱されないように」という目的・結果的な関係を示す。
  3. 4.35.2ἐμοὶ δοκεῖν — 「私の見方では」という制限・条件を表す不定詞の絶対用法(parenthetical infinitive)。
  4. 4.35.3Πύρρου τοῦ Πτολεμαίου τοῦ Ἀλεξάνδρου τοῦ Πύρρου — 定冠詞を伴う属格が連続し、世代を遡る。デイダメイアの父はピュロス(2世)、その父はプトレマイオス、その父はアレクサンドロス(2世)、その父はピュロス(1世、有名なエペイロス王)であることを示す。
  5. 4.35.5οὐ γάρ πω δημοκρατίαν ἴσμεν ἄλλους γε ἢ Ἀθηναίους αὐξήσαντας — 知覚・知悉を表す動詞 ἴσμεν(οἶδα の1人称複数)の目的語として対格名詞句 ἄλλους... +分詞 αὐξήσαντας が置かれ、「〜が〜したことを知っている」という間接記述の構文をとる。

この箇所を引用する

パウサニアス, ギリシア案内記 §4.35.1-4.35.6. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0525.tlg001.humanitext-grc2:4.35.1-4.35.6

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。