§4.34.7ἐκ Κορώνης δὲ ὡς ὀγδοήκοντα σταδίους προελθόντι Ἀπόλλωνός ἐστιν ἱερὸν πρὸς θαλάσσῃ τιμὰς ἔχον·
コロネから80スタディオンほど進んだところに、海辺に、崇敬されているアポロンの聖所がある。
ἀρχαιότατόν τε γὰρ λόγῳ τῷ Μεσσηνίων ἐστὶ καὶ νοσήματα ὁ θεὸς ἰᾶται, Κόρυνθον δὲ Ἀπόλλωνα ὀνομάζουσι.
なぜなら、メッセニア人の話によれば、それはきわめて古く、また神は病を癒やし、彼らはアポロンをコリュントスと呼んでいるからである。
τοῦτο μὲν δὴ ξόανον, τοῦ Ἀργεώτα δὲ χαλκοῦν ἐστι τὸ ἄγαλμα·
これ(コリュントス・アポロンの像)は木像(キサノン)であり、アルゲオタスの像は青銅製である。
ἀναθεῖναι δέ φασι τοὺς ἐν τῇ Ἀργοῖ πλεύσαντας.
そして、アルゴ号で航海した人々がそれを奉納したと彼らは言う。
§4.34.8τῇ Κορωναίων δὲ πόλει ἐστὶν ὅμορος Κολωνίδες·
コロネ人の都市にはコローニデスが隣接している。
οἱ δὲ ἐνταῦθα οὐ Μεσσήνιοί φασιν εἶναι, ἀλλὰ ἐκ τῆς Ἀττικῆς ἀγαγεῖν σφᾶς Κόλαινον λέγουσι, Κολαίνῳ δὲ κόρυδον τὴν ὄρνιθα ἐκ μαντεύματος ἐς τὴν ἀποικίαν ἡγήσασθαι.
そこの住民は自分たちがメッセニア人ではないと言い、コライノスがアッティカから彼らを導いてきたと言っている。 そして、神託によってコリュドスという鳥(ヒバリ)がコライノスの入植の先導をしたと言っている。
ἔμελλον δὲ ἄρα διάλεκτόν τε ἀνὰ χρόνον καὶ ἔθη μεταμαθήσεσθαι τὰ Δωριέων.
彼らはやはり、時が経つにつれて、方言と習慣をドリア人のものへと学び直す運命にあったのだ。
κεῖται δὲ τὸ πόλισμα αἱ Κολωνίδες ἐπὶ ὑψηλοῦ, μικρὸν ἀπὸ θαλάσσης.
コローニデスの町は、海から少し離れた高台にある。
§4.34.9Ἀσιναῖοι δὲ τὸ μὲν ἐξ ἀρχῆς Λυκωρίταις ὅμοροι περὶ τὸν Παρνασσὸν ᾤκουν·
アシネ人はもともとパルナッソス山の周辺にリュコレイアの人々と隣り合って住んでいた。
ὄνομα δὲ ἦν αὐτοῖς, ὃ δὴ καὶ ἐς Πελοπόννησον διεσώσαντο, ἀπὸ τοῦ οἰκιστοῦ Δρύοπες.
彼らの名前は、ペロポネソスにまで彼らが持ち伝えたものであるが、開拓者にちなんでドライオプス人であった。
γενεᾷ δὲ ὕστερον τρίτῃ βασιλεύοντος Φύλαντος μάχῃ τε οἱ Δρύοπες ὑπὸ Ἡρακλέους ἐκρατήθησαν καὶ τῷ Ἀπόλλωνι ἀνάθημα ἤχθησαν ἐς Δελφούς·
その3代のち、ピュラスが王であったとき、ドライオプス人はヘラクレスとの戦いに敗れ、デルポイのアポロンへの奉納物として連れて行かれた。
ἀναχθέντες δὲ ἐς Πελοπόννησον χρήσαντος Ἡρακλεῖ τοῦ θεοῦ πρῶτα μὲν τὴν πρὸς Ἑρμιόνι Ἀσίνην ἔσχον, ἐκεῖθεν δὲ ἐκπεσόντες ὑπὸ Ἀργείων οἰκοῦσιν ἐν τῇ Μεσσηνίᾳ, Λακεδαιμονίων δόντων καὶ ὡς ἀνὰ χρόνον οἱ Μεσσήνιοι κατήχθησαν οὐ γενομένης σφίσιν ὑπʼ αὐτῶν ἀναστάτου τῆς πόλεως.
彼らはペロポネソスへと運ばれ、神がヘラクレスに神託を与えたことで、最初はヘルミオネの近くのアシネを手に入れたが、そこからアルゴス人によって追い出されたのち、彼らはメッセニアに住んでいる。 これはラケダイモン人が土地を与えたためであり、また、後にメッセニア人が(故郷へと)連れ戻された際にも、メッセニア人によって彼らの都市が破壊されることがなかったからである。
§4.34.10Ἀσιναῖοι δὲ αὐτοὶ περὶ σφῶν οὕτω λέγουσι·
アシネ人自身は自分たちについて次のように言っている。
κρατηθῆναι μὲν ὑπὸ Ἡρακλέους μάχῃ συγχωροῦσιν ἁλῶναί τε τὴν ἐν τῷ Παρνασσῷ πόλιν, αἰχμάλωτοι δὲ γενέσθαι καὶ ἀχθῆναι παρὰ τὸν Ἀπόλλωνα οὔ φασιν·
彼らは戦闘においてヘラクレスに敗北し、パルナッソスの都市が占領されたことは認めるが、捕虜となってアポロンのもとへ連れて行かれたのではないと言っている。
ἀλλʼ ὡς ἡλίσκετο ὑπὸ τοῦ Ἡρακλέους τὸ τεῖχος, ἐκλιπεῖν τὴν πόλιν καὶ ἀναφυγεῖν ἐς τὰ ἄκρα τοῦ Παρνασσοῦ, διαβάντες δὲ ὕστερον ναυσὶν ἐς Πελοπόννησον γενέσθαι φασὶν Εὐρυσθέως ἱκέται, καὶ σφίσιν Εὐρυσθέα ἅτε ἀπεχθανόμενον τῷ Ἡρακλεῖ δοῦναι τὴν ἐν τῇ Ἀργολίδι Ἀσίνην.
そうではなく、ヘラクレスによって城壁が奪われようとしていたとき、都市を離れてパルナッソスの山頂へと逃げ延び、後に船でペロポネソスへと渡り、エウリュステウスの嘆願者になったのだと言っている。 そして、エウリュステウスはヘラクレスを憎んでいたため、アルゴリス地方のアシネを彼らに与えたのだと。
§4.34.11μόνοι δὲ τοῦ γένους τοῦ Δρυόπων οἱ Ἀσιναῖοι σεμνύνονται καὶ ἐς ἡμᾶς ἔτι τῷ ὀνόματι, οὐδὲν ὁμοίως καὶ Εὐβοέων οἱ Στύρα ἔχοντες.
ドライオプス人の血統の中で、アシネ人だけが、現代に至るまでなおその名前を誇りにしており、エウボイアのステュラに住む人々とはまったく異なっている。
εἰσὶ γὰρ καὶ οἱ Στυρεῖς Δρύοπες τὸ ἐξ ἀρχῆς, ὅσοι τῆς πρὸς τὸν Ἡρακλέα οὐ μετέσχον μάχης, ἀπωτέρω τῆς πόλεως ἔχοντες τὰς οἰκήσεις·
というのも、ステュラの人々も、ヘラクレスとの戦闘に参加せず、都市から離れたところに住居を持っていた者たちであって、もともとはドライオプス人である。
ἀλλὰ οἱ μὲν Στυρεῖς καλεῖσθαι Δρύοπες ὑπερφρονοῦσι, καθάπερ γε καὶ οἱ Δελφοὶ πεφεύγασιν ὀνομάζεσθαι Φωκεῖς, Ἀσιναῖοι δὲ Δρύοπές τε τὰ μάλιστα χαίρουσι καλούμενοι καὶ τῶν ἱερῶν τὰ ἁγιώτατά εἰσι δῆλοι κατὰ μνήμην πεποιημένοι τῶν ποτὲ ἐν Παρνασσῷ σφισιν ἱδρυμένων.
しかし、ステュラの人々はドライオプス人と呼ばれることを軽蔑しており、それはちょうどデルポイの人々がフォキス人と呼ばれるのを避けているのと同様である。 だがアシネ人は、ドライオプス人と呼ばれることをこの上なく喜んでおり、彼らの最も神聖な聖所は、かつてパルナッソス山で自分たちのために設立されたものの記憶に基づいて作られたものであることが明らかである。
τοῦτο μὲν γὰρ Ἀπόλλωνός ἐστιν αὐτοῖς ναός, τοῦτο δὲ Δρύοπος ἱερὸν καὶ ἄγαλμα ἀρχαῖον·
というのも、一方には彼らのアポロンの神殿があり、他方にはドライオプスの聖所と古代の像があるからである。
ἄγουσι καὶ παρὰ ἔτος αὐτῷ τελετήν, παῖδα τὸν Δρύοπα Ἀπόλλωνος εἶναι λέγοντες.
彼らは1年おきに彼のための祭儀を行い、ドライオプスはアポロンの子であると言っている。
§4.34.12κεῖται δὲ ἐπὶ θαλάσσῃ καὶ αὐτὴ κατὰ τὰ αὐτὰ τῇ ποτὲ ἐν μοίρᾳ τῇ Ἀργολίδι Ἀσίνῃ·
このアシネ自体も、かつてアルゴリス地方の一部であったアシネと同様に、海沿いに位置している。
σταδίων δὲ τεσσαράκοντά ἐστιν ἐκ Κολωνίδων ἐς αὐτὴν ὁδός, τοσαύτη δὲ καὶ ἐκ τῆς Ἀσίνης πρὸς τὸν Ἀκρίταν καλούμενον.
コローニデスからアシネまでは40スタディオンの道があり、アシネからアクリタスと呼ばれる岬までも同距離である。
ἀνέχει δὲ ἐς θάλασσαν ὁ Ἀκρίτας, καὶ νῆσος Θηγανοῦσσά ἐστιν ἔρημος πρὸ αὐτοῦ·
アクリタス(岬)は海に突き出ており、その前方にはテガヌサという無人島がある。
μετὰ δὲ τὸν Ἀκρίταν λιμήν τε Φοινικοῦς καὶ νῆσοι κατʼ αὐτὸν Οἰνοῦσσαι.
アクリタスを過ぎると、ポイニクスという港があり、その向かいにはオイヌッサイ諸島がある。