§4.34.1ἐκ δὲ Μεσσήνης ὑπὸ τοῦ Παμίσου τὸ στόμα ὁδὸς μὲν σταδίων ἐστὶν ὀγδοήκοντα, ῥεῖ δὲ ὁ Πάμισος διά τε ἀρουμένης καὶ καθαρὸς καὶ ἀναπλεῖται ναυσὶν ἐκ θαλάσσης ἐπὶ δέκα που σταδίους·
メッセネからパミソス川の河口までは80スタディオンの道がある。 パミソス川は耕作地を流れており、澄んでいて、海からおよそ10スタディオンは船で遡上できる。
ἀναθέουσι δὲ ἐς αὐτὸν καὶ οἱ θαλάσσιοι τῶν ἰχθύων περὶ ὥραν μάλιστα τοῦ ἦρος.
海の魚も春の季節になると特にこの川に遡上する。
τὸ δὲ αὐτὸ ἐς Ῥῆνόν τε καὶ ἐς τὸν Μαίανδρον ποιοῦσιν οἱ ἰχθῦς·
これと同じことを、ライン川やマイアンドロス川でも魚たちは行う。
μάλιστα δὲ ἀνὰ τὸ ῥεῦμα τὸ Ἀχελῴου νήχονται τοῦ ἐκδιδόντος κατὰ νήσους τὰς Ἐχινάδας.
とりわけ、エキナデス諸島へと流れ込むアケロオス川の流れを遡って彼らは泳ぐ。
§4.34.2διάφοροι δὲ τὸ εἶδος μάλιστα ἰχθῦς ἀναθέουσιν ἐς τὸν Πάμισον ἅτε ἐς ὕδωρ καθαρὸν καὶ οὐ κατὰ τὰ αὐτὰ τοῖς κατειλεγμένοις ποταμοῖς ἰλυῶδες·
パミソス川へは、特に様々な種類の魚が遡上する。 それは、澄んだ水であり、上述の川のように泥だらけではないからである。
οἱ κέφαλοι δέ, ἅτε ἰχθύων ὄντες τῶν πηλαίων, ποταμῶν φίλοι τῶν θολερωτέρων εἰσί.
これに対してケファロスは、泥を好む魚であるため、より濁った川を好む。
θηρία δὲ ἐς ὄλεθρον ἀνθρώπων οὐ πεφύκασιν οἱ Ἑλλήνων ποταμοὶ φέρειν, καθάπερ γε Ἰνδὸς καὶ Νεῖλος ὁ Αἰγύπτιος, ἔτι δὲ Ῥῆνος καὶ Ἴστρος Εὐφράτης τε καὶ Φᾶσις·
ギリシアの諸河川には、人を破滅させる野生動物は生まれつき存在しない。 インダス川やエジプトのナイル川、さらにはライン川、イストロス川、ユーフラテス川、ファシス川などのようには。
οὗτοι γὰρ δὴ θηρία ὅμοια τοῖς μάλιστα ἀνδροφάγα αὔξουσι, ταῖς ἐν Ἕρμῳ καὶ Μαιάνδρῳ γλάνισιν ἐοικότα ἰδέας πλὴν χρόας τε μελαντέρας καὶ ἀλκῆς·
これらはまさに、ヘルモス川やマイアンドロス川のグラニスに姿は似ているが、体色がより黒く、力が強いという点を除けば、極めて人を食うような野生動物を育てている。
ταῦτα δὲ αἱ γλάνεις ἀποδέουσιν.
グラニスはこれらの点で劣っている。
§4.34.3ὁ δὲ Ἰνδὸς καὶ ὁ Νεῖλος κροκοδείλους μὲν ἀμφότεροι, Νεῖλος δὲ παρέχεται καὶ ἵππους, οὐκ ἔλασσον ἢ ὁ κροκόδειλος κακὸν ἀνθρώποις.
インダス川とナイル川はどちらもクロコダイルを産し、ナイル川はカバも産出する。 これはクロコダイルに劣らず人間に害を与える。
οἱ δὲ Ἑλλήνων ποταμοὶ δείματα ὡς ἀπὸ θηρίων εἰσὶν οὐδέν, ἐπεὶ καὶ Ἀώῳ τῷ διὰ τῆς Θεσπρωτίδος ῥέοντι ἠπείρου θηρία οὐ ποτάμια οἱ κύνες, ἀλλὰ ἐπήλυδές εἰσιν ἐκ θαλάσσης.
ギリシアの河川には野生動物による恐れはまったくない。 なぜなら、テスプロティスを流れるアオオス川においても、本土の(川の)野生動物とされる「犬たち」は、川の動物ではなく、海からやってくる移入種だからである。
§4.34.4Κορώνη δέ ἐστι πόλις ἐν δεξιᾷ τοῦ Παμίσου πρὸς θαλάσσῃ τε καὶ ὑπὸ τῷ ὄρει τῇ Μαθίᾳ.
コロネはパミソス川の右側、海に面し、マティア山の下にある都市である。
κατὰ δὲ τὴν ὁδὸν ταύτην ἐστὶν ἐπὶ θαλάσσῃ χωρίον, ὃ Ἰνοῦς ἱερὸν εἶναι νομίζουσιν·
この道沿いの海辺に、イノの聖所と信じられている場所がある。
ἐπαναβῆναι γὰρ ἐνταῦθα ἐκ θαλάσσης φασὶν αὐτὴν θεόν τε ἤδη νομιζομένην καὶ Λευκοθέαν καλουμένην ἀντὶ Ἰνοῦς.
彼女は、すでに女神とみなされ、イノの代わりにレウコテアと呼ばれるようになってから、ここから海から上がってきたと彼らは言っている。
προελθόντων δὲ οὐ πολὺ Βίας ἐκδίδωσιν ἐς θάλασσαν ποταμός·
少し進むと、ビアス川が海に注いでいる。
γενέσθαι δὲ αὐτῷ λέγουσι τὸ ὄνομα ἀπὸ Βίαντος τοῦ Ἀμυθάονος.
その名前はアミュタオンの子ビアスに由来すると言われている。
καὶ Πλατανιστῶνος δὲ ἡ πηγὴ στάδια μὲν εἴκοσίν ἐστιν ἀπωτέρω τῆς ὁδοῦ, ῥεῖ δὲ ἐκ πλατάνου τὸ ὕδωρ πλατείας καὶ τὰ ἐντὸς κοίλης·
プラタニストンの泉は道から20スタディオンほど離れたところにあり、その水は、内部が空洞になっている幅の広いプラタナスから流れている。
κατὰ σπήλαιον μάλιστά που μικρὸν τὸ εὖρός ἐστι τοῦ δένδρου, καὶ τὸ ὕδωρ αὐτόθεν ἐς Κορώνην τὸ πότιμον κάτεισι.
その木の幅はほぼ小さな洞窟ほどであり、その水はそこからコロネへ飲料水として下っている。
§4.34.5τὸ μὲν δὴ ὄνομα τὸ ἀρχαῖον εἶχεν Αἴπεια·
もともとの名前はアイペイアであった。
ἐπεὶ δὲ ὑπὸ Θηβαίων κατήχθησαν ἐς Πελοπόννησον, Ἐπιμηλίδην φασὶν ἀποσταλέντα οἰκιστὴν καλέσαι Κορώνειαν, εἶναι γὰρ αὐτὸν ἐκ Κορωνείας τῆς Βοιωτῶν, τοὺς δὲ Μεσσηνίους ἐξ ἀρχῆς τε οὐ κατορθοῦν περὶ τὸ ὄνομα καὶ μᾶλλον ἔτι ἀνὰ χρόνον ἐκνικῆσαι τὸ ἐκείνων ἁμάρτημα.
しかし、テーバイ人によってペロポネソスへと連れ戻された際、入植指導者として送られたエピメリデスがここをコロネイアと呼んだと言われている。 なぜなら、彼自身がボイオティアのコロネイアの出身だったからである。 しかし、メッセニア人は最初からその名前を正確に発音できず、時が経つにつれてさらに彼らの誤りの方が勝ってしまったと言われている。
λέγεται δὲ καὶ ἕτερος λόγος, ὡς τοῦ τείχους τὰ θεμέλια ὀρύσσοντες ἐπιτύχοιεν κορώνῃ χαλκῇ.
別の説もあり、壁の基礎を掘っていたときに青銅の烏を見つけたからとも言われている。
§4.34.6θεῶν δέ ἐστιν ἐνταῦθα Ἀρτέμιδός τε καλουμένης Παιδοτρόφου καὶ Διονύσου καὶ Ἀσκληπιοῦ ναός·
ここには、ペドトロポスと呼ばれるアルテミス、ディオニュソス、アスクレピオスの神殿がある。
τῷ μὲν δὴ Ἀσκληπιῷ καὶ Διονύσῳ λίθου, Διὸς δὲ Σωτῆρος χαλκοῦν ἄγαλμα ἐπὶ τῆς ἀγορᾶς πεποίηται.
アスクレピオスとディオニュソスの像は石造りであり、救い主ゼウスの青銅像が広場に建てられている。
χαλκοῦν δὲ καὶ ἐν ἀκροπόλει τῆς Ἀθηνᾶς τὸ ἄγαλμά ἐστιν ἐν ὑπαίθρῳ, κορώνην ἐν τῇ χειρὶ ἔχουσα.
アクロポリスにあるアテナの像も青銅製で、屋外にあり、手に烏を持っている。
εἶδον δὲ καὶ τοῦ Ἐπιμηλίδου μνῆμα· ἐφʼ ὅτῳ δὲ τὸν λιμένα Ἀχαιῶν καλοῦσιν, οὐκ οἶδα.
私はエピメリデスの墓も見ただが、彼らがなぜその港を「アカイア人の港」と呼ぶのかは、私にはわからない。