§4.34.1ἐκ δὲ Μεσσήνης ὑπὸ τοῦ Παμίσου τὸ στόμα ὁδὸς μὲν σταδίων ἐστὶν ὀγδοήκοντα, ῥεῖ δὲ ὁ Πάμισος διά τε ἀρουμένης καὶ καθαρὸς καὶ ἀναπλεῖται ναυσὶν ἐκ θαλάσσης ἐπὶ δέκα που σταδίους·
从美塞涅到帕米索斯河口有一条八十斯塔迪翁的路,帕米索斯河流经耕地,水质清澈,从海上可以乘船溯流而上约十斯塔迪翁。
ἀναθέουσι δὲ ἐς αὐτὸν καὶ οἱ θαλάσσιοι τῶν ἰχθύων περὶ ὥραν μάλιστα τοῦ ἦρος.
海鱼也会在春季左右溯河而上。
τὸ δὲ αὐτὸ ἐς Ῥῆνόν τε καὶ ἐς τὸν Μαίανδρον ποιοῦσιν οἱ ἰχθῦς· μάλιστα δὲ ἀνὰ τὸ ῥεῦμα τὸ Ἀχελῴου νήχονται τοῦ ἐκδιδόντος κατὰ νήσους τὰς Ἐχινάδας.
鱼类在莱茵河和迈安德罗斯河中也这样做,但它们尤其逆着流向艾奇纳德斯群岛的阿克洛奥斯河的溪流游动。
§4.34.2διάφοροι δὲ τὸ εἶδος μάλιστα ἰχθῦς ἀναθέουσιν ἐς τὸν Πάμισον ἅτε ἐς ὕδωρ καθαρὸν καὶ οὐ κατὰ τὰ αὐτὰ τοῖς κατειλεγμένοις ποταμοῖς ἰλυῶδες·
由于帕米索斯河水质清澈,不像前述河流那样多泥沙,因此有各种各样的鱼类溯河而上。
οἱ κέφαλοι δέ, ἅτε ἰχθύων ὄντες τῶν πηλαίων, ποταμῶν φίλοι τῶν θολερωτέρων εἰσί.
而鲻鱼作为泥居鱼类,更喜欢浑浊的河流。
θηρία δὲ ἐς ὄλεθρον ἀνθρώπων οὐ πεφύκασιν οἱ Ἑλλήνων ποταμοὶ φέρειν, καθάπερ γε Ἰνδὸς καὶ Νεῖλος ὁ Αἰγύπτιος, ἔτι δὲ Ῥῆνος καὶ Ἴστρος Εὐφράτης τε καὶ Φᾶσις·
希腊的河流天生不繁衍毁灭人类的野兽,不像印地斯河、埃及的尼罗河,以及莱茵河、伊斯特罗斯河、幼发拉底河和法希斯河那样。
οὗτοι γὰρ δὴ θηρία ὅμοια τοῖς μάλιστα ἀνδροφάγα αὔξουσι, ταῖς ἐν Ἕρμῳ καὶ Μαιάνδρῳ γλάνισιν ἐοικότα ἰδέας πλὴν χρόας τε μελαντέρας καὶ ἀλκῆς· ταῦτα δὲ αἱ γλάνεις ἀποδέουσιν.
因为这些河流确实繁衍着极像食人兽的野兽,其外形类似于赫尔墨斯河和迈安德罗斯河中的鲇鱼,只是肤色更黑、力量更大;而鲇鱼在这些方面有所不及。
§4.34.3ὁ δὲ Ἰνδὸς καὶ ὁ Νεῖλος κροκοδείλους μὲν ἀμφότεροι, Νεῖλος δὲ παρέχεται καὶ ἵππους, οὐκ ἔλασσον ἢ ὁ κροκόδειλος κακὸν ἀνθρώποις.
印地斯河和尼罗河都产鳄鱼,尼罗河还产河马,其对人类的危害不亚于鳄鱼。
οἱ δὲ Ἑλλήνων ποταμοὶ δείματα ὡς ἀπὸ θηρίων εἰσὶν οὐδέν, ἐπεὶ καὶ Ἀώῳ τῷ διὰ τῆς Θεσπρωτίδος ῥέοντι ἠπείρου θηρία οὐ ποτάμια οἱ κύνες, ἀλλὰ ἐπήλυδές εἰσιν ἐκ θαλάσσης.
然而希腊的河流完全没有来自野兽的恐惧,因为即使在流经德斯普罗蒂斯阿奥奥斯河中,被称为陆地野兽的“狗”也不是河流生物,而是来自海洋的入侵者。
§4.34.4Κορώνη δέ ἐστι πόλις ἐν δεξιᾷ τοῦ Παμίσου πρὸς θαλάσσῃ τε καὶ ὑπὸ τῷ ὄρει τῇ Μαθίᾳ.
科罗内是帕米索斯河右侧的一座城市,临海且位于马蒂亚山下。
κατὰ δὲ τὴν ὁδὸν ταύτην ἐστὶν ἐπὶ θαλάσσῃ χωρίον, ὃ Ἰνοῦς ἱερὸν εἶναι νομίζουσιν·
沿着这条路的海岸有一处地方,人们认为那是伊诺的圣所。
ἐπαναβῆναι γὰρ ἐνταῦθα ἐκ θαλάσσης φασὶν αὐτὴν θεόν τε ἤδη νομιζομένην καὶ Λευκοθέαν καλουμένην ἀντὶ Ἰνοῦς.
因为他们说,当她已被视为女神并改名为勒乌科忒亚而非伊诺时,曾从这里从海里走上来。
προελθόντων δὲ οὐ πολὺ Βίας ἐκδίδωσιν ἐς θάλασσαν ποταμός· γενέσθαι δὲ αὐτῷ λέγουσι τὸ ὄνομα ἀπὸ Βίαντος τοῦ Ἀμυθάονος.
前行不远,比亚斯河注入大海;据说它的名字源于阿米塔翁之子比亚斯。
καὶ Πλατανιστῶνος δὲ ἡ πηγὴ στάδια μὲν εἴκοσίν ἐστιν ἀπωτέρω τῆς ὁδοῦ, ῥεῖ δὲ ἐκ πλατάνου τὸ ὕδωρ πλατείας καὶ τὰ ἐντὸς κοίλης· κατὰ σπήλαιον μάλιστά που μικρὸν τὸ εὖρός ἐστι τοῦ δένδρου, καὶ τὸ ὕδωρ αὐτόθεν ἐς Κορώνην τὸ πότιμον κάτεισι.
普拉塔尼斯顿的泉水距离道路有二十斯塔迪翁,水从一棵内部中空、宽阔的悬铃木中流出;这棵树的宽度大约相当于一个小洞穴,饮用水从那里流向科罗内。
§4.34.5τὸ μὲν δὴ ὄνομα τὸ ἀρχαῖον εἶχεν Αἴπεια· ἐπεὶ δὲ ὑπὸ Θηβαίων κατήχθησαν ἐς Πελοπόννησον, Ἐπιμηλίδην φασὶν ἀποσταλέντα οἰκιστὴν καλέσαι Κορώνειαν, εἶναι γὰρ αὐτὸν ἐκ Κορωνείας τῆς Βοιωτῶν, τοὺς δὲ Μεσσηνίους ἐξ ἀρχῆς τε οὐ κατορθοῦν περὶ τὸ ὄνομα καὶ μᾶλλον ἔτι ἀνὰ χρόνον ἐκνικῆσαι τὸ ἐκείνων ἁμάρτημα.
它古时候的名字是艾佩亚;但当他们被底比斯人带回伯罗奔尼撒时,据说被派来作建城者的埃皮梅利德斯将其命名为科罗内亚,因为他自己来自波奥蒂亚的科罗内亚,而美塞尼亚人从一开始就未能正确念出这个名字,随着时间的推移,他们的错误更加占据了上风。
λέγεται δὲ καὶ ἕτερος λόγος, ὡς τοῦ τείχους τὰ θεμέλια ὀρύσσοντες ἐπιτύχοιεν κορώνῃ χαλκῇ.
还有另外一种说法,说是他们在挖掘城墙地基时,发现了一只青铜乌鸦。
§4.34.6θεῶν δέ ἐστιν ἐνταῦθα Ἀρτέμιδός τε καλουμένης Παιδοτρόφου καὶ Διονύσου καὶ Ἀσκληπιοῦ ναός·
这里有被称为“育儿者”的阿耳忒弥斯、狄奥尼索斯和阿斯克勒庇俄斯的庙宇。
τῷ μὲν δὴ Ἀσκληπιῷ καὶ Διονύσῳ λίθου, Διὸς δὲ Σωτῆρος χαλκοῦν ἄγαλμα ἐπὶ τῆς ἀγορᾶς πεποίηται.
阿斯克勒庇俄斯和狄奥尼索斯的雕像是石制的,而救主宙斯的青铜雕像则立于广场上。
χαλκοῦν δὲ καὶ ἐν ἀκροπόλει τῆς Ἀθηνᾶς τὸ ἄγαλμά ἐστιν ἐν ὑπαίθρῳ, κορώνην ἐν τῇ χειρὶ ἔχουσα.
卫城上的雅典娜雕像也是青铜的,位于露天,手中拿着一只乌鸦。
εἶδον δὲ καὶ τοῦ Ἐπιμηλίδου μνῆμα· ἐφʼ ὅτῳ δὲ τὸν λιμένα Ἀχαιῶν καλοῦσιν, οὐκ οἶδα.
我也看到了埃皮梅利德斯的陵墓;但他们为什么把那个港口称为“阿开亚人的港口”,我并不知道。