§4.31.7Δαμοφῶντος δέ ἐστι τούτου καὶ ἡ Λαφρία καλουμένη παρὰ Μεσσηνίοις·
このダモポンの作品には、メッセニア人たちの間でラプリアと呼ばれているものもある。
σέβεσθαι δέ σφισιν ἀπὸ τοιοῦδε αὐτὴν καθέστηκε.
彼らの間で彼女を崇拝することは、次のようなことに由来して確立された。
Καλυδωνίοις ἡ Ἄρτεμις—ταύτην γὰρ θεῶν μάλιστα ἔσεβον— ἐπίκλησιν εἶχε Λαφρία·
カリュドン人たちにとって、アルテミスは――というのも彼らは神々のうちで彼女を最も崇拝していたのだが――ラプリアという異名を持っていた。
Μεσσηνίων δὲ οἱ λαβόντες Ναύπακτον παρὰ Ἀθηναίων—τηνικαῦτα γὰρ Αἰτωλίας ἐγγύτατα ᾤκουν—παρὰ Καλυδωνίων ἔλαβον.
アテナイ人からナウパクトスを受け取ったメッセニア人たちは――当時彼らはアイトリアに極めて近いところに住んでいたのだが――カリュドン人たちからそれを受け取った。
τὸ σχῆμα ἑτέρωθι δηλώσω.
その姿については別の場所で明らかにしよう。
τὸ μὲν δὴ τῆς Λαφρίας ἀφίκετο ὄνομα ἔς τε Μεσσηνίους καὶ ἐς Πατρεῖς Ἀχαιῶν μόνους, Ἐφεσίαν δὲ Ἄρτεμιν πόλεις τε νομίζουσιν αἱ §4.31.8πᾶσαι καὶ ἄνδρες ἰδίᾳ θεῶν μάλιστα ἄγουσιν ἐν τιμῇ·
さて、ラプリアという名前は、メッセニア人たちと、アカイア人のうちではパトライの人々のところにだけ至った。 しかし、エペソスのアルテミスについては、すべての都市が崇拝し、個人でも人々は神々のうちで最も重んじている。
τὰ δὲ αἴτια ἐμοὶ δοκεῖν ἐστὶν Ἀμαζόνων τε κλέος, αἳ φήμην τὸ ἄγαλμα ἔχουσιν ἱδρύσασθαι, καὶ ὅτι ἐκ παλαιοτάτου τὸ ἱερὸν τοῦτο ἐποιήθη.
その理由は、私の見るところ、その神像を創設したという噂のあるアマゾンたちの名声と、この聖域が極めて古い時代に造られたということである。
τρία δὲ ἄλλα ἐπὶ τούτοις συνετέλεσεν ἐς δόξαν, μέγεθός τε τοῦ ναοῦ τὰ παρὰ πᾶσιν ἀνθρώποις κατασκευάσματα ὑπερηρκότος καὶ Ἐφεσίων τῆς πόλεως ἡ ἀκμὴ καὶ ἐν αὐτῇ τὸ ἐπιφανὲς τῆς θεοῦ.
これらに加えて、さらに3つのことがその名声に貢献した。 すなわち、すべての人類の建造物を凌駕する神殿の大きさと、エペソス市の全盛期、そしてその地における女神の顕現である。
§4.31.9πεποίηται δὲ καὶ Εἰλειθυίας Μεσσηνίοις ναὸς καὶ ἄγαλμα λίθου, πλησίον δὲ Κουρήτων μέγαρον, ἔνθα ζῷα τὰ πάντα ὁμοίως καθαγίζουσιν·
また、メッセニア人たちにはエイレイテュイアの神殿と石の像が造られており、その近くにはクーレーテスの会堂があって、そこでは彼らはあらゆる動物を同様に神に捧げて焼き尽くす。
ἀρξάμενοι γὰρ ἀπὸ βοῶν τε καὶ αἰγῶν καταβαίνουσιν ἐς τοὺς ὄρνιθας ἀφιέντες ἐς τὴν φλόγα.
なぜなら、牛や山羊から始めて、彼らは鳥にまで下り、それらを炎の中に投げ込むからである。
καὶ Δήμητρος ἱερὸν Μεσσηνίοις ἐστὶν ἅγιον καὶ Διοσκούρων ἀγάλματα φέροντες τὰς Λευκίππου·
また、メッセニア人たちにはデメテルの聖なる神殿があり、レウキッポスの娘たちを連れ去るディオスクロイの像もある。
καί μοι καὶ ταῦτα ἐν τοῖς προτέροις ἐστὶν ἤδη δεδηλωμένα, ὡς οἱ Μεσσήνιοι τοὺς Τυνδάρεω παῖδας ἀμφισβητοῦσιν αὑτοῖς καὶ οὐ Λακεδαιμονίοις προσήκειν.
そして、これらのことも私の以前の記述ですでに明らかにされている。 すなわち、メッセニア人たちが、テュンダレオスの子らは自分たちのものであってラケダイモン人たちに属するのではないと主張していることである。
§4.31.10πλεῖστα δέ σφισι καὶ θέας μάλιστα ἀγάλματα ἄξια τοῦ Ἀσκληπιοῦ παρέχεται τὸ ἱερόν·
彼らにとって最も多く、かつ最も見ごたえのある像は、アスクレピオスの聖域が提供している。
χωρὶς μὲν γὰρ τοῦ θεοῦ καὶ τῶν παίδων ἐστὶν ἀγάλματα, χωρὶς δὲ Ἀπόλλωνος καὶ Μουσῶν καὶ Ἡρακλέους· πόλις τε ἡ Θηβαίων καὶ Ἐπαμινώνδας ὁ Κλεόμμιδος Τύχη τε καὶ Ἄρτεμις Φωσφόρος, τὰ μὲν δὴ τοῦ λίθου Δαμοφῶν αὐτοῖς εἰργάσατο—Μεσσήνιον δὲ ὅτι μὴ τοῦτον ἄλλον γε οὐδένα λόγου ποιήσαντα ἀξίως οἶδα ἀγάλματα—, ἡ δὲ εἰκὼν τοῦ Ἐπαμινώνδου ἐκ σιδήρου τέ ἐστι καὶ ἔργον ἄλλου, οὐ τούτου.
なぜなら、神自身やその子らの像とは別に、アポロン、ムーサイ、ヘラクレスの像があり、さらにテーバイの都市、クレオッミスの息子エパメイノンダス、テュケ、そしてアルテミス・ポスボロスの像もある。 さて、石の像はダモポンが彼らのために制作した。 ――メッセニア人で、この人を除いては、他に誰も言及に値するほどの神像を制作した者を私は知らない。 ――しかし、エパメイノンダスの肖像は鉄でできており、彼ではなく他の者の作品である。
§4.31.11ἔστι δὲ καὶ Μεσσήνης τῆς Τριόπα ναὸς καὶ ἄγαλμα χρυσοῦ καὶ λίθου Παρίου·
トリオパスの娘メッセネの神殿と、金およびパロス島の大理石でできた像もある。
γραφαὶ δὲ κατὰ τοῦ ναοῦ τὸ ὄπισθεν αἱ βασιλεύσαντές εἰσι Μεσσήνης, πρὶν μὲν ἢ στόλον ἀφικέσθαι τὸν Δωριέων ἐς Πελοπόννησον Ἀφαρεὺς καὶ οἱ παῖδες, κατελθόντων δὲ Ἡρακλειδῶν Κρεσφόντης ἐστίν, ἡγεμὼν καὶ οὗτος τοῦ Δωρικοῦ, τῶν δὲ οἰκησάντων ἐν Πύλῳ Νέστωρ καὶ Θρασυμήδης καὶ Ἀντίλοχος, προτετιμημένοι παίδων τῶν Νέστορος ἡλικίᾳ καὶ ἐπὶ Τροίαν μετεσχηκότες τῆς στρατείας.
神殿の後部には、メッセネを支配した者たちの絵画がある。 すなわち、ドリス人の遠征軍がペロポネソスに到着する前については、アパレウスとその子らが描かれており、ヘラクレイダイが帰還した後については、同じくドリス人軍の指導者であるクレスポンテスが描かれており、ピュロスに住んだ者たちのうちでは、ネストルの子らのうちで年齢において重んじられトロイアへの遠征に参加したネストル、トラスメデス、アンティロコスが描かれている。
§4.31.12Λεύκιππός τε Ἀφαρέως ἀδελφὸς καὶ Ἱλάειρά ἐστι καὶ Φοίβη, σὺν δέ σφισιν Ἀρσινόη.
アパレウスの兄弟レウキッポス、ヒラエイラ、ポイベ、そして彼女らとともにアルシノエが描かれている。
γέγραπται δὲ καὶ Ἀσκληπιός, Ἀρσινόης ὢν λόγῳ τῷ Μεσσηνίων, καὶ Μαχάων καὶ Ποδαλείριος, ὅτι ἔργου τοῦ πρὸς Ἰλίῳ καὶ τούτοις μέτεστι.
また、メッセニア人の説によればアルシノエの子であるアスクレピオス、そしてマカオンとポダレイリオスも描かれている。 なぜなら彼らもまたイリオスでの戦いに参与したからである。
ταύτας τὰς γραφὰς ἔγραψεν Ὀμφαλίων, Νικίου τοῦ Νικομήδους μαθητής·
これらの絵を描いたのは、ニコメデスの息子ニキアスの弟子であるオンパリオンである。
οἱ δὲ αὐτὸν καὶ δουλεῦσαι παρὰ τῷ Νικίᾳ καὶ παιδικὰ γενέσθαι φασὶν αὐτοῦ.
人々は、彼がニキアスの家で奴隷として働き、また彼のお気に入りであったとも言っている。