§4.31.1ὀλίγον δὲ ἀπωτέρω Φαρῶν Ἀπόλλωνος ἄλσος ἐστὶ Καρνείου καὶ ὕδατος ἐν αὐτῷ πηγή· θαλάσσης δὲ ἕξ που στάδια ἀπέχουσιν αἱ Φαραί.
A little further from Pharae is a grove of Apollo Carneius, and in it a spring of water; and Pharae is about six stades distant from the sea.
ἐντεῦθεν πρὸς μεσόγαιαν τῆς Μεσσηνίας σταδίους προελθόντι ὀγδοήκοντα, ἔστιν ἡ Θουριατῶν πόλις, Ἄνθειαν δὲ αὐτὴν ἐν τοῖς ἔπεσιν ὠνομάσθαι τοῖς Ὁμήρου λέγουσι· Λακεδαιμονίοις δὲ ἔχειν τοῖς ἐν Σπάρτῃ τὴν Θουρίαν ἔδωκεν Αὔγουστος.
From there, to one who has gone forward eighty stades towards the interior of Messenia, there is the city of the Thuriatae, which they say was named Antheia in the verses of Homer; and Augustus gave Thuria to the Lacedaemonians in Sparta to hold.
Αὐγούστῳ γὰρ βασιλεύοντι Ῥωμαίων ἐπολέμησεν Ἀντώνιος, γένει καὶ οὗτος Ῥωμαῖος· καί οἱ τῶν ἐν τῇ Ἑλλάδι ἄλλοι τε καὶ οἱ Μεσσήνιοι προσέθεντο, ὅτι ἐφρόνουν Λακεδαιμόνιοι τὰ Αὐγούστου.
For when Augustus was ruling the Romans, Antonius, who was also himself a Roman by birth, made war against him; and the Messenians, along with others in Greece, attached themselves to him, because the Lacedaemonians favored the cause of Augustus.
§4.31.2καὶ ὁ μὲν τούτων ἕνεκα Μεσσηνίοις καὶ τῶν ἄλλων τῶν ἀντιταξαμένων τοῖς μὲν αὐτῶν ἔλαττον, τοῖς δὲ καὶ ἐς πλέον ἐπεξῆλθε· Θουριᾶται δὲ ἐκ τῆς πόλεως ἐν μετεώρῳ τὸ ἀρχαῖον οἰκουμένης ἐς τὸ πεδίον κατελθόντες οἰκοῦσιν.
And on account of these things, he proceeded against the Messenians and the others who had opposed him, to some of them more lightly, but to others even more severely; and the Thuriatae, having come down into the plain, dwell there, whereas anciently their city was inhabited on high ground.
οὐ μὴν παντάπασί γε οὐδὲ τὴν ἄνω πόλιν ἐκλελοίπασιν, ἀλλὰ καὶ τείχους ἐρείπια καὶ ἱερόν ἐστιν αὐτόθι ὀνομαζόμενον θεοῦ Συρίας· τὴν δὲ ἐν τῷ πεδίῳ πόλιν ποταμὸς καλούμενος Ἄρις παρέξεισιν.
Yet they have not altogether abandoned the upper city, but there are still ruins of a wall and a sanctuary there called that of the Syrian Goddess; and the river called Aris flows past the city in the plain.
§4.31.3ἔστι δὲ ἐν τῇ μεσογαίῳ κώμη Καλάμαι καὶ Λίμναι χωρίον· ἐν δὲ αὐτῷ Λιμνάτιδος ἱερόν ἐστιν Ἀρτέμιδος, ἔνθα Τηλέκλῳ βασιλεύοντι ἐν Σπάρτῃ τὴν τελευτὴν συμβῆναι λέγουσιν.
In the interior there is a village Calamae, and a place Limnae; and in it is a sanctuary of Artemis Limnatis, where they say that death befell Teleclus while he was king in Sparta.
§4.31.4ἰόντι δὲ ἐκ Θουρίας ὡς ἐπὶ Ἀρκαδίας εἰσὶν αἱ πηγαὶ τοῦ Παμίσου· καὶ ἐπʼ αὐταῖς παισὶ μικροῖς ἀκέσματα γίνεται.
To one going from Thuria as if towards Arcadia, there are the springs of the Pamisus; and at them cures are effected for small children.
ἰοῦσι δὲ ἀπὸ τῶν πηγῶν ἐν ἀριστερᾷ καὶ προελθόντι ὡς τεσσαράκοντα στάδια, ἔστι Μεσσηνίοις ἡ ὑπὸ τῇ Ἰθώμῃ πόλις· περιέχεται δὲ οὐ τῇ Ἰθώμῃ μόνον ἀλλὰ καὶ ἐπὶ τὸν Πάμισον τὰ τετραμμένα ὑπὸ τῆς Εὔας· τὸ δὲ ὄνομα γενέσθαι τῷ ὄρει φασὶ Βακχικόν τι ἐπίφθεγμα εὐοῖ Διονύσου πρῶτον ἐνταῦθα αὐτοῦ τε εἰπόντος καὶ τῶν ὁμοῦ τῷ Διονύσῳ γυναικῶν.
And to those going from the springs, on the left, and when one has gone forward about forty stades, there is for the Messenians the city under Ithome; and it is enclosed not only by Ithome but also, on the parts turned towards the Pamisus, by Eva; and they say that the name came to the mountain from a certain Bacchic cry "Evoi", which Dionysus himself and the women with him first uttered there.
§4.31.5περὶ δὲ τὴν Μεσσήνην τεῖχος, κύκλος μὲν πᾶς λίθου πεποίηται, πύργοι δὲ καὶ ἐπάλξεις εἰσὶν ἐνῳκοδομημένοι.
The wall around Messene is made entirely of stone in its circuit, and towers and battlements are built into it.
τὰ μὲν οὖν Βαβυλωνίων ἢ τὰ Μεμνόνεια τὰ ἐν Σούσοις τείχη τοῖς Περσικοῖς οὔτε εἶδον οὔτε ἄλλων περὶ αὐτῶν ἤκουσα αὐτοπτούντων· τὰ δὲ ἐν Ἀμβρόςςῳ τῇ Φωκικῇ ἔν τε Βυζαντίῳ καὶ Ῥόδῳ—ταῦτα γὰρ δὴ τετείχισται τὰ χωρία ἄριστα—τούτων Μεσσηνίοις ἐστὶν ἐχυρώτερον.
Now as for the walls of the Babylonians or the Memnonian walls in Persian Susa, I have neither seen them myself nor heard of them from others who have seen them; but as for those in Phocian Ambrossus and in Byzantium and Rhodes—for these places are indeed fortified best—the wall of the Messenians is more secure than these.
§4.31.6Μεσσηνίοις δὲ ἐν τῇ ἀγορᾷ Διός ἐστιν ἄγαλμα Σωτῆρος καὶ Ἀρσινόη κρήνη· τὸ μὲν δὴ ὄνομα ἀπὸ τῆς Λευκίππου θυγατρὸς εἴληφεν, ὑπορρεῖ δὲ ἐς αὐτὴν ὕδωρ ἐκ πηγῆς καλουμένης Κλεψύδρας.
In the marketplace of the Messenians there is a statue of Zeus the Saviour and a fountain called Arsinoe; which indeed took its name from the daughter of Leucippus, and water flows underground into it from a spring called Clepsydra.
θεῶν δὲ ἱερὰ Ποσειδῶνος, τὸ δὲ Ἀφροδίτης ἐστί· καὶ οὗ μάλιστα ἄξιον ποιήσασθαι μνήμην, ἄγαλμα Μητρὸς θεῶν λίθου Παρίου, Δαμοφῶντος δὲ ἔργον, ὃς καὶ τὸν Δία ἐν Ὀλυμπίᾳ διεστηκότος ἤδη τοῦ ἐλέφαντος συνήρμοσεν ἐς τὸ ἀκριβέστατον· καί οἱ δεδομέναι τιμαὶ παρὰ Ἠλείων εἰσί.
And of the gods there are sanctuaries, one of Poseidon and another of Aphrodite; and that of which it is especially worthy to make mention, a statue of the Mother of the Gods of Parian marble, the work of Damophon, who also, when the ivory of the Zeus at Olympia had already parted, mended it with the greatest accuracy; and honors have been given to him by the Eleans.