§4.3.1ἐπεὶ δὲ τοῖς Ἀφαρέως παισὶ πρὸς τοὺς Διοσκούρους ἐγένετο ἀνεψιοὺς ὄντας μάχη περὶ τῶν βοῶν καὶ τὸν μὲν Πολυδεύκης ἀπέκτεινεν, Ἴδαν δὲ ἐπέλαβε τὸ χρεὼν κεραυνωθέντα, ὁ μὲν Ἀφαρέως οἶκος γένους παντὸς ἠρήμωτο τοῦ ἄρρενος, ἐς δὲ Νέστορα τὸν Νηλέως περιῆλθε Μεσσηνίων ἡ ἀρχὴ τῶν τε ἄλλων καὶ ὅσων πρότερον ἐβασίλευεν Ἴδας, πλὴν ὅσοι τοῖς Ἀσκληπιοῦ παισὶν αὐτῶν ὑπήκουον.
アパレウスの子らと、従兄弟であるディオスクロイとの間に牛をめぐる戦いが起こり、ポリュデウケスが一方を殺し、イダスには雷に打たれて死すべき運命が襲いかかったとき、アパレウスの家はすべての男系子孫を失って断絶した。 そしてメッセニア人の支配権はネレウスの子ネストルのもとへと移ったが、これには他の地域や、かつてイダスが支配していたすべての地域が含まれていた。 ただし、アスクレピオスの子らに従っていた者たちは除外される。
§4.3.2καὶ γὰρ τοὺς Ἀσκληπιοῦ παῖδας στρατεῦσαί φασιν ἐπʼ Ἴλιον Μεσσηνίους ὄντας, Ἀρσινόης γὰρ Ἀσκληπιὸν τῆς Λευκίππου καὶ οὐ Κορωνίδος παῖδα εἶναι·
なぜなら、アスクレピオスの子らもメッセニア人としてイリオスへ遠征したと言われているからであり、アスクレピオスはレウキッポスの娘アルシノエの子であり、コロニスの子ではないからである。
καὶ Τρίκκαν τε καλοῦσιν ἔρημον ἐν τῇ Μεσσηνίᾳ χωρίον καὶ ἔπη τῶν Ὁμήρου καταλέγουσιν, ἐν οἷς τὸν Μαχάονα ὁ Νέστωρ τῷ ὀιστῷ βεβλημένον περιέπων ἐστὶν εὐνοϊκῶς·
また、彼らはメッセニアにある荒廃した地をトリッカと呼んでおり、ホメロスの詩を引用しているが、その詩の中でネストルは矢で射られたマカオンを親身になって世話している。
οὐκ ἂν οὖν αὐτὸν εἰ μὴ ἐς γείτονα καὶ ἀνθρώπων βασιλέα ὁμοφύλων προθυμίαν τοσήνδε γε ἐπιδείξασθαι.
もしマカオンが隣人であり同族の民の王でなかったならば、ネストルがこれほどの熱意を示すことはなかったであろう。
οἳ δὲ καὶ μάλιστα ἤδη βεβαιοῦνται τὸν ἐς τοὺς Ἀσκληπιάδας λόγον, ἀποφαίνοντες ἐν Γερηνίᾳ Μαχάονος μνῆμα καὶ τὸ ἐν Φαραῖς τῶν Μαχάονος παίδων ἱερόν.
彼らはまた、ゲレニアにあるマカオンの記念碑と、パライにあるマカオンの子らの神殿を示すことによって、アスクレピオスの子らに関するこの伝承を今や最も強く確証している。
§4.3.3διαπολεμηθέντος δὲ τοῦ πρὸς Ἴλιον πολέμου καὶ Νέστορος ὡς ἐπανῆλθεν οἴκαδε τελευτήσαντος, Δωριέων στόλος καὶ ἡ κάθοδος Ἡρακλειδῶν γενομένη δύο γενεαῖς ὕστερον ἐξέβαλε τοὺς Νηλέως ἀπογόνους ἐκ τῆς Μεσσηνίας.
イリオスに対する戦争が終結し、ネストルが帰郷したのちに死ぬと、二世代のちに起こったドリス人の遠征とヘラクレス一族の帰還によって、ネレウスの子孫たちはメッセニアから追い出された。
καί μοι ταῦτα ἐγένετο ἤδη τῷ λόγῳ προσθήκη τῷ ἐς Τισαμενόν· πλὴν τοσόνδε ἔτι δηλώσω.
そしてこれは、すでにティサメノスに関する記述において私の記述の補足となっていたが、ただこれだけをさらに明らかにしよう。
Τημένῳ τῶν Δωριέων Ἄργος ἐφέντων ἔχειν, Κρεσφόντης γῆν σφᾶς ᾔτει τὴν Μεσσηνίαν ἅτε καὶ αὐτὸς Ἀριστοδήμου πρεσβύτερος.
ドリス人がテメノスにアルゴスを領有することを認めたとき、クレスポンテスは、彼自身もアリストデモスより年長であったため、彼らにメッセニアの地を要求した。
§4.3.4Ἀριστόδημος μὲν οὖν ἐτύγχανεν ἤδη τεθνεώς, Θήρας δὲ ὁ Αὐτεσίωνος τῷ Κρεσφόντῃ μάλιστα ἠναντιοῦτο, τὸ μὲν ἀνέκαθεν Θηβαῖός τε καὶ ἀπόγονος πέμπτος Πολυνείκους τοῦ Οἰδίποδος, τότε δὲ ἐπετρόπευεν Ἀριστοδήμου τοὺς παῖδας θεῖος ὢν πρὸς μητρός·
アリストデモスはすでに死んでいたが、アウテシオンの子テラスがクレスポンテスに最も強く反対した。 テラスは祖先をたどればテーバイ人であり、オイディポスの息子ポリュネイケスの5代目の子孫であったが、当時は、母方の叔父であったため、アリストデモスの子たちの後見人を務めていた。
Αὐτεσίωνος γὰρ θυγατέρα Ἀριστόδημος ἔγημεν ὄνομα Ἀργείαν.
アリストデモスがアウテシオンの娘でアルゲイアという名の女性を娶っていたからである。
Κρεσφόντης δὲ— γενέσθαι γάρ οἱ ἤθελε τὴν Μεσσηνίαν πάντως μοῖραν— Τημένου δεῖται, παρεσκευασμένος δὲ τοῦτον τῷ κλήρῳ δῆθεν ἐφίησι.
クレスポンテスは、何としてもメッセニアが自分の取り分となることを望んでいたので、テメノスに頼み込み、仕組まれたやり方で、この件をくじ引きに委ねるように見せかけた。
§4.3.5Τήμενος δὲ ἐς ὑδρίαν, ἐνόντος ἐν αὐτῇ καὶ ὕδατος, καθίησι τῶν Ἀριστοδήμου παίδων καὶ Κρεσφόντου τοὺς πάλους ἐπὶ διῃρημένοις, μοῖραν ἀναιρεῖσθαι τῆς χώρας προτέρους ὁποτέρων ἂν πάλος ἀνέλθῃ πρότερον.
テメノスは、水が入っている水瓶の中に、アリストデモスの子たちとクレスポンテスのくじを投げ入れた。 これは、どちらのくじが先に出てくるかによって、その者たちが先に土地の取り分を選ぶという取り決めに従ったものであった。
τοὺς μὲν δὴ πάλους γῆς ὁ Τήμενος ἐπεποίητο ἀμφοτέρους, ἀλλὰ τοῖς μὲν Ἀριστοδήμου παισὶ ξηρᾶς ὑπὸ ἡλίου, Κρεσφόντῃ δὲ ὀπτῆς πυρί·
テメノスはどちらのくじも粘土で作ったが、アリストデモスの子たちのものは天日で乾かしただけの粘土であり、クレスポンテスのものは火で焼いた粘土であった。
ὅ τε δὴ τῶν Ἀριστοδήμου παίδων πάλος κατετέτηκτο καὶ ὁ Κρεσφόντης οὕτω λαχὼν γῆν αἱρεῖται τὴν Μεσσηνίαν.
そのため、アリストデモスの子たちのくじは溶けて崩れてしまい、クレスポンテスがこのようにしてくじに当たり、メッセニアの地を選んだ。