§4.2.1πυθέσθαι δὲ σπουδῇ πάνυ ἐθελήσας, οἵ τινες παῖδες Πολυκάονι ἐγένοντο ἐκ Μεσσήνης, ἐπελεξάμην τάς τε Ἠοίας καλουμένας καὶ τὰ ἔπη τὰ Ναυπάκτια, πρὸς δὲ αὐτοῖς ὁπόσα Κιναίθων καὶ Ἄσιος ἐγενεαλόγησαν.
しかし、ポリュカオンにメッセネとの間にどのような子供が生まれたのかを非常に熱心に知りたいと望み、私は『名婦伝』と呼ばれる詩や『ナウパクティア』、さらにこれらに加えてキナイトンとアシオスが系譜を語ったすべてのものを読んだ。
οὐ μὴν ἔς γε ταῦτα ἦν σφισιν οὐδὲν πεποιημένον, ἀλλὰ Ὕλλου μὲν τοῦ Ἡρακλέους θυγατρὶ Εὐαίχμῃ συνοικῆσαι Πολυκάονα υἱὸν Βούτου λεγούσας τὰς μεγάλας οἶδα Ἠοίας, τὰ δὲ ἐς τὸν Μεσσήνης ἄνδρα καὶ τὰ ἐς αὐτὴν Μεσσήνην παρεῖταί σφισι.
しかしながら、これらにおいて彼らに作られた歌は何一つなかった。 ただ、ヘラクレスの子ヒュロスの娘エウアイクメと、ブテスの子ポリュカオンが結婚したことを、大『名婦伝』が述べているのを私は知っているが、メッセネの夫に関する事柄や、メッセネ自身に関する事柄は、彼らによって省略されている。
§4.2.2χρόνῳ δὲ ὕστερον, ὡς ἦν τῶν Πολυκάονος οὐδεὶς ἔτι ἀπογόνων, ἐς γενεὰς πέντε ἐμοὶ δοκεῖν προελθόντων καὶ οὐ πλέονας, Περιήρην τὸν Αἰόλου βασιλέα ἐπάγονται.
その後、ポリュカオンの子孫が誰もいなくなったとき(私の考えでは、五世代ほど、それ以上ではなく、経過したのちのことであるが)、彼らはアイオロスの子ペリエレスを王として招き入れた。
παρὰ τοῦτον ἀφίκετο, ὡς οἱ Μεσσήνιοί φασι, Μελανεύς, τοξεύειν ἀνὴρ ἀγαθὸς καὶ διὰ τοῦτο Ἀπόλλωνος εἶναι νομιζόμενος·
このペリエレスのもとへ、メッセニア人の言うところによれば、弓術に秀で、そのためアポロンの息子と信じられていたメラネウスがやって来た。
καί οἱ τῆς χώρας τὸ Καρνάσιον, τότε δὲ Οἰχαλίαν κληθεῖσαν, ἀπένειμεν ὁ Περιήρης ἐνοικῆσαι·
そしてペリエレスは、カルナシオンの土地を、当時はオイカリアと呼ばれたが、彼に住居として与えた。
γενέσθαι δὲ ὄνομα Οἰχαλίαν τῇ πόλει φασὶν ἀπὸ τοῦ Μελανέως τῆς γυναικός.
この都市の名オイカリアは、メラネウスの妻の名に由来すると彼らは言っている。
§4.2.3Θεσσαλοὶ δὲ καὶ Εὐβοεῖς, ἥκει γὰρ δὴ ἐς ἀμφισβήτησιν τῶν ἐν τῇ Ἑλλάδι τὰ πλείω, λέγουσιν οἱ μὲν ὡς τὸ Εὐρύτιον—χωρίον δὲ ἔρημον ἐφʼ ἡμῶν ἐστι τὸ Εὐρύτιον—πόλις τὸ ἀρχαῖον ἦν καὶ ἐκαλεῖτο Οἰχαλία, τῷ δὲ Εὐβοέων λόγῳ Κρεώφυλος ἐν Ἡρακλείᾳ πεποίηκεν ὁμολογοῦντα· Ἑκαταῖος δὲ ὁ Μιλήσιος ἐν Σκίῳ μοίρᾳ τῆς Ἐρετρικῆς ἔγραψεν εἶναι Οἰχαλίαν.
一方、テッサリア人とエウボイア人は(というのも、ギリシアのたいていの事柄は論争になっているからである)、前者はエウリュティオン(私たちの時代にはエウリュティオンは廃墟となった場所であるが)が古代には都市でありオイカリアと呼ばれていたと言い、後者のエウボイア人の主張に対しては、クレオピュロスが『ヘラクレイア』の中でこれと一致する歌を作っており、ミレトスのヘカタιοςは、エレトリア領のスキオスという地域にオイカリアがあると書いている。
ἀλλὰ γὰρ οἱ Μεσσήνιοι τά τε ἄλλα δοκοῦσί μοι μᾶλλον εἰκότα ἐκείνων λέγειν καὶ οὐχ ἥκιστα τῶν ὀστῶν ἕνεκα τῶν Εὐρύτου, ἃ δὴ καὶ ἐν τοῖς ἔπειτά που ὁ λόγος ἐπέξεισί μοι.
しかしながら、メッセニア人の言うことのほうが、様々な点において彼らの説よりももっともらしく私には思われる。 それは何よりも、エウリュトスの骨のためであり、この骨については、後の箇所で私の記述が詳しく論じることになる。
§4.2.4Περιήρει δὲ ἐγεγόνεσαν ἐκ Γοργοφόνης τῆς Περσέως Ἀφαρεὺς καὶ Λεύκιππος, καὶ ὡς ἀπέθανε Περιήρης, ἔσχον οὗτοι τὴν Μεσσηνίων ἀρχήν·
ペリエレスには、ペルセウスの娘ゴルゴポネとの間にアパレウスとレウキッポスが生まれており、ペリエレスが死ぬと、彼らがメッセニア人の支配権を握った。
κυριώτερος δὲ ἔτι Ἀφαρεὺς ἦν.
しかし、アパレウスがより主導権を持っていた。
οὗτος βασιλεύσας πόλιν ᾤκισεν Ἀρήνην ἀπὸ τῆς Οἰβάλου θυγατρός, αὑτοῦ δὲ γυναικὸς τῆς αὐτῆς καὶ ἀδελφῆς ὁμομητρίας·
この男は、王となると、オイバロスの娘で、自分の妻であると同時に異父姉妹でもあった女性にちなんで、アレーネという都市を創建した。
καὶ γὰρ Οἰβάλῳ συνῴκησε Γοργοφόνη, καί μοι δὶς ἤδη τὰ ἐς αὐτὴν ὁ λόγος ἔν τε τῇ Ἀργολίδι ἐδήλωσε καὶ ἐν τῇ Λακωνικῇ συγγραφῇ.
というのも、ゴルゴポネはオイバロスとも結婚したからであり、彼女に関する事柄はすでに二度、アルゴリス地方の記述とラコニアの記述において私の叙述で明らかにされている。
§4.2.5ὁ δʼ οὖν Ἀφαρεὺς πόλιν τε ἔκτισεν ἐν τῇ Μεσσηνίᾳ τὴν Ἀρήνην καὶ Νηλέα τὸν Κρηθέως τοῦ Αἰόλου, Ποσειδῶνος δὲ ἐπίκλησιν, ἀνεψιὸν ὄντα αὐτῷ, φεύγοντα ἐξ Ἰωλκοῦ Πελίαν ἐδέξατο οἴκῳ καὶ τῆς γῆς οἱ ἔδωκε τὰ ἐπὶ θαλάσσῃ, ἐν οἷς ἄλλαι τε ἦσαν πόλεις καὶ ἡ Πύλος, ἔνθα καὶ ᾤκησε καὶ τὸ βασίλειον κατεστήσατο ὁ Νηλεύς.
ともかく、アパレウスはメッセニアにアレーネの都市を創建し、また、アイオロスの子クレテウスの子で、ポセイドンの子とも噂されていた、従兄弟にあたるネレウスが、ペリアスから逃れてイオルコスから亡命してきたとき、彼を我が家に受け入れ、彼に沿岸部の土地を与えた。 その中には他の様々な都市やピュロスがあり、ネレウスはそこに住んで王宮を定めた。
§4.2.6ἀφίκετο δὲ ἐς τὴν Ἀρήνην καὶ Λύκος ὁ Πανδίονος, ὅτε καὶ αὐτὸς τὸν ἀδελφὸν Αἰγέα ἐξ Ἀθηνῶν ἔφευγε·
パンディオンの子リュコスも、彼自身が兄弟のアゲウスから逃れてアテナイから亡命したときに、アレーネにやって来た。
καὶ τὰ ὄργια ἐπέδειξε τῶν Μεγάλων θεῶν Ἀφαρεῖ καὶ τοῖς παισὶ καὶ τῇ γυναικὶ Ἀρήνῃ·
そして彼は、偉大なる神々の秘儀を、アパレウスとその子供たち、そして妻のアレーネに教え示した。
ταῦτα δέ σφισιν ἐπεδείκνυτο ἀγαγὼν ἐς τὴν Ἀνδανίαν, ὅτι καὶ τὴν Μεσσήνην ὁ Καύκων ἐμύησεν ἐνταῦθα.
彼らがこれらを教え示されたのは、彼らをアンダニアに導いてのことであった。 なぜなら、カウコンもかつてメッセネにここで秘儀を伝授したからである。
§4.2.7Ἀφαρεῖ δὲ τῶν παίδων πρεσβύτερος μὲν καὶ ἀνδρειότερος Ἴδας, νεώτερος δὲ ἦν Λυγκεύς, ὃν ἔφη Πίνδαρος—ὅτῳ πιστὰ—οὕτως ὀξὺ ὁρᾶν ὡς καὶ διὰ στελέχους θεᾶσθαι δρυός.
アパレウスの子供たちのうち、年長でより勇敢であったのはイダスであり、年少であったのはリュンケウスであった。 ピンダロスは彼について(それを信じる者にとってであるが)、非常に鋭い視力を持っており、オークの幹を通してさえも見通すことができたと言っている。
Λυγκέως μὲν δὴ παῖδα οὐκ ἴσμεν γενόμενον, Ἴδα δὲ Κλεοπάτραν θυγατέρα ἐκ Μαρπήσσης, ἣ Μελεάγρῳ συνῴκησεν.
リュンケウスには子供が生まれたことを私たちは知らないが、イダスにはマルペッサとの間に娘クレオパトラがあり、彼女はメレアグロスと結婚した。
ὁ δὲ τὰ ἔπη ποιήσας τὰ Κύπρια Πρωτεσιλάου φησίν, ὃς ὅτε κατὰ τὴν Τρῳάδα ἔσχον Ἕλληνες ἀποβῆναι πρῶτος ἐτόλμησε, Πρωτεσιλάου τούτου τὴν γυναῖκα Πολυδώραν μὲν τὸ ὄνομα, θυγατέρα δὲ Μελεάγρου φησὶν εἶναι τοῦ Οἰνέως.
そして『キュプリア』という叙事詩を作った詩人は、ギリシア人がトロイア地方に到着したとき、最初に上陸をあえて試みたプロテシラオス、このプロテシラオスの妻について、名はポリュドラであり、オイネウスの子メレアグロスの娘であったと言っている。
εἰ τοίνυν ἐστὶν ἀληθές, αἱ γυναῖκες αὗται τρεῖς οὖσαι τὸν ἀριθμὸν ἀπὸ Μαρπήσσης ἀρξάμεναι προαποθανοῦσι πᾶσαι τοῖς ἀνδράσιν ἑαυτὰς ἐπικατέσφαξαν.
もしそれが真実であるならば、これら三人の女性たちは、マルペッサから始まって、全員が先立たれた夫のために自らの命を絶ったことになる。