§4.3.1ἐπεὶ δὲ τοῖς Ἀφαρέως παισὶ πρὸς τοὺς Διοσκούρους ἐγένετο ἀνεψιοὺς ὄντας μάχη περὶ τῶν βοῶν καὶ τὸν μὲν Πολυδεύκης ἀπέκτεινεν, Ἴδαν δὲ ἐπέλαβε τὸ χρεὼν κεραυνωθέντα, ὁ μὲν Ἀφαρέως οἶκος γένους παντὸς ἠρήμωτο τοῦ ἄρρενος, ἐς δὲ Νέστορα τὸν Νηλέως περιῆλθε Μεσσηνίων ἡ ἀρχὴ τῶν τε ἄλλων καὶ ὅσων πρότερον ἐβασίλευεν Ἴδας, πλὴν ὅσοι τοῖς Ἀσκληπιοῦ παισὶν αὐτῶν ὑπήκουον.
当阿法柔斯之子与身为其表兄弟的狄奥斯库洛伊之间因牛只发生战斗,波吕德乌刻斯杀死了其中一人,而伊达斯则因被雷击中而遭遇了注定的死亡时,阿法柔斯的家族便断绝了所有的男性后嗣。 美塞尼亚人的统治权落入了涅琉斯之子涅斯托尔手中,包括其余的土地以及此前由伊达斯统治的所有地方,但那些服从于阿斯克勒庇俄斯之子的人除外。
§4.3.2καὶ γὰρ τοὺς Ἀσκληπιοῦ παῖδας στρατεῦσαί φασιν ἐπʼ Ἴλιον Μεσσηνίους ὄντας, Ἀρσινόης γὰρ Ἀσκληπιὸν τῆς Λευκίππου καὶ οὐ Κορωνίδος παῖδα εἶναι· καὶ Τρίκκαν τε καλοῦσιν ἔρημον ἐν τῇ Μεσσηνίᾳ χωρίον καὶ ἔπη τῶν Ὁμήρου καταλέγουσιν, ἐν οἷς τὸν Μαχάονα ὁ Νέστωρ τῷ ὀιστῷ βεβλημένον περιέπων ἐστὶν εὐνοϊκῶς·
因为他们说,阿斯克勒庇俄斯之子也是作为美塞尼亚人出征伊利翁的,因为阿斯克勒庇俄斯是留基波斯之女阿尔西诺埃之子,而不是科罗尼斯之子;他们还将美塞尼亚境内的一处荒凉之地称为特里卡,并引用了荷马的诗句,在诗中,涅斯托尔仁爱地照料着被箭射中的马卡翁。
οὐκ ἂν οὖν αὐτὸν εἰ μὴ ἐς γείτονα καὶ ἀνθρώπων βασιλέα ὁμοφύλων προθυμίαν τοσήνδε γε ἐπιδείξασθαι.
因此,如果马卡翁不是邻居兼同族人民的王,涅斯托尔绝不会对他展现出如此巨大的热忱。
οἳ δὲ καὶ μάλιστα ἤδη βεβαιοῦνται τὸν ἐς τοὺς Ἀσκληπιάδας λόγον, ἀποφαίνοντες ἐν Γερηνίᾳ Μαχάονος μνῆμα καὶ τὸ ἐν Φαραῖς τῶν Μαχάονος παίδων ἱερόν.
他们现在通过指出盖雷尼亚的马卡翁纪念碑和法赖的马卡翁之子神庙,最有力地证实了关于阿斯克勒庇俄斯子嗣的传说。
§4.3.3διαπολεμηθέντος δὲ τοῦ πρὸς Ἴλιον πολέμου καὶ Νέστορος ὡς ἐπανῆλθεν οἴκαδε τελευτήσαντος, Δωριέων στόλος καὶ ἡ κάθοδος Ἡρακλειδῶν γενομένη δύο γενεαῖς ὕστερον ἐξέβαλε τοὺς Νηλέως ἀπογόνους ἐκ τῆς Μεσσηνίας.
当对伊利翁的战争结束,涅斯托尔在回到家乡去世后,两代人之后发生的多利安人的远征和赫拉克勒斯后裔的回归,将涅琉斯之子孙逐出了美塞尼亚。
καί μοι ταῦτα ἐγένετο ἤδη τῷ λόγῳ προσθήκη τῷ ἐς Τισαμενόν· πλὴν τοσόνδε ἔτι δηλώσω.
这些事在关于提萨梅诺斯的叙述中已经成了我的叙述的补充;但我仍将进一步阐明这一点。
Τημένῳ τῶν Δωριέων Ἄργος ἐφέντων ἔχειν, Κρεσφόντης γῆν σφᾶς ᾔτει τὴν Μεσσηνίαν ἅτε καὶ αὐτὸς Ἀριστοδήμου πρεσβύτερος.
当多利安人允许泰梅诺斯拥有阿尔戈斯时,克雷斯丰提斯要求他们将美塞尼亚的土地分给自己,因为他本人也比阿里斯托德莫斯年长。
§4.3.4Ἀριστόδημος μὲν οὖν ἐτύγχανεν ἤδη τεθνεώς, Θήρας δὲ ὁ Αὐτεσίωνος τῷ Κρεσφόντῃ μάλιστα ἠναντιοῦτο, τὸ μὲν ἀνέκαθεν Θηβαῖός τε καὶ ἀπόγονος πέμπτος Πολυνείκους τοῦ Οἰδίποδος, τότε δὲ ἐπετρόπευεν Ἀριστοδήμου τοὺς παῖδας θεῖος ὢν πρὸς μητρός· Αὐτεσίωνος γὰρ θυγατέρα Ἀριστόδημος ἔγημεν ὄνομα Ἀργείαν.
阿里斯托德莫斯当时已经去世,而奥特西翁之子塞拉斯最强烈地反对克雷斯丰提斯。 塞拉斯往上追溯是忒拜人,是俄狄浦斯之子波吕涅克斯的第五代后裔,但当时他作为母方的舅舅,担任阿里斯托德莫斯之子的监护人;因为阿里斯托德莫斯娶了奥特西翁之女,名叫阿尔盖亚。
Κρεσφόντης δὲ— γενέσθαι γάρ οἱ ἤθελε τὴν Μεσσηνίαν πάντως μοῖραν— Τημένου δεῖται, παρεσκευασμένος δὲ τοῦτον τῷ κλήρῳ δῆθεν ἐφίησι.
而克雷斯丰提斯——因为他无论如何都希望美塞尼亚成为他的份额——恳求泰梅诺斯,并在做了准备之后,假装将此事交付给抽签决定。
§4.3.5Τήμενος δὲ ἐς ὑδρίαν, ἐνόντος ἐν αὐτῇ καὶ ὕδατος, καθίησι τῶν Ἀριστοδήμου παίδων καὶ Κρεσφόντου τοὺς πάλους ἐπὶ διῃρημένοις, μοῖραν ἀναιρεῖσθαι τῆς χώρας προτέρους ὁποτέρων ἂν πάλος ἀνέλθῃ πρότερον.
泰梅诺斯将阿里斯托德莫斯之子和克雷斯丰提斯的签放入一只有水的陶罐中,并约定根据谁的签先浮现出来,谁就先选择该国的土地份额。
τοὺς μὲν δὴ πάλους γῆς ὁ Τήμενος ἐπεποίητο ἀμφοτέρους, ἀλλὰ τοῖς μὲν Ἀριστοδήμου παισὶ ξηρᾶς ὑπὸ ἡλίου, Κρεσφόντῃ δὲ ὀπτῆς πυρί·
泰梅诺斯虽然用粘土制作了双方的签,但给阿里斯托德莫斯之子的是在太阳下晒干的,而给克雷斯丰提斯的则是用火烧制的。
ὅ τε δὴ τῶν Ἀριστοδήμου παίδων πάλος κατετέτηκτο καὶ ὁ Κρεσφόντης οὕτω λαχὼν γῆν αἱρεῖται τὴν Μεσσηνίαν.
因此,阿里斯托德莫斯之子的签溶解了,而克雷斯丰提斯以此中签,选择了美塞尼亚的土地。