Humanitext Reader

パウサニアス · ギリシア案内記 §4.26.1-4.26.8

メッセニア人の帰還と古代の秘儀の再発見

169 / 465 箇所 · ギリシア語

要旨

テバイ人がレウクトラで勝利を収めると、使者たちは各地に散ったメッセニア人を呼び戻し、エパメイノンダスら指導者は夢のお告げに従って地中から古代の秘儀を掘り起こし、メッセネ再建の準備を整える。

§4.26.1τὸ δὲ ἀπὸ τούτου τόν τε ἄλλον χρόνον ἐνέκειτό σφισι τὸ ἐς Λακεδαιμονίους μῖσος καὶ τὴν ἔχθραν ἐς αὐτοὺς μάλιστα ἐπεδείξαντο ἐπὶ τοῦ γενομένου Πελοποννησίοις πρὸς Ἀθηναίους πολέμου·
この後もずっと、ラケダイモン人に対する彼らの憎しみは彼らの内に残り続け、彼らはペロポネソス人とアテナイ人の間に起こった戦争において、ラケダイモン人に対する敵意を最も強く示した。
τήν τε γὰρ Ναύπακτον ὁρμητήριον ἐπὶ τῇ Πελοποννήσῳ παρείχοντο καὶ τοὺς ἐν τῇ Σφακτηρίᾳ Σπαρτιατῶν ἀποληφθέντας Μεσσηνίων σφενδονῆται τῶν ἐκ Ναυπάκτου συνεξεῖλον.
というのも、彼らはナウパクトスをペロポネソスに対する出撃拠点として提供し、またスファクテリア島に取り残されたスパルタ人の捕獲を、ナウパクトスから来たメッセニア人の投石兵たちが助けたからである。
§4.26.2ἐπεὶ δὲ τὸ πταῖσμα ἐγένετο τὸ Ἀθηναίων ἐν Αἰγὸς ποταμοῖς, οὕτω καὶ ἐκ Ναυπάκτου τοὺς Μεσσηνίους ἐκβάλλουσιν οἱ Λακεδαιμόνιοι ναυσὶν ἐπικρατοῦντες, οἳ ἐς Σικελίαν τε παρὰ τοὺς συγγενεῖς καὶ ἐς Ῥήγιον ἐστάλησαν, τὸ πλεῖστον δὲ αὐτῶν ἔς τε Λιβύην ἀφίκετο καὶ Λιβύης ἐς Εὐεσπερίτας·
しかし、アイゴス・ポタモイにおいてアテナイ人の敗北が起こると、海軍力で優勢に立ったラケダイモン人は、メッセニア人をナウパクトスからも追放した。 彼らは同族のいるシケリアやレギオンへと赴いたが、その大半はリビュアへ、そしてリビュアのなかでもエウエスペリデスに到着した。
οἱ γὰρ Εὐεσπερῖται πολέμῳ κακωθέντες ὑπὸ βαρβάρων προσοίκων πάντα τινὰ Ἕλληνα ἐπεκαλοῦντο σύνοικον.
というのも、エウエスペリデスの人々は、隣接するバルバロイとの戦争で困窮し、すべてのギリシア人を共同入植者として招き寄せていたからである。
ἐς τούτους τῶν Μεσσηνίων τὸ πολὺ ἀπεχώρησεν·
彼らのもとにメッセニア人の大部分が身を寄せた。
ἡγεμὼν δέ σφισιν ἦν Κόμων, ὃς καὶ περὶ τὴν Σφακτηρίαν ἐστρατήγησεν αὐτοῖς.
彼らの指導者はコモンであり、彼はスファクテリアの戦いでも彼らを指揮した人物であった。
§4.26.3ἐνιαυτῷ δὲ πρότερον ἢ κατορθῶσαι Θηβαίους τὰ ἐν Λεύκτροις, προεσήμαινεν ὁ δαίμων Μεσσηνίοις τὴν ἐς Πελοπόννησον κάθοδον.
¦0 テバイ人がレウクトラで勝利を収める一年前、神霊はメッセニア人にペロポネソスへの帰還をあらかじめ予兆していた。
τοῦτο μὲν γὰρ ἐν Μεσσήνῃ τῇ πρὸς τῷ πορθμῷ τὸν ἱερέα τοῦ Ἡρακλέους λέγουσιν ὀνείρατος ἰδεῖν ὄψιν—τὸν Ἡρακλέα ἔδοξε κληθῆναι τὸν Μάντικλον ἐπὶ ξενίᾳ ἐς Ἰθώμην ὑπὸ τοῦ Διός—, τοῦτο δὲ ἐν Εὐεσπερίταις Κόμων συγγενέσθαι νεκρᾷ τῇ μητρὶ ἐδόκει, συγγενομένου δὲ αὖθίς οἱ τὴν μητέρα ἀναβιῶναι.
一方では、海峡に臨むメッセネにおいて、ヘラクレスの神官が夢のビジョンを見たと人々は言っている。 すなわち、ヘラクレスがゼウスによって、マンティクロスをイトメでの饗宴に招くために招かれたように思われた。 他方では、エウエスペリデスにおいて、コモンがすでに死んだ母親と交わる夢を見て、交わった後に母親が生き返るように思われた。
καὶ ὁ μὲν ἐπήλπιζεν Ἀθηναίων δυνηθέντων ναυτικῷ κάθοδον ἔσεσθαί σφισιν ἐς Ναύπακτον· τὸ δὲ ἄρα ἐδήλου τὸ ὄνειρον ἀνασώσεσθαι Μεσσήνην.
そして、コモン自身はアテナイ人が海軍力を得れば、自分たちがナウパクトスへ帰還できるのではないかと期待していたが、実際にはその夢は、メッセネが再興されることを示していたのである。
§4.26.4ἐγένετό τε οὐ μετὰ πολὺ ἐν Λεύκτροις Λακεδαιμονίων τὸ ἀτύχημα ὀφειλόμενον ἐκ παλαιοῦ·
それから間もなく、レウクトラにおいて、古くから定められていたラケダイモン人の敗北が起こった。
Ἀριστοδήμῳ γὰρ τῷ βασιλεύσαντι Μεσσηνίων ἐπὶ τελευτῇ τοῦ χρησμοῦ τοῦ δοθέντος ἐστὶν " ἕρδʼ ὅππῃ τὸ χρεών·
かつてメッセニア人の王であったアリストデモスに与えられた神託の最後に、次のような言葉があったからである。 「定められたように行え。
ἄτη δʼ ἄλλοισι πρὸ ἄλλων·
破滅はある者の前に、また別の者の前へと訪れる。
" ὡς ἐν μὲν τῷ παρόντι ἐκεῖνον δέον καὶ Μεσσηνίους κακῶς πρᾶξαι, χρόνῳ δὲ ὕστερον καὶ Λακεδαίμονα ἐπιληψομένης τῆς ἄτης.
」これは、当面の間は彼とメッセニア人が不幸に見舞われねばならないが、後になって破滅がラケダイモンをも襲うであろうことを意味していた。
§4.26.5τότε δὲ ἐν Λεύκτροις οἱ Θηβαῖοι νενικηκότες ἀγγέλους ἐς Ἰταλίαν τε καὶ Σικελίαν καὶ παρὰ τοὺς Εὐεσπερίτας ἀπέστελλον, ἔκ τε τῆς ἄλλης, εἴ πού τις Μεσσηνίων εἴη, πανταχόθεν ἀνεκάλουν ἐς Πελοπόννησον.
そのとき、レウクトラで勝利を収めたテバイ人は、イタリアやシケリア、そしてエウエスペリデスの人々のところへ使者を派遣し、それ以外の場所であっても、どこかにメッセニア人がいるならば、あらゆる場所から彼らをペロポネソスへと呼び戻した。
οἱ δὲ θᾶσσον ἢ ὡς ἄν τις ἤλπισε συνελέχθησαν γῆς τε τῆς πατρίδος πόθῳ καὶ διὰ τὸ ἐς Λακεδαιμονίους μῖσος παραμεῖναν ἀεί σφισιν.
彼らは、祖国への切望と、常に抱き続けていたラケダイモン人への憎しみから、誰もが予想したよりも早く集結した。
§4.26.6Ἐπαμινώνδᾳ δὲ οὔτε ἄλλως ἐφαίνετο ῥᾴδια ἀξιόμαχον πόλιν ἐποικίσαι Λακεδαιμονίοις οὔτε ὅπου χρὴ κτίσαι τῆς χώρας ἐξευρίσκει·
エパメイノンダスにとっては、ラケダイモン人と戦い得る都市を再建することはそもそも容易とは思われず、またその土地のどこに再興すべきかを見出せずにいた。
τὴν γὰρ Ἀνδανίαν οἱ Μεσσήνιοι καὶ Οἰχαλίαν οὐκ ἔφασαν ἀνοικιεῖν, ὅτι αἱ συμφοραί σφισιν ἐγεγόνεσαν ἐνταῦθα οἰκοῦσιν.
というのも、メッセニア人はアンダニアとオイカリアについては、そこに住んでいたときに災厄が降りかかったという理由で、再興を拒んだからである。
ἀποροῦντι οὖν αὐτῷ πρεσβύτην ἄνδρα, ἱεροφάντῃ μάλιστα εἰκασμένον, νύκτωρ φασὶν ἐπιστάντα εἰπεῖν·
そこで彼が途方に暮れていると、夜、神官に非常によく似た老人が彼の枕元に立って、次のように言ったと伝えられている。
“σοὶ μὲν δῶρά ἐστι παρʼ ἐμοῦ κρατεῖν ὅτῳ ἂν μεθʼ ὅπλων ἐπέρχῃ·
「私からお前への贈り物は、お前が武力をもって攻めるいかなる者にも勝利することである。
καὶ ἢν ἐξ ἀνθρώπων γένῃ, ἔγωγε ὦ Θηβαῖε ποιήσω μή ποτε ἀνώνυμον μηδὲ ἄδοξόν σε γενέσθαι.
そしてお前がこの世を去った後も、テバイ人よ、私はお前が名もなき者、あるいは不名誉な者になることを決して許さぬ。
σὺ δὲ Μεσσηνίοις γῆν τε πατρίδα καὶ πόλεις ἀπόδος, ἐπειδὴ καὶ τὸ μήνιμα ἤδη σφίσι πέπαυται τὸ Διοσκούρων”.
お前はメッセニア人に祖国と都市を返してやるがよい。 彼らに対するディオスクロイの怒りは、すでに収まったのだから。
§4.26.7Ἐπαμινώνδᾳ μὲν ταῦτα ἔλεγεν, Ἐπιτέλει δὲ τῷ Αἰσχίνου τάδε ἐμήνυε—στρατηγεῖν δὲ αὐτὸν οἱ Ἀργεῖοι τὸν Ἐπιτέλην καὶ Μεσσήνην ἀνοικίζειν ᾕρηντο— τοῦτον οὖν τὸν ἄνδρα ἐκέλευεν ὁ ὄνειρος, ἔνθα ἂν τῆς Ἰθώμης εὕρῃ πεφυκυῖαν σμίλακα καὶ μυρσίνην, τὸ μέσον ὀρύξαντα αὐτῶν ἀνασῶσαι τὴν γραῦν·
」エパメイノンダスにはこれらのことを語ったが、アイスキネスの子エピテレスには以下のことを告げた(アルゴス人はこのエピテレスを、将軍としてメッセネを再建するために選んでいた)。 夢はそれゆえ、この男に対し、イトメのどこであれサルトリイバラとミルトスが自生しているのを見つけたら、その中間を掘り起こして老女を救い出すように命じた。
κάμνειν γὰρ ἐν τῷ χαλκῷ καθειργμένην θαλάμῳ καὶ ἤδη λιποψυχεῖν αὐτήν.
なぜなら、彼女は青銅の小部屋に閉じ込められて苦しんでおり、すでに息も絶え絶えであるというのである。
ὁ δὲ Ἐπιτέλης, ὡς ἐπελάμβανεν ἡμέρα, παραγενόμενος ἐς τὸ εἰρημένον χωρίον ἐπέτυχεν ὀρύσσων ὑδρίᾳ χαλκῇ, καὶ αὐτίκα παρὰ τὸν Ἐπαμινώνδαν
そこでエピテレスは、夜が明けるとすぐに指定された場所に行き、土を掘って青銅の水瓶を見つけ、直ちにそれをエパメイノンダスのもとへ携えていき、夢の内容を説明して、彼自身で蓋を開けて中に何があるか確かめるように求めた。
§4.26.8κομίσας τό τε ἐνύπνιον ἐξηγεῖτο καὶ αὐτὸν ἐκεῖνον τὸ πῶμα ἀφελόντα ἐκέλευεν ὅ τι ἐνείη σκοπεῖσθαι.
彼(エパメイノンダス)は犠牲を捧げ、現れた夢に祈りを捧げてから水瓶を開けた。
ὁ δὲ θύσας καὶ εὐξάμενος τῷ πεφηνότι ὀνείρατι ἤνοιγε τὴν ὑδρίαν, ἀνοίξας δὲ εὗρε κασσίτερον ἐληλασμένον ἐς τὸ λεπτότατον· ἐπείλικτο δὲ ὥσπερ τὰ βιβλία.
開けてみると、極めて薄く叩き延ばされた錫の板が見つかり、それは書物の巻物のように丸められていた。
ἐνταῦθα τῶν Μεγάλων θεῶν ἐγέγραπτο ἡ τελετή, καὶ τοῦτο ἦν παρακαταθήκη τοῦ Ἀριστομένους.
そこには偉大なる神々の秘儀が記されており、これこそがアリストメネスの残した預けものであった。
τοῦτον τὸν ἐπελθόντα τῷ Ἐπιτέλει καὶ Ἐπαμινώνδᾳ καθεύδουσι Καύκωνα εἶναι λέγουσιν, ὃς ἀφίκετο ἐξ Ἀθηνῶν ἐς Ἀνδανίαν παρὰ Μεσσήνην τὴν Τριόπα.
眠っているエピテレスとエパメイノンダスのもとに現れたこの人物は、かつてアテナイからアンダニアへと、トリオパスの娘メッセネのもとへやって来たカウコンであると言われている。

語釈・文法注

  1. §4.26.3τὸν Ἡρακλέα ἔδοξε κληθῆναι τὸν Μάντικλον ἐπὶ ξενίᾳ ἐς Ἰθώμην ὑπὸ τοῦ Διός — ἔδοξε の目的語として対格不定詞構文(主語:τὸν Ἡρακλέα、不定詞:κληθῆναι)が用いられ、「ヘラクレスが招かれたように思われた」と解釈される。ὑπὸ τοῦ Διός は受動不定詞 κληθῆναι にかかり、「ゼウスによって招かれた」となる。τὸν Μάντικλον はもう一つの対格であり、ここでは ἐπὶ ξενίᾳ とともに「客人(マンティクロス)をもてなすために」あるいは「客人として迎えるために」という意味を表している。
  2. §4.26.3συγγενέσθαι νεκρᾷ τῇ μητρὶ ἐδόκει, συγγενομένου δὲ αὖθίς οἱ τὴν μητέρα ἀναβιῶναι — συγγενομένου は絶対属格であり、意味上の主語(コモン自身、すなわち αὐτοῦ)が省略されている。οἱ は与格で、後半の不定詞 ἀναβιῶναι(「母親が彼のために生き返る」)に係る、あるいは文全体の主語である彼を指す。この「亡き母と交わる」という夢は、古代ギリシア・ローマ世界において、祖国(母なる大地)への帰還、あるいはその再興を意味する吉兆の夢として知られており、これがナウパクトスへの部分的な帰還ではなくメッセネの完全な再興を暗示したものであることをパウサニアスは説明している。
  3. §4.26.7τὸ μέσον ὀρύξαντα αὐτῶν ἀνασῶσαι τὴν γραῦν — τὸ μέσον は ὀρύξαντα(分詞・起因あるいは条件)の直接目的語であり、属格 αὐτῶν(「それら」、すなわちサルトリイバラとミルトス)とともに「それらの中間を」を意味する。「老女」(τὴν γραῦν)はここでは比喩的に用いられており、後に明らかになる土中に埋められた古代の秘儀(あるいはメッセニアの象徴)を指している。

この箇所を引用する

パウサニアス, ギリシア案内記 §4.26.1-4.26.8. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0525.tlg001.humanitext-grc2:4.26.1-4.26.8

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。