§4.25.1ἐπεὶ δὲ ἔσχον τὴν Ναύπακτον, οὐκ ἀπέχρη πόλιν τε αὐτοῖς καὶ χώραν εἰληφέναι παρὰ Ἀθηναίων, ἀλλὰ σφᾶς πόθος εἶχεν ἰσχυρὸς χερσὶ ταῖς αὑτῶν φανῆναι λόγου τι κεκτημένους ἄξιον.
彼らがナウパクトスを手に入れたとき、アテナイ人から都市と土地を受け取っただけでは彼らにとって十分ではなく、自分たち自身の腕で、語るに値する何かを獲得したことを見せたいという強い熱望が彼らを捉えた。
καὶ ἠπίσταντο γὰρ Οἰνιάδας Ἀκαρνάνων γῆν τε ἔχοντας ἀγαθὴν καὶ Ἀθηναίοις διαφόρους τὸν πάντα ὄντας χρόνον, στρατεύουσιν ἐπʼ αὐτούς.
そして、アカルナニア人のオイニアダイが肥沃な土地を所有し、かつ常にアテナイ人と敵対してきたことを知っていたので、彼らはオイニアダイに対して遠征した。
ὄντες δὲ ἀριθμῷ μὲν οὐ πλείους, ἀρετῇ δὲ καὶ πολὺ ἀμείνονες τῇ σφετέρᾳ νικῶσι, καὶ ἐπολιόρκουν κατακεκλειμένους ἐς τὸ τεῖχος.
彼らは数においては勝っていなかったが、自分たちの卓越した勇気によってはるかに勝っていたため勝利を収め、城壁の内に閉じ込めて包囲した。
§4.25.2τὸ δὲ ἐντεῦθεν, οὐ γάρ τι τῶν τοῖς ἀνθρώποις εὑρημένων ἐς πολιορκίαν οἱ Μεσσήνιοι παρίεσαν, ἀλλὰ καὶ κλίμακας προστιθέντες ἐπειρῶντο ὑπερβαίνειν ἐς τὴν πόλιν καὶ ὑπώρυσσον κάτωθεν τὸ τεῖχος, μηχανήματά τε, ὁποῖα ἐνῆν διʼ ὀλίγου παρασκευάσασθαι, προσαγαγόντες ἀεί τι ἤρειπον·
その後のこととして、メッセニア人は、人間が包囲戦のために発明したあらゆる手段を惜しまず用い、梯子をかけて市内に侵入しようと試みたり、下から城壁を掘り崩したりした。 また、短期間で準備できるような攻城兵器を持ってきては、常に城壁のどこかを破壊した。
δείσαντες δὲ οἱ ἔνδον μὴ ἁλούσης τῆς πόλεως αὐτοί τε ἀπόλωνται καὶ αἱ γυναῖκές σφισι καὶ οἱ παῖδες ἐξανδραποδισθῶσιν, εἵλοντο ἀπελθεῖν ὑπόσπονδοι.
城内の人々は、都市が陥落した場合に自分たちが滅ぼされ、妻や子供たちが奴隷にされることを恐れ、条約を結んで退去することを選んだ。
§4.25.3καὶ ἐνιαυτὸν μὲν μάλιστα οἱ Μεσσήνιοι κατέσχον τὴν πόλιν καὶ ἐνέμοντο τὴν χώραν·
メッセニア人は約1年間この都市を占領し、その土地を耕作した。
τῷ δὲ ἔτει τῷ ὑστέρῳ δύναμιν οἱ Ἀκαρνᾶνες ἀπὸ πασῶν συλλέξαντες τῶν πόλεων ἐβουλεύοντο ἐπὶ τὴν Ναύπακτον στρατεύειν.
しかし翌年、アカルナニア人たちはすべての都市から軍勢を集め、ナウパクトスへ遠征することを計画した。
καὶ τοῦτο μὲν ἀπέδοξεν αὐτοῖς τήν τε πορείαν ὁρῶσιν, ὅτι ἔσεσθαι διʼ Αἰτωλῶν ἔμελλε πολεμίων ἀεί ποτε ὄντων, καὶ ἅμα τοὺς Ναυπακτίους κεκτῆσθαί τι ναυτικὸν ὑπώπτευον, ὥσπερ γε καὶ εἶχον, ἐπικρατούντων δὲ ἐκείνων τῆς θαλάσσης οὐδὲν εἶναι κατεργάσασθαι μέγα οὐδὲ στρατῷ πεζῷ·
しかし、彼らはこの計画を取りやめた。 なぜなら、その行軍が常に敵対関係にあるエトリア人たちの土地を通らねばならないことを見越したためであり、同時に、ナウパクトスの人々が(実際にそうであったように)海軍力を保持していると疑い、彼らが海を制している限り、陸軍をもってしても大した成果は得られないと考えたからである。
§4.25.4μετεβουλεύετό τε δή σφισι καὶ αὐτίκα ἐπὶ Μεσσηνίους τρέπονται τοὺς ἐν Οἰνιάδαις.
そこで彼らは方針を変更し、直ちにオイニアダイにいるメッセニア人へと矛先を向けた。
καὶ οἱ μὲν ὡς πολιορκήσοντες παρεσκευάζοντο·
彼ら(アカルナニア人)は包囲戦を行うつもりで準備を進めた。
οὐ γάρ ποτε ὑπελάμβανον ἄνδρας οὕτως ὀλίγους ἐς τοσοῦτον ἀπονοίας ἥξειν ὡς μαχέσασθαι πρὸς τὴν Ἀκαρνάνων ἁπάντων στρατιάν.
これほど少数の男たちが、アカルナニア全土の軍勢と対峙して戦おうとするほど盲目的になるとは、夢にも思っていなかったからである。
οἱ δὲ Μεσσήνιοι προητοιμασμένοι μὲν καὶ σῖτον καὶ τὰ ἄλλα ἦσαν ὁπόσα εἰκὸς ἦν, πολιορκίας πειράσεσθαι μακροτέρας ἐλπίζοντες·
一方、メッセニア人たちは、より長期の包囲戦に耐えることになるだろうと予期して、食糧やその他の必要な物資をあらかじめ十分に準備していた。
§4.25.5παρίστατο δέ σφισι πρὸ τῆς μελλούσης πολιορκίας ἀγῶνα ἐκ τοῦ φανεροῦ ποιήσασθαι, μηδὲ ὄντας Μεσσηνίους, οἳ μηδὲ Λακεδαιμονίων ἀνδρίᾳ, τύχῃ δὲ ἠλαττώθησαν, καταπεπλῆχθαι τὸν ἥκοντα ὄχλον ἐξ Ἀκαρνανίας·
しかし彼らは、これから始まる包囲戦の前に、公然と決戦を挑むべきだと決意した。 なぜなら、ラケダイモン人に対しても、勇気において劣ったのではなく運命によって敗れたにすぎないメッセニア人たる者が、アカルナニアから押し寄せた大群に恐れおののくなどあってはならないと考えたからである。
τό τε Ἀθηναίων ἐν Μαραθῶνι ἔργον ἀνεμιμνήσκοντο, ὡς μυριάδες τριάκοντα ἐφθάρησαν τῶν Μήδων ὑπὸ ἀνδρῶν οὐδὲ ἐς μυρίους ἀριθμόν.
また、アテナイ人がマラトンで成し遂げた偉業を思い起こし、わずか1万人にも満たない男たちによって、30万ものメディア人の軍勢が破滅させられたことを思い出した。
§4.25.6καθίσταντό τε δὴ τοῖς Ἀκαρνᾶσιν ἐς ἀγῶνα καὶ ὁ τρόπος λέγεται τῆς μάχης γενέσθαι τοιόσδε.
こうして彼らはアカルナニア人との決戦に入ったが、その戦闘の様子は次のようであったと伝えられている。
οἳ μέν, ἅτε πλήθει προέχοντες πολύ, οὐ χαλεπῶς περιέβαλον τοὺς Μεσσηνίους, πλὴν ὅσον αἱ πύλαι τε ἀπεῖργον κατὰ νώτου τοῖς Μεσσηνίοις γινόμεναι καὶ οἱ ἀπὸ τοῦ τείχους τοῖς σφετέροις προθύμως ἀμύνοντες·
アカルナニア人たちは、数において遥かに勝っていたため、容易にメッセニア人を取り囲んだ。 ただ、城門がメッセニア人の背後を守っており、城壁の上の者たちが味方を熱心に援護していた点だけは例外であった。
ταύτῃ μὲν δὴ μὴ περισχεθῆναι σφᾶς ἐκώλυε, τὰ δὲ πλευρὰ ἀμφότερα ἐκυκλώσαντο αὐτῶν οἱ Ἀκαρνᾶνες καὶ ἐσηκόντιζον πανταχόθεν.
このため、背後を完全に包囲されることは免れたが、アカルナニア人たちは彼らの両側面を包囲し、四方八方から槍を投げつけた。
§4.25.7οἱ δὲ Μεσσήνιοι συνεστραμμένοι μετʼ ἀλλήλων, ὁπότε ἀθρόοι τοῖς Ἀκαρνᾶσιν ἐμπέσοιεν, ἐτάρασσον μὲν τοὺς κατὰ ταὐτὸ ἑστηκότας καὶ ἐφόνευόν τε αὐτῶν καὶ ἐτίτρωσκον πολλούς, τελέαν δὲ οὐκ ἐδύναντο ἐργάσασθαι φυγήν·
しかしメッセニア人は互いに固まり合い、集団となってアカルナニア人に突撃するたびに、正面に立ちはだかる敵を混乱させ、その多くの者を殺傷した。 しかし、敵を完全に退却させることはできなかった。
ὅπου γὰρ τῆς τάξεως αἴσθοιντό τι οἱ Ἀκαρνᾶνες τῆς αὑτῶν ὑπὸ τῶν Μεσσηνίων διασπώμενον, κατὰ τοῦτο ἀμύνοντες τοῖς βιαζομένοις αὑτῶν ἀνεῖργον τοὺς Μεσσηνίους ἐπικρατοῦντες τῷ πλήθει.
アカルナニア人たちは、自分たちの陣形がメッセニア人によって突破されそうになっている場所を察知すると、その場所で苦戦している味方を救援し、数の優位に任せてメッセニア人を押しとどめたからである。
§4.25.8οἱ δὲ ὁπότε ἀνακοπεῖεν, κατʼ ἄλλο αὖθις πειρώμενοι διακόψαι τὴν Ἀκαρνάνων φάλαγγα τὸ αὐτὸ ἂν ἔπασχον·
メッセニア人は押し戻されると、今度は別の場所でアカルナニア人のファランクスを突破しようと試みたが、やはり同じ結果になった。
ὅτῳ μὲν προσβάλλοιεν, διέσειόν τε καὶ τροπὴν ἐπὶ βραχὺ ἐποίουν, ἐπιρρεόντων δὲ αὖθις κατὰ τοῦτο σπουδῇ τῶν Ἀκαρνάνων ἀπετρέποντο ἄκοντες.
攻撃を加えた場所では、敵を動揺させ一時的に退却させたが、アカルナニア人がその場所に急いで押し寄せると、メッセニア人は不本意ながらも引き返さざるを得なかった。
γενομένου δὲ ἰσορρόπου τοῦ ἀγῶνος ἄχρι ἑσπέρας καὶ Ἀκαρνᾶσιν ὑπὸ τὴν ἐπιοῦσαν νύκτα ἐπελθούσης δυνάμεως ἀπὸ τῶν πόλεων, οὕτω τοῖς Μεσσηνίοις περιειστήκει πολιορκία.
戦いは夕方まで互角に続いたが、夜が更ける頃にアカルナニア側の各都市から増援部隊が到着したため、こうしてメッセニア人は包囲される事態に陥った。
§4.25.9καὶ ἁλῶναι μὲν κατὰ κράτος τὸ τεῖχος ἢ ὑπερβάντων τῶν Ἀκαρνάνων ἢ καὶ ἀπολιπεῖν βιασθεῖσιν αὐτοῖς τὴν φρουρὰν δέος ἦν οὐδέν·
アカルナニア人が城壁を乗り越えるなどして強襲により城壁が落とされる恐れや、あるいはメッセニア人が守備を放棄せざるを得なくなるような恐れは全くなかった。
τὰ δὲ ἐπιτήδειά σφισι πάντα ὁμοίως ὀγδόῳ μηνὶ ἐξανήλωτο.
しかし、彼らの食糧は等しく8ヶ月目にして底をついた。
ἐς μὲν δὴ τοὺς Ἀκαρνᾶνας ἐχρῶντο ἀπὸ τοῦ τείχους χλευασίᾳ, μὴ σφᾶς τὰ σιτία προδοῦναί ποτε ἂν μηδὲ ἐς ἔτος δέκατον πολιορκουμένους·
彼らはアカルナニア人に対して城壁の上から、10年包囲されようとも食糧が尽きることは決してないと嘲笑を浴びせた。
§4.25.10αὐτοὶ δὲ περὶ ὕπνον πρῶτον ἐξελθόντες ἐκ τῶν Οἰνιαδῶν, καὶ γενομένης τοῦ δρασμοῦ σφῶν τοῖς Ἀκαρνᾶσιν αἰσθήσεως ἐς μάχην ἀναγκασθέντες ἀφικέσθαι, περὶ τριακοσίους μὲν ἀποβάλλουσι καὶ πλείονας ἔτι αὐτοὶ τῶν ἐναντίων κατεργάζονται, τὸ δὲ πολὺ αὐτῶν διεκπίπτουσι διὰ τῶν Ἀκαρνάνων καὶ ἐπιλαμβανόμενοι τῆς Αἰτωλῶν ἐχόντων σφίσιν ἐπιτηδείως ἐς τὴν Ναύπακτον ἀνασώζονται.
しかし彼ら自身は、最初の眠りのころにオイニアダイから脱出し、その逃走がアカルナニア人に察知されて戦闘に及ばざるを得なくなった。 彼らは約300人を失ったものの、敵の側にはそれ以上の死者を出し、彼らの大部分はアカルナニア人の包囲を突破して、彼らに好意的なエトリア人の土地に到達し、ナウパクトスへと無事に帰還した。