Humanitext Reader

パウサニアス · ギリシア案内記 §4.23.1-4.23.10

メッセニア人のシチリア移住とザンクレ改名

166 / 465 箇所 · ギリシア語

要旨

第二次メッセニア戦争がエイラ陥落によって終結し、亡命したメッセニア人たちがレギオンの僭主アナクシラスの招きでシチリアへ移住し、ザンクレを共同統治してメッセネと改名する経緯が描かれる。

§4.23.1τῶν δὲ Μεσσηνίων ὁπόσοι περὶ τὴν Εἶραν ἢ καὶ ἑτέρωθί που τῆς Μεσσηνίας ἐγκατελήφθησαν, τούτους μὲν οἱ Λακεδαιμόνιοι προσένειμαν ἐς τὸ εἱλωτικόν·
メッセニア人のうち、エイラの周辺あるいはメッセニアの他のどこかで捕らえられた者たちを、ラケダイモン人たちはヘイロタイに編入した。
Πύλιοι δὲ καὶ Μοθωναῖοι καὶ ὅσοι τὰ παραθαλάσσια ᾤκουν, ναυσὶν ὑπὸ τὴν ἅλωσιν τῆς Εἴρας ἀπαίρουσιν ἐς Κυλλήνην τὸ ἐπίνειον τὸ Ἠλείων.
一方、ピュロス人とモトネ人、および沿岸部に住んでいた者たちは、エイラ陥落の直前に船でエリス人の港キュレネへと出帆した。
ἐκεῖθεν δὲ παρὰ τοὺς ἐν Ἀρκαδίᾳ Μεσσηνίους ἀπέστελλον, ἐθέλοντες κοινῷ στόλῳ χώραν ἔνθα οἰκήσουσιν ἀναζητεῖν, καὶ Ἀριστομένην ἐκέλευον ἡγεῖσθαί σφισιν ἐς ἀποικίαν.
そこから彼らはアルカディアにいるメッセニア人のもとに使者を送り、共同の船団で、自分たちが住むことになる土地をともに探すことを望み、アリストメネスに植民の指導者として自分たちを率いるよう求めた。
§4.23.2ὁ δὲ αὐτὸς μὲν ἕως ἂν περιῇ, πολεμήσειν Λακεδαιμονίοις ἔφασκεν, ἐπίστασθαι δὲ ἀκριβῶς ὡς ἀεί τι ἀναφύσεται τῇ Σπάρτῃ διʼ αὐτοῦ κακόν·
しかし彼は、自分自身は命がある限りラケダイモン人と戦い続けるつもりであると言い、スパルタには自分によって常に何か災いが生じることになるのをはっきりと知っていると語った。
ἐκείνοις δὲ Γόργον καὶ Μάντικλον ἔδωκεν ἡγεμόνας.
そして、彼らにはゴルゴスとマンティクロスを指導者として与えた。
ὁ δὲ Εὐεργετίδας ἐς μὲν τὸ Λύκαιον σὺν τοῖς ἄλλοις Μεσσηνίοις καὶ αὐτὸς ἀπεχώρησεν· ἐκεῖθεν δέ, ὡς ἑώρα τὸ βούλευμα διαπεπτωκὸς τῷ Ἀριστομένει τὸ ἐς τὴν κατάληψιν τῆς Σπάρτης, ἀναπείσας τῶν Μεσσηνίων ὡς πεντήκοντα ἐπάνεισιν ἐπὶ τοὺς Λακεδαιμονίους ἐς τὴν Εἶραν, καὶ ἐντυχὼν διαρπάζουσιν ἔτι τὰ ἐπινίκια §4.23.3πένθος σφίσιν ἐποίησε.
一方、エウエルゲティダスは、他のメッセニア人たちとともに自らもリュカイオン山へと退いたが、そこから、アリストメネスのスパルタ奪取の計画が潰えたのを見て、メッセニア人のうち約五十人を説得して、エイラにいるラケダイモン人たちを襲撃するために引き返し、いまだ戦勝の祝いを行っている最中の彼らに遭遇し、彼らに悲哀をもたらした。
καὶ τὸν μὲν ἐνταῦθα ἐπιλαμβάνει τὸ χρεών, Ἀριστομένης δὲ ὡς τοὺς ἡγεμόνας τοῖς Μεσσηνίοις ἐπέταξεν ἰέναι ἐς Κυλλήνην, ὅστις ἐθέλοι μετέχειν τῆς ἀποικίας.
そして、彼自身はそこで運命に捕らえられた。 一方、アリストメネスはメッセニア人たちに指導者たちを任命すると、植民に参加することを望む者は誰でもキュレネに行くよう命じた。
καὶ μετέσχον ἅπαντες, πλὴν εἰ γῆράς τινα ἀπεῖργεν ἢ μηδὲ εὐπορῶν ἔτυχεν ἐς τὴν ἀποδημίαν·
そして、老齢のために行くのが妨げられた者や、旅立つための資金を持たなかった者を除いて、全員が参加した。
οὗτοι δὲ αὐτοῦ κατέμειναν παρὰ τοῖς Ἀρκάσιν.
これらの者は現地にとどまり、アルカディア人のもとに身を寄せた。
§4.23.4ἑάλω δὲ ἡ Εἶρα καὶ ὁ πόλεμος ὁ δεύτερος Λακεδαιμονίων καὶ Μεσσηνίων τέλος ἔσχεν Ἀθηναίοις ἄρχοντος Αὐτοσθένους, ἔτει πρώτῳ τῆς ὀγδόης τε καὶ εἰκοστῆς Ὀλυμπιάδος, ἣν ἐνίκα Χίονις Λάκων.
エイラは陥落し、ラケダイモン人とメッセニア人の第二次戦争は、アテナイではアウトステネスがアルコンのとき、ラコニア人キオニスが優勝した第28回オリンピア期の第1年に終結した。
§4.23.5ὡς δὲ ἐς τὴν Κυλλήνην οἱ Μεσσήνιοι συνελέχθησαν, τὸν μὲν παρόντα χειμῶνα ἔδοξεν αὐτοῦ χειμάζειν, καὶ τὴν ἀγοράν σφισι καὶ χρήματα οἱ Ἠλεῖοι παρεῖχον·
メッセニア人たちがキュレネに集まると、やって来た冬は現地で冬を越すことに決め、エリス人たちは彼らに市場と資金を提供した。
ἅμα δὲ τῷ ἦρι ἐβουλεύοντο ποῖ χρὴ σταλῆναι.
そして春になると、どこへ向かうべきかを協議した。
γνῶμαι δὲ ἦσαν Γόργου μὲν Ζάκυνθον τὴν ὑπὲρ Κεφαλληνίας καταλαβόντας καὶ νησιώτας ἀντὶ ἠπειρωτῶν γενομένους ναυσὶν ἐς τὰ παραθαλάσσια τῆς Λακωνικῆς ἐπιπλέοντας κακοῦν τὴν γῆν·
ゴルゴスの意見は、ケファレニアの彼方にあるザキュントスを占領し、大陸の住民から島民となって、船でラコニアの沿岸部に押し寄せてその土地を荒らすというものであった。
Μάντικλος δὲ ἐκέλευε Μεσσήνης μὲν καὶ τοῦ Λακεδαιμονίων ἔχθους λαβεῖν λήθην, πλεύσαντας δὲ ἐς Σαρδὼ κτήσασθαι μεγίστην τε νῆσον καὶ εὐδαιμονίᾳ πρώτην.
一方マンティクロスは、メッセネのことやラケダイモン人への憎しみを忘れ、サルドへと航海して、最大にして最も豊かな島を手に入れるよう勧めた。
§4.23.6ἐν τοσούτῳ δὲ Ἀναξίλας παρὰ τοὺς Μεσσηνίους ἀπέστελλεν ἐς Ἰταλίαν καλῶν.
その間に、アナクシラスがメッセニア人のもとに使者を送り、イタリアへと招いた。
ὁ δὲ Ἀναξίλας ἐτυράννει μὲν Ῥηγίου, τέταρτος δὲ ἀπόγονος ἦν Ἀλκιδαμίδου·
アナクシラスはレギオンの僭主であり、アルキダミダスの4代目の子孫であった。
μετῴκησε δὲ Ἀλκιδαμίδας ἐκ Μεσσήνης ἐς Ῥήγιον μετὰ τὴν Ἀριστοδήμου τοῦ βασιλέως τελευτὴν καὶ Ἰθώμης τὴν ἅλωσιν.
アルキダミダスは、王アリストデモスの死とイトメ陥落の後に、メッセネからレギオンへと移住した人物である。
οὗτος οὖν ὁ Ἀναξίλας τοὺς Μεσσηνίους μετεπέμπετο· ἐλθοῦσί τε ἔλεγεν ὡς Ζαγκλαῖοι διάφοροι μέν εἰσιν αὐτῷ, χώραν δὲ εὐδαίμονα καὶ πόλιν ἐν καλῷ τῆς Σικελίας ἔχουσιν, ἃ δὴ σφίσιν ἐθέλειν ἔφη συγκατεργασάμενος δοῦναι.
そこで、このアナクシラスはメッセニア人を呼び寄せ、やって来た彼らに、ザンクレ人が自分と敵対しており、シチリアの好立地に豊かな土地と都市を所有していることを告げ、自分がともにそれらを征服して彼らに与えたいと言った。
προσεμένων δὲ τὸν λόγον, οὕτως Ἀναξίλας διεβίβασεν ἐς Σικελίαν αὐτούς.
彼らがこの提案を受け入れると、このようにしてアナクシラスは彼らをシチリアへと渡らせた。
§4.23.7Ζάγκλην δὲ τὸ μὲν ἐξ ἀρχῆς κατέλαβον λῃσταί, καὶ ἐν ἐρήμῳ τῇ γῇ τειχίσαντες ὅσον περὶ τὸν λιμένα ὁρμητηρίῳ πρὸς τὰς καταδρομὰς καὶ ἐς τοὺς ἐπίπλους ἐχρῶντο·
ザンクレは、そもそも最初は海賊たちが占領し、無人の地であったそこに港の周りだけに砦を築いて、襲撃や遠征の拠点として使っていた。
ἡγεμόνες δὲ ἦσαν αὐτῶν Κραταιμένης Σάμιος καὶ Περιήρης ἐκ Χαλκίδος.
彼らの指導者は、サモス人クラタイメネスとカルキス出身のペリエレスであった。
Περιήρει δὲ ὕστερον καὶ Κραταιμένει καὶ ἄλλους ἐπαγαγέσθαι τῶν Ἑλλήνων ἔδοξεν οἰκήτορας.
後にペリエレスとクラタイメネスは、他のギリシア人たちも住民として招き寄せることにした。
§4.23.8τότε δὲ τοὺς Ζαγκλαίους ὅ τε Ἀναξίλας ναυσὶν ἀνταναγομένους ἐνίκησε καὶ οἱ Μεσσήνιοι μάχῃ πεζῇ·
その時、海上で船で立ち向かうザンクレ人たちをアナクシラスが破り、陸戦ではメッセニア人たちが彼らを破った。
Ζαγκλαῖοι δὲ κατὰ γῆν τε ὑπὸ Μεσσηνίων καὶ ναυσὶν ἅμα ἐκ θαλάσσης ὑπὸ Ῥηγίνων πολιορκούμενοι, καὶ ἁλισκομένου σφίσιν ἤδη τοῦ τείχους, ἐπί τε βωμοὺς θεῶν καὶ πρὸς τὰ ἱερὰ καταφεύγουσιν.
ザンクレ人たちは、陸からはメッセニア人たちに、海からはレギオン人たちに同時に船で包囲され、すでに城壁が奪われようとしているときに、神々の祭壇や聖所に逃げ込んだ。
Ἀναξίλας μὲν οὖν τοῖς Μεσσηνίοις παρεκελεύετο τούς τε ἱκετεύοντας Ζαγκλαίων ἀποκτείνειν καὶ τοὺς λοιποὺς γυναιξὶν ὁμοῦ καὶ παισὶν ἀνδραποδίσασθαι·
そこでアナクシラスはメッセニア人たちに、嘆願するザンクレ人たちを殺し、残りの者を女子供もろとも奴隷にするよう促した。
§4.23.9Γόργος δὲ καὶ Μάντικλος παρῃτοῦντο Ἀναξίλαν μὴ σφᾶς, ὑπὸ συγγενῶν ἀνδρῶν πεπονθότας ἀνόσια, ὅμοια αὐτοὺς ἐς ἀνθρώπους Ἕλληνας ἀναγκάσαι δρᾶσαι.
しかしゴルゴスとマンティクロスは、同族から不義な目にあわされてきた自分たちが、同じような不義をギリシアの同胞に対して行うよう強いることのないよう、アナクシラスに懇願した。
μετὰ δὲ τοῦτο ἤδη τοὺς Ζαγκλαίους ἀνίστασαν ἀπὸ τῶν βωμῶν καὶ ὅρκους δόντες καὶ αὐτοὶ παρʼ ἐκείνων λαβόντες ᾤκησαν ἀμφότεροι κοινῇ·
その後、彼らはザンクレ人たちを祭壇から立ち上がらせ、誓いを交わし合い、双方が共同で暮らすことになった。
ὄνομα δὲ τῇ πόλει μετέθεσαν Μεσσήνην ἀντὶ Ζάγκλης καλεῖσθαι.
そして都市の名前をザンクレからメッセネへと改名した。
§4.23.10ταῦτα δὲ ἐπὶ τῆς Ὀλυμπιάδος ἐπράχθη τῆς ἐνάτης καὶ εἰκοστῆς, ἣν Χίονις Λάκων τὸ δεύτερον ἐνίκα, Μιλτιάδου παρʼ Ἀθηναίοις ἄρχοντος.
これらは、ラコニア人キオニスが2度目の優勝を果たし、アテナイではミルティアデスがアルコンであった第29回オリンピア期の間に起こった。
Μάντικλος δὲ καὶ τὸ ἱερὸν Μεσσηνίοις τοῦ Ἡρακλέους ἐποίησε, καὶ ἔστιν ἐκτὸς τείχους ὁ θεὸς ἱδρυμένος, Ἡρακλῆς καλούμενος Μάντικλος, καθάπερ γε καὶ Ἄμμων ἐν Λιβύῃ καὶ ὁ ἐν Βαβυλῶνι Βῆλος ὁ μὲν ἀπὸ ἀνδρὸς Αἰγυπτίου Βήλου τοῦ Λιβύης ὄνομα ἔσχεν, Ἄμμων δὲ ἀπὸ τοῦ ἱδρυσαμένου ποιμένος.
またマンティクロスはメッセニア人のためにヘラクレスの聖所を造った。 その神は城壁の外に祀られており、マンティクロス・ヘラクレスと呼ばれている。 ちょうどリビアのアモンや、バビロンのベロスのように。 前者はエジプト人ベロス(リビアの子)から名前を取り、アモンはそれを建立した羊飼いの名から取られた。
Μεσσηνίοις μὲν οὖν τοῖς φεύγουσιν ἐγεγόνει πέρας τῆς ἄλης·
こうして、亡命したメッセニア人たちの放浪は終わりを迎えた。

語釈・文法注

  1. §4.23.1ὑπὸ τὴν ἅλωσιν — 前置詞 `ὑπό` と対格の組み合わせが時間を表す場合、「〜の直前に」あるいは「〜の直後に」のいずれの意味も取りうる。ここではエイラの陥落(`ἅλωσις`)が決定的なものとなったそのまさにその頃に彼らが脱出したことを示している。
  2. §4.23.2διαπεπτωκὸς — 動詞 `διαπίπτω`(失敗する、潰える)の完了分詞。知覚動詞 `ἑώρα`(`ὁράω` の未完了過去)の補語(間接叙述の分詞構文)として機能しており、「アリストメネスの計画がすでに失敗した状態にあるのを見た」ことを表す。
  3. §4.23.3τὸ χρεών — 非人称動詞 `χρή` に由来する中性名詞(本来は中性分詞)で、「運命」あるいは「死」を意味する。ここでは主語として機能し、対格の `τὸν μὲν`(エウエルゲティダス)を直接目的語に取って、「死が彼を捕らえた」(すなわち彼が戦死した)ことを意味している。
  4. §4.23.6ἃ δὴ σφίσιν ἐθέλειν ἔφη συγκατεργασάμενος δοῦναι — 関係代名詞 `ἃ`(中性複数、先行詞は `χώραν ... καὶ πόλιν`)は、不定詞 `δοῦναι` の直接目的語。`ἐθέλειν` の意味上の主語は `ἔφη` の主語(アナクシラス)と同一であるため省略されており、これと一致する分詞 `συγκατεργασάμενος` が主格(単数・男性)になっている。`σφίσιν` は間接目的語でメッセニア人を指す。
  5. §4.23.9μὴ σφᾶς ... ἀναγκάσαι — 懇願を表す動詞 `παραιτέομαι` (`παρῃτοῦντο`) の補足不定詞節。否定の `μή` が用いられており、「〜しないように(アナクシラスに)懇願した」という禁止・回避の意を表す。`σφᾶς`(三人称再帰代名詞複数対格、メッセニア人自身)は不定詞 `ἀναγκάσαι` の意味上の主語(対格主語)。

この箇所を引用する

パウサニアス, ギリシア案内記 §4.23.1-4.23.10. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0525.tlg001.humanitext-grc2:4.23.1-4.23.10

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。