§4.22.1οἱ δὲ Ἀρκάδες παραυτίκα τε τὴν κατάληψιν ἐπυνθάνοντο τῆς Εἴρας καὶ αὐτίκα τὸν Ἀριστοκράτην ἐκέλευον σφᾶς ἄγειν ὡς ἢ σώσοντας Μεσσηνίους ἢ σὺν αὐτοῖς ἀπολουμένους.
アルカディア人たちは、エイラの陥落を知るやいなや、直ちにアリストクラテスに、メッセニア人たちを救うか、あるいは彼らとともに滅びるために、自分たちを率いて行くよう命じた。
ὁ δὲ ἅτε ἐκ τῆς Λακεδαίμονος δεδεγμένος δῶρα, οὔτε ἄγειν ἤθελεν εἰδέναι τε ἔφασκεν οὐδένα ἔτι Μεσσηνίων ὅτῳ καὶ ἀμυνοῦσιν ὄντα ὑπόλοιπον.
しかし彼は、ラケダイモンから贈り物を受け取っていたために、率いて行くことを望まず、また、彼らが助けて共に戦うべきメッセニア人は一人ももはや残っていないと主張した。
§4.22.2τότε δὲ ὡς σαφέστερον ᾐσθάνοντο περιόντας καὶ ἐκλείπειν τὴν Εἶραν βεβιασμένους, αὐτοὶ μὲν περὶ τὸ ὄρος σφᾶς τὸ Λύκαιον ἔμελλον ὑποδέξεσθαι, προετοιμασάμενοι καὶ ἐσθῆτα καὶ σιτία, ἄνδρας δὲ τῶν ἐν τέλει πέμπουσι παραμυθεῖσθαί τε τοὺς Μεσσηνίους καὶ ἡγεμόνας ἅμα τῆς πορείας γενέσθαι.
しかし、その後、彼らが生き残っており、かつエイラを立ち退くことを余儀なくされていることをよりはっきりと知ると、彼ら自身はリュカイオン山の周辺で彼らを迎えることとし、衣服と食料をあらかじめ用意した上で、役職にある者たちを派遣してメッセニア人たちを慰め、同時にその行軍の道案内とさせた。
καὶ τοὺς μέν, ὡς ἐς τὸ Λύκαιον ἀνεσώθησαν, ἐξένιζον καὶ τὰ ἄλλα εὐνοϊκῶς περιεῖπον οἱ Ἀρκάδες, κατανέμειν τε ἐς τὰς πόλεις ἤθελον καὶ ἀναδάσασθαι διʼ ἐκείνους τὴν γῆν·
そしてアルカディア人たちは、彼らがリュカイオン山に逃れて安全に到着すると、彼らをもてなし、他の点でも好意的に世話をした。 また、彼らを都市に分散して住まわせ、彼らのために土地を再分配することを望んだ。
§4.22.3Ἀριστομένει δὲ ὅ τε οἶκτος διαρπαζομένης τῆς Εἴρας καὶ τὸ μῖσος τὸ ἐς τοὺς Λακεδαιμονίους βούλευμα παρίστησι τοιόνδε.
他方、アリストメネスには、エイラが略奪されていることへの哀れみと、ラケダイモン人への憎しみから、次のような計画が心に浮かんだ。
πεντακοσίους τῶν Μεσσηνίων, οὓς μάλιστα ἠπίστατο αὑτῶν ἀφειδῶς ἔχοντας, ἀποκρίνας ἀπὸ τοῦ πλήθους, ἤρετο σφᾶς ἐν ἐπηκόῳ τῶν τε ἄλλων Ἀρκάδων καὶ Ἀριστοκράτους, ἅτε ὄντα προδότην οὐκ εἰδώς—ἀνανδρίᾳ γὰρ καὶ ὑπὸ δειλίας φυγεῖν τότε ἤδη τῆς μάχης καὶ οὐ διὰ κακίαν οὐδεμίαν ἐδόξαζεν αὐτόν, ὥστε ἐναντίον καὶ τούτου τοὺς πεντακοσίους ἤρετο—, εἰ τιμωροῦντες τῇ πατρίδι ἀποθνήσκειν σὺν αὑτῷ ἐθελήσουσι.
彼はメッセニア人の中から、自らの命を顧みないことを最もよく知っている五百人を選び出し、他のアルカディア人たちやアリストクラテスの耳に届くところで、彼らに尋ねた。 ――アリストクラテスが裏切り者であることを知らなかったのである。 というのも、あの時すでに戦闘から彼が逃亡したのは、卑怯さと臆病さによるものであり、何ら悪意によるものではないと彼は思っていたので、この男の目の前でさえも、五百人に尋ねたのである。 ――祖国の仇を討つために、自分とともに死ぬ覚悟があるかどうかを。
§4.22.4φαμένων δὲ ἐθέλειν ἀπεγύμνου τὸ πᾶν, ὡς πάντως τῆς ἐπιούσης ἑσπέρας ἐπὶ τὴν Σπάρτην ἄγειν μέλλοι·
そして彼らが望むと言うと、彼はすべての計画を打ち明けた。 翌日の夕方に必ずスパルタに向かって進軍するつもりである、と。
Λακεδαιμονίων γὰρ τότε δὴ μάλιστα ἐς τὴν Εἶραν ἀπῆσαν οἱ πολλοί, καὶ ἄλλοι τε ἐπεφοίτων φέροντες καὶ ἄγοντες τὰ Μεσσηνίων.
なぜなら、その時まさにラケダイモン人の多くはエイラへ行って不在であり、また他の者たちもメッセニア人の財産を略奪して運び去るためにそこへ通っていたからである。
“καὶ ἢν μὲν ἑλεῖν τὴν Σπάρτην καὶ κατασχεῖν δυνηθῶμεν”, ἔφασκεν ὁ Ἀριστομένης, “ἔστιν ἡμῖν ἀποδόντας Λακεδαιμονίοις τὰ ἐκείνων κομίσασθαι τὰ οἰκεῖα·
「そして、もし我々がスパルタを奪取し占領することができれば」とアリストメネスは言った、「我々はラケダイモン人に彼らの財産を返し、自分たちのものを取り戻すことができる。
ἁμαρτάνοντες δὲ ὁμοῦ ἀποθανούμεθά γε μνήμης καὶ τοῖς ἔπειτα ἄξια ἐργασάμενοι.
だが、もし失敗したとしても、後世の人々に記憶されるに値する働きをなした上で、共に死ぬことになるだろう。
” §4.22.5ταῦτα εἰπόντος τῶν Ἀρκάδων ὅσον τριακόσιοι μετέχειν καὶ αὐτοὶ τοῦ τολμήματος ἤθελον.
」彼がこう言うと、アルカディア人のうちおよそ三百人も、自らその大胆な計画に参加することを望んだ。
καὶ τότε μὲν ἐπεῖχον τῆς ἐξόδου, τὰ γὰρ ἱερὰ ἐγίνετο αὐτοῖς οὐ κατὰ γνώμην, τῇ δὲ ἐπιούσῃ τό τε ἀπόρρητον ἔγνωσαν σφῶν τοὺς Λακεδαιμονίους προπεπυσμένους καὶ αὐτοὶ δεύτερον ὑπὸ Ἀριστοκράτους προδεδομένοι·
そしてその時は出発を見合わせた。 犠牲の兆候が彼らの意に沿わないものだったからである。 しかし翌日、彼らは自分たちの秘密がラケダイモン人たちにあらかじめ知られていること、そして自分たちがアリストクラテスによって二度目の裏切りに遭ったことを知った。
τὰ γὰρ τοῦ Ἀριστομένους βουλεύματα αὐτίκα ὁ Ἀριστοκράτης ἐγγράψας βιβλίῳ, καὶ τὸ βιβλίον ἐπιθεὶς τῶν οἰκετῶν ὃν ἠπίστατο ὄντα εὐνούστατον, παρὰ Ἀνάξανδρον ἀπέστελλεν ἐς Σπάρτην.
というのも、アリストクラテスはアリストメネスの計画を直ちに手紙に書き、その手紙を自らの召使たちのうちで最も忠実であると知っていた者に預けて、スパルタのアナクサンドロスのもとへ送り出していたからである。
§4.22.6ἐπανιόντα δὲ τὸν οἰκέτην λοχῶσιν ἄνδρες τῶν Ἀρκάδων διάφοροι καὶ πρότερον τῷ Ἀριστοκράτει, σχόντες δέ τι καὶ ὕποπτον τότε ἐς αὐτόν.
しかし、帰って来るその召使を、以前からアリストクラテスと敵対しており、その時も彼に対してある種の疑いを抱いていた数名のアルカディア人が待ち伏せした。
λοχήσαντες δὲ τὸν οἰκέτην ἐπανάγουσιν ἐς τοὺς Ἀρκάδας καὶ ἐπεδείκνυον ἐς τὸν δῆμον τὰ ἀντεπεσταλμένα ἐκ Λακεδαίμονος·
彼らは召使を待ち伏せて捕らえると、アルカディア人たちのもとに連れ戻し、ラケダイモンから送られてきた返書を民衆に示した。
ἐπέστελλε δὲ ὁ Ἀνάξανδρος, φυγήν τε αὐτῷ τὴν πρότερον ἀπὸ τῆς Μεγάλης τάφρου φάμενος οὐκ ἀνόνητον ἐκ Λακεδαιμονίων γενέσθαι, προσέσεσθαι δέ οἱ χάριν καὶ τῶν ἐν τῷ παρόντι μηνυμάτων.
アナクサンドロスが書き送った内容は、彼が以前に『大いなる壕』から逃亡したことはラケダイモン人から見て無駄にはならなかったということ、そして今回の密告に対しても、彼に恩賞が加えられるだろうということであった。
§4.22.7ὡς δὲ ἀπηγγέλθη ταῦτα ἐς ἅπαντας, αὐτοί τε τὸν Ἀριστοκράτην ἔβαλλον οἱ Ἀρκάδες καὶ τοῖς Μεσσηνίοις διεκελεύοντο·
これらのことが全員に告げられると、アルカディア人自身がアリストクラテスに石を投げつけ、またメッセニア人たちにもそうするよう促した。
οἱ δὲ ἐς τὸν Ἀριστομένην ἀπέβλεπον.
しかしメッセニア人たちはアリストメネスの方を見つめていた。
καὶ ὁ μὲν ἐς τὴν γῆν ἀφορῶν ἔκλαιεν·
そして彼(アリストメネス)は地面を見つめて涙を流していた。
τὸν δὲ Ἀριστοκράτην οἱ Ἀρκάδες καταλιθώσαντες τὸν μὲν τῶν ὅρων ἐκτὸς ἐκβάλλουσιν ἄταφον, στήλην δὲ ἀνέθεσαν ἐς τὸ τέμενος τοῦ Λυκαίου λέγουσαν πάντως ὁ χρόνος εὗρε δίκην ἀδίκῳ βασιλῆι,
"
εὗρε δὲ Μεσσήνης σὺν Διὶ τὸν προδότην
ῥηιδίως.
アルカディア人たちはアリストクラテスを石打ちにして殺し、その死体を国境の外に埋葬せずに投げ捨て、リュカイオン山の神域に碑を建てた。 それには次のように書かれていた。 「時は必ずや、不正な王に正義の裁きを下した。 そして、ゼウスとともに、メッセネの裏切り者を容易に見つけ出した。
χαλεπὸν δὲ λαθεῖν θεὸν ἄνδρʼ ἐπίορκον.
誓いを破る者が、神の目を逃れるのは難しい。
χαῖρε Ζεῦ βασιλεῦ, καὶ σάω Ἀρκαδίαν.
健やかにあれ、王なるゼウスよ、そしてアルカディアを守りたまえ。
"
」