Humanitext Reader

パウサニアス · ギリシア案内記 §4.21.1-4.21.6

アイラのアクロポリス侵入とメッセニア人の必死の抗戦

163 / 465 箇所 · ギリシア語

要旨

スパルタ軍がアイラのアクロポリスに侵入し、メッセニア人はアリストメネスらに率いられて死力を尽くして抵抗する。女性たちも武器を取り、運命に抗うような激しい戦闘が展開される。

§4.21.1ἔδοξέ τε δὴ λέγειν πιστὰ καὶ ἡγεῖτο Ἐμπεράμῳ καὶ τοῖς Σπαρτιάταις.
そして、彼は本当に信頼できることを言っていると思われ、エンペラモスとスパルタ人たちの先導を務めた。
ἦν δὲ ἡ πορεία χαλεπή σφισιν ἅτε ἐν σκότῳ καὶ οὐκ ἀνιέντος τοῦ ὑετοῦ·
彼らの行軍は、暗闇の中であり、また雨がやまなかったため、困難を極めた。
ὅμως δὲ ὑπὸ προθυμίας ἤνυσαν, καὶ ὡς κατὰ τὴν ἀκρόπολιν τῆς Εἴρας ἐγένοντο, ὑπερέβαινον κλίμακάς τε προστιθέντες καὶ ὅτῳ τις ἐδύνατο ἄλλῳ τρόπῳ.
しかし、熱意に押されて彼らは道のりを踏破し、アイラのアクロポリスに達すると、梯子をかけ、また各自ができる他の方法を用いて(城壁を)乗り越えた。
τοῖς δὲ Μεσσηνίοις παρείχετο μὲν τοῦ παρόντος κακοῦ καὶ ἄλλα αἴσθησιν, μάλιστα δὲ οἱ κύνες οὐ κατὰ τὰ εἰωθότα ὑλακτοῦντες, ἀλλὰ συνεχεστέρᾳ καὶ βιαιοτέρᾳ τῇ κραυγῇ χρώμενοι.
一方、メッセニア人たちには、現在の災いに対する気づきが他のことからも与えられていたが、最も大きかったのは、犬たちがいつもと違って吠え立て、絶え間なく激しい吠え声を上げていたことだった。
γνόντες οὖν τὸν ὕστατον ὁμοῦ καὶ ἀναγκαιότατον σφᾶς ἀγῶνα ἐπειληφότα, οὐδὲ τὰ ὅπλα ἅπαντα ἀνελάμβανον, ἀλλʼ ὅτῳ προχείρῳ μάλιστα ἐντύχοι τις, ἁρπάζοντες ἤμυνον τῇ πατρίδι, ἣ μόνη σφίσιν ἐλείπετο ἐκ τῆς Μεσσηνίας πάσης.
それゆえ、最後にして最も避けがたい闘いが自分たちに襲いかかっていることを知ると、彼らはすべての武具を整えることさえせず、各自がたまたま手元に最も近くで見つけたものをひったくって、全メッセニアの中で唯一自分たちに残された祖国を守るために防戦した。
§4.21.2πρῶτοι δὲ ᾔσθοντο ἔνδον τῶν πολεμίων ὄντων καὶ ἐβοήθουν ἐπʼ αὐτοὺς πρῶτοι Γόργος τε ὁ Ἀριστομένους καὶ Ἀριστομένης αὐτὸς Θέοκλός τε ὁ μάντις καὶ Μάντικλος ὁ Θεόκλου, σὺν δὲ αὐτοῖς Εὐεργετίδας ἀνὴρ καὶ ἄλλως ἐν Μεσσήνῃ τιμώμενος καὶ διὰ τὴν γυναῖκα ἐπὶ πλέον ἀξιώματος ἥκων·
最初に敵が内部にいることに気づき、最初に彼らに立ち向かって救援に駆けつけたのは、アリストメネスの息子ゴルゴス、アリストメネス自身、預言者テオクロス、そしてテオクロスの息子マンティクロスであった。 また彼らとともに、メッセネで他の点でも重んじられ、妻のおかげでより高い地位を得ていたエウエルゲティダスもいた。
ἀδελφὴν γὰρ εἶχεν Ἀριστομένους Ἁγναγόραν.
というのも、彼はアリストメネスの姉妹であるハグナゴラを妻にしていたからである。
τότε δὲ οἱ μὲν ἄλλοι, συνιέντες ὡς ἐν δικτύοις εἰσὶν ἐσχημένοι, ὅμως καὶ ἐκ τῶν παρόντων εἶχόν τινα ἐλπίδα·
そのとき、他の者たちは、自分たちが網にかかったように囚われていることを悟りながらも、現状からある種の希望を抱いていた。
§4.21.3Ἀριστομένης δὲ καὶ ὁ μάντις ἠπίσταντο μὲν οὐδεμίαν ἔτι ἀναβολὴν ὀλέθρου Μεσσηνίοις οὖσαν, ἅτε εἰδότες καὶ τὸν χρησμὸν ὃν ᾐνίξατο ἐς τὸν τράγον·
しかしアリストメネスと預言者は、ピュティアが山羊について謎をかけて告げた神託を知っていたため、メッセニア人にとって破滅の猶予はもはや一切ないことを確信していた。
ἡ Πυθία, ἐπέκρυπτον δὲ οὐδὲν ἧσσον, καὶ ἦν σφισιν ἐς τοὺς ἄλλους ἀπόρρητον.
それでも彼らはそれを隠し続け、それは他者に対しては彼らの間の秘密であった。
ἐπιόντες δὲ τὴν πόλιν σπουδῇ καὶ ἐπὶ πάντας ἐρχόμενοι τοῖς τε ἐντυγχάνουσιν, ὁπότε αἰσθάνοιντο ὄντας Μεσσηνίους, παρεκελεύοντο ἄνδρας ἀγαθοὺς εἶναι καὶ ἐκ τῶν οἰκιῶν ἀνεκάλουν τοὺς ἔτι ὑπολειπομένους.
そして彼らは急いで町を巡り、あらゆる人のところへ行き、出会った者がメッセニア人であると気づくたびに、勇敢な男であるようにと励まし、まだ家に残っている者たちを呼び出した。
§4.21.4ἐν μὲν δὴ νυκτὶ οὐδὲν ἄξιον ἐπράχθη λόγου παρʼ οὐδετέρων·
夜の間は、どちらの側によっても、語るに値することは何もなされなかった。
τοῖς μὲν γὰρ ἡ ἀπειρία τῶν τόπων καὶ ἡ τόλμα τοῦ Ἀριστομένους παρεῖχε μελλησμόν, τοῖς δὲ Μεσσηνίοις οὔτε παρὰ τῶν στρατηγῶν σύνθημα ἐγεγόνει φθάνοντας εἰληφέναι τάς τε δᾷδας, ἢ εἴ τινα λαμπτῆρα ἀλλοῖον ἅψαιτό τις, ὕων ἂν ἐσβέννυεν ὁ θεός.
というのも、一方にとっては、土地に対する不案内とアリストメネスの不敵さが遅滞をもたらし、他方メッセニア人にとっては、先んじて(配置を)確保するための合図が将軍たちから与えられておらず、また松明であれ、誰かが他の種類の灯火を灯したとしても、雨を降らせる神がそれを消してしまっていたからである。
§4.21.5ἐπειδὴ δὲ ἡμέρα τε ἦν καὶ ἀλλήλους καθορᾶν ἐδύναντο, ἐνταῦθα Ἀριστομένης καὶ Θέοκλος ἐπειρῶντο ἐς πᾶσαν ἀπόνοιαν προάγειν τοὺς Μεσσηνίους, ἄλλα τε ὁπόσα εἰκὸς ἦν διδάσκοντες καὶ Σμυρναίων τὰ τολμήματα ἀναμιμνήσκοντες, ὡς Ἰώνων μοῖρα ὄντες Γύγην τὸν Δασκύλου καὶ Λυδοὺς ἔχοντας σφῶν τὴν πόλιν ὑπὸ ἀρετῆς καὶ προθυμίας ἐκβάλοιεν.
しかし、朝になり互いを見通せるようになると、そこでアリストメネスとテオクロスは、メッセニア人たちを死をも恐れぬ覚悟へと駆り立てようと努めた。 当然言うべき他の事柄を教え、またスミュルナ人の果敢な行いを思い出させた。 すなわち、イオニア人の一部でありながら、自分たちの町を占領していたダスクュロスの子ギュゲスとリュディア人たちを、その勇気と熱意によって追い出したという出来事である。
§4.21.6οἱ Μεσσήνιοι δὲ ἀκούοντες ἀπονοίας τε ἐνεπίμπλαντο καὶ συνιστάμενοι καθʼ ὁπόσους ἕκαστοι τύχοιεν ἐφέροντο ἐς τοὺς Λακεδαιμονίους·
メッセニア人たちはこれを聞いて死を辞さぬ覚悟に満たされ、各自がたまたま集まった人数で隊を組んで、ラケダイモン人たちに突撃した。
ὥρμησαν δὲ καὶ γυναῖκες τῷ κεράμῳ καὶ ὅτῳ δύναιτο ἑκάστη τοὺς πολεμίους βάλλειν.
また、女たちも瓦や、各自が手にできる何であれを使って敵に投げつけようと駆け出した。
τοῦτο μὲν δὴ μὴ δρᾶσαι σφᾶς μηδὲ ἐπιβῆναι τῶν τεγῶν τοῦ ὄμβρου τὸ βίαιον ἐπεκώλυε·
激しい雨が、彼女らがそうすることや屋根に上ることを妨げた。
λαβεῖν δὲ ὅπλα ἐτόλμησαν καὶ τοῖς ἀνδράσιν ἐπὶ πλέον αὗται τὴν τόλμαν ἐξῆψαν, ὁπότε καὶ τὰς γυναῖκας ἑώρων προτιμώσας συναπολέσθαι τῇ πατρίδι ἢ ἀχθῆναι δούλας ἐς Λακεδαίμονα, ὥστε κἂν παρελθεῖν ἐδυνήθησαν τὸ πεπρωμένον·
しかし、彼女らは武器を取る勇気を持ち、女たちでさえ奴隷としてラケダイモンに連れ去られるよりは、祖国とともに滅びることを望んでいるのを男たちが目にしたとき、彼女らは男たちの勇気をさらに燃え上がらせた。 そのため、彼らは運命(定められたこと)さえも乗り越えることができたかもしれないほどであった。

語釈・文法注

  1. §4.21.1ἡγεῖτο Ἐμπεράμῳ καὶ τοῖς Σπαρτιάταις — 動詞 ἡγέομαι は、属格支配のときは「支配する、指揮する」を、与格支配のときは「先導する、道案内する」を意味する。ここでは与格を取っているため、後者の「道案内を務めた」という意味になる。
  2. §4.21.4φθάνοντας εἰληφέναι — 対格分詞 φθάνοντας(メッセニア人たちを指す)が、完了不定詞 εἰληφέναι(λαμβάνω)を伴って、φθάνω + 不定詞(または分詞)の「先んじて〜する」という構造を作っている。先行する名詞 σύνθημα(指示・合図)を修飾し、「敵に先んじて位置を確保するための合図」として機能している。
  3. §4.21.6τοῦτο μὲν δὴ μὴ δρᾶσαι σφᾶς μηδὲ ἐπιβῆναι τῶν τεγῶν τοῦ ὄμβρου τὸ βίαιον ἐπεκώλυε — 妨げ・禁止を意味する動詞 ἐπεκώλυε(阻止した)の目的語として、対格主語 σφᾶς(彼女らを)とともに、否定の小辞 μή を伴う不定詞句 μὴ δρᾶσαι および μηδὲ ἐπιβῆναι が置かれている。この μή は「余剰の否定(pleonastic negation)」であり、日本語などの訳文では否定として直接訳出せず、「〜することを妨げた」とする。
  4. §4.21.6ὥστε κἂν παρελθεῖν ἐδυνήθησαν τὸ πεπρωμένον — 接続詞 ὥστε(その結果)に導かれる結果節において、小辞 ἄν(κἂν = καὶ ἄν)と直説法過去(ἐδυνήθησαν)が用いられ、過去の事実に反する仮定の帰結(反実仮想)を示している。「そのため、彼らは運命を乗り越えることさえできたかもしれないほどであった」というニュアンスを表す。

この箇所を引用する

パウサニアス, ギリシア案内記 §4.21.1-4.21.6. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0525.tlg001.humanitext-grc2:4.21.1-4.21.6

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。