Humanitext Reader

保萨尼亚斯 · 希腊志 §4.21.1-4.21.6

斯巴达军攻入艾拉卫城与美塞尼亚人的殊死抵抗

第 163 段,共 465 段 · 希腊语

内容简介

斯巴达军队攻入艾拉的卫城,美塞尼亚人在阿里斯托梅内斯等人的带领下拼死抵抗。甚至妇女也拿起武器加入战斗,展开了一场几乎要抗拒命运的惨烈决战。

§4.21.1ἔδοξέ τε δὴ λέγειν πιστὰ καὶ ἡγεῖτο Ἐμπεράμῳ καὶ τοῖς Σπαρτιάταις.
他所说的话确实显得可信,于是他为恩佩拉莫斯和斯巴达人引路。
ἦν δὲ ἡ πορεία χαλεπή σφισιν ἅτε ἐν σκότῳ καὶ οὐκ ἀνιέντος τοῦ ὑετοῦ·
他们的行军十分艰难,因为是在黑暗之中,且大雨下个不停;然而,凭借着热切的决心,他们完成了这段路程。
ὅμως δὲ ὑπὸ προθυμίας ἤνυσαν, καὶ ὡς κατὰ τὴν ἀκρόπολιν τῆς Εἴρας ἐγένοντο, ὑπερέβαινον κλίμακάς τε προστιθέντες καὶ ὅτῳ τις ἐδύνατο ἄλλῳ τρόπῳ.
当他们到达艾拉的卫城时,他们通过搭起梯子以及每个人能用的其他任何方式翻越了过去。
τοῖς δὲ Μεσσηνίοις παρείχετο μὲν τοῦ παρόντος κακοῦ καὶ ἄλλα αἴσθησιν, μάλιστα δὲ οἱ κύνες οὐ κατὰ τὰ εἰωθότα ὑλακτοῦντες, ἀλλὰ συνεχεστέρᾳ καὶ βιαιοτέρᾳ τῇ κραυγῇ χρώμενοι.
对于美塞尼亚人来说,虽然其他事物也让他们察觉到了眼前的灾祸,但最主要的还是狗,它们不比平常那样吠叫,而是发出了更加连续和猛烈的狂吠。
γνόντες οὖν τὸν ὕστατον ὁμοῦ καὶ ἀναγκαιότατον σφᾶς ἀγῶνα ἐπειληφότα, οὐδὲ τὰ ὅπλα ἅπαντα ἀνελάμβανον, ἀλλʼ ὅτῳ προχείρῳ μάλιστα ἐντύχοι τις, ἁρπάζοντες ἤμυνον τῇ πατρίδι, ἣ μόνη σφίσιν ἐλείπετο ἐκ τῆς Μεσσηνίας πάσης.
因此,美塞尼亚人意识到最后也是最不可避免的斗争已经降临在他们身上,他们甚至没有穿戴好全部的武装,而是抢夺下每个人恰好在手边最容易找到的武器,为保卫祖国而战,而这是在整个美塞尼亚中唯一留给他们的了。
§4.21.2πρῶτοι δὲ ᾔσθοντο ἔνδον τῶν πολεμίων ὄντων καὶ ἐβοήθουν ἐπʼ αὐτοὺς πρῶτοι Γόργος τε ὁ Ἀριστομένους καὶ Ἀριστομένης αὐτὸς Θέοκλός τε ὁ μάντις καὶ Μάντικλος ὁ Θεόκλου, σὺν δὲ αὐτοῖς Εὐεργετίδας ἀνὴρ καὶ ἄλλως ἐν Μεσσήνῃ τιμώμενος καὶ διὰ τὴν γυναῖκα ἐπὶ πλέον ἀξιώματος ἥκων· ἀδελφὴν γὰρ εἶχεν Ἀριστομένους Ἁγναγόραν.
最先察觉到敌人已经在城内并最先奔去迎战救援的是,阿里斯托梅内斯之子戈尔戈斯、阿里斯托梅内斯本人、预言家塞奥克洛斯以及塞奥克洛斯之子曼蒂克洛斯,与他们在一起的还有埃乌埃尔格蒂达斯,此人不仅在美塞内其他方面备受尊崇,而且因其妻子而获得了更高的地位;因为他娶了阿里斯托梅内斯的姐妹哈格纳戈拉。
τότε δὲ οἱ μὲν ἄλλοι, συνιέντες ὡς ἐν δικτύοις εἰσὶν ἐσχημένοι, ὅμως καὶ ἐκ τῶν παρόντων εἶχόν τινα ἐλπίδα·
当时,其他人虽然明白自己已如落网之鱼般被困,但依然在眼前的情况下抱有一线希望。
§4.21.3Ἀριστομένης δὲ καὶ ὁ μάντις ἠπίσταντο μὲν οὐδεμίαν ἔτι ἀναβολὴν ὀλέθρου Μεσσηνίοις οὖσαν, ἅτε εἰδότες καὶ τὸν χρησμὸν ὃν ᾐνίξατο ἐς τὸν τράγον· ἡ Πυθία, ἐπέκρυπτον δὲ οὐδὲν ἧσσον, καὶ ἦν σφισιν ἐς τοὺς ἄλλους ἀπόρρητον.
但阿里斯托梅内斯和预言家知道,美塞尼亚人已经没有任何拖延毁灭的余地,因为他们也知道皮媞亚曾针对“山羊”含糊说出的那句神谕;然而,他们依然隐瞒了这一点,这成了他们对其他人保守的秘密。
ἐπιόντες δὲ τὴν πόλιν σπουδῇ καὶ ἐπὶ πάντας ἐρχόμενοι τοῖς τε ἐντυγχάνουσιν, ὁπότε αἰσθάνοιντο ὄντας Μεσσηνίους, παρεκελεύοντο ἄνδρας ἀγαθοὺς εἶναι καὶ ἐκ τῶν οἰκιῶν ἀνεκάλουν τοὺς ἔτι ὑπολειπομένους.
他们急忙巡视全城,来到每个人面前,每当他们察觉到所遇到的是美塞尼亚人时,就勉励他们要做勇敢的人,并大声呼唤那些仍留在屋里的人出来。
§4.21.4ἐν μὲν δὴ νυκτὶ οὐδὲν ἄξιον ἐπράχθη λόγου παρʼ οὐδετέρων·
在夜间,双方确实都没有做出任何值得一提的事情。
τοῖς μὲν γὰρ ἡ ἀπειρία τῶν τόπων καὶ ἡ τόλμα τοῦ Ἀριστομένους παρεῖχε μελλησμόν, τοῖς δὲ Μεσσηνίοις οὔτε παρὰ τῶν στρατηγῶν σύνθημα ἐγεγόνει φθάνοντας εἰληφέναι τάς τε δᾷδας, ἢ εἴ τινα λαμπτῆρα ἀλλοῖον ἅψαιτό τις, ὕων ἂν ἐσβέννυεν ὁ θεός.
因为对于一方来说,地形的生疏和阿里斯托梅内斯的果敢使他们迟疑不决;而对于美塞尼亚人来说,将军们并没有发出预先抢占位置的信号,而且至于火把,或者如果有人点燃了其他种类的灯,降雨的神就会将其浇灭。
§4.21.5ἐπειδὴ δὲ ἡμέρα τε ἦν καὶ ἀλλήλους καθορᾶν ἐδύναντο, ἐνταῦθα Ἀριστομένης καὶ Θέοκλος ἐπειρῶντο ἐς πᾶσαν ἀπόνοιαν προάγειν τοὺς Μεσσηνίους, ἄλλα τε ὁπόσα εἰκὸς ἦν διδάσκοντες καὶ Σμυρναίων τὰ τολμήματα ἀναμιμνήσκοντες, ὡς Ἰώνων μοῖρα ὄντες Γύγην τὸν Δασκύλου καὶ Λυδοὺς ἔχοντας σφῶν τὴν πόλιν ὑπὸ ἀρετῆς καὶ προθυμίας ἐκβάλοιεν.
但到了白天,他们能够看清彼此的时候,阿里斯托梅内斯和塞奥克洛斯便极力引导美塞尼亚人产生拼死一搏的决心,他们不仅教授他们其他理所应当的事情,还让他们想起斯缪尔纳人的勇敢行径,即他们作为伊奥尼亚人的一支,如何凭借勇气和热忱,驱逐了占领他们城市的达斯库洛斯之子居格斯以及吕底亚人。
§4.21.6οἱ Μεσσήνιοι δὲ ἀκούοντες ἀπονοίας τε ἐνεπίμπλαντο καὶ συνιστάμενοι καθʼ ὁπόσους ἕκαστοι τύχοιεν ἐφέροντο ἐς τοὺς Λακεδαιμονίους· ὥρμησαν δὲ καὶ γυναῖκες τῷ κεράμῳ καὶ ὅτῳ δύναιτο ἑκάστη τοὺς πολεμίους βάλλειν.
美塞尼亚人听到这些,充满了拼死一搏的决心,他们根据各人恰好遇到的人数结成队伍,向拉刻代蒙人冲去;甚至妇女们也赶来,用瓦片和每个人能拿到的任何东西投掷敌人。
τοῦτο μὲν δὴ μὴ δρᾶσαι σφᾶς μηδὲ ἐπιβῆναι τῶν τεγῶν τοῦ ὄμβρου τὸ βίαιον ἐπεκώλυε·
然而,暴雨的猛烈阻止了她们这样做,也阻止了她们登上屋顶;但她们敢于拿起武器,当男子们看到甚至连妇女也宁愿与祖国一同毁灭,而不愿作为奴隶被带往拉刻代蒙时,她们自己更极大地激发了男子们的胆量。
λαβεῖν δὲ ὅπλα ἐτόλμησαν καὶ τοῖς ἀνδράσιν ἐπὶ πλέον αὗται τὴν τόλμαν ἐξῆψαν, ὁπότε καὶ τὰς γυναῖκας ἑώρων προτιμώσας συναπολέσθαι τῇ πατρίδι ἢ ἀχθῆναι δούλας ἐς Λακεδαίμονα, ὥστε κἂν παρελθεῖν ἐδυνήθησαν τὸ πεπρωμένον·
因此,他们甚至几乎能够避开那已注定的命运。

词汇与语法注释

  1. §4.21.1ἡγεῖτο Ἐμπεράμῳ καὶ τοῖς Σπαρτιάταις — 动词 ἡγέομαι 在支配属格时表示“统治、指挥”,而在支配与格时表示“引导、领路”。此处它支配与格,因此意为“为……领路”。
  2. §4.21.4φθάνοντας εἰληφέναι — 宾格分词 φθάνοντας(指美塞尼亚人)与现在完成时不定式 εἰληφέναι(源自 λαμβάνω)连用,构成了 φθάνω 加上不定式(或分词)表示“先一步做某事”的结构。在此处修饰前文的名词 σύνθημα,解释为“先一步占领位置的指令”。
  3. §4.21.6τοῦτο μὲν δὴ μὴ δρᾶσαι σφᾶς μηδὲ ἐπιβῆναι τῶν τεγῶν τοῦ ὄμβρου τὸ βίαιον ἐπεκώλυε — 不定式 μὴ δρᾶσαι 和 μηδὲ ἐπιβῆναι 连同宾格主语 σφᾶς,作为表示阻止的动词 ἐπεκώλυε 的宾语。此处的否定小词 μή 是冗余否定(pleonastic negation),这在表示阻碍、禁止的动词后十分常见,在译文中不译为否定,而译为“阻止她们做这事……”。
  4. §4.21.6ὥστε κἂν παρελθεῖν ἐδυνήθησαν τὸ πεπρωμένον — 在由连接词 ὥστε 引导的结果从句中,小词 ἄν(此处与 καὶ 缩合为 κἂν)与直陈式过去时 ἐδυνήθησαν 连用,表示与过去事实相反的虚拟结果,意为“以至于他们甚至可能得以避开那注定的命运”。

引用这一段

保萨尼亚斯, 希腊志 §4.21.1-4.21.6. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0525.tlg001.humanitext-grc2:4.21.1-4.21.6

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。