Humanitext Reader

パウサニアス · ギリシア案内記 §4.21.7-4.21.12

テオクロスの戦死とアリストメネスの突破退却

164 / 465 箇所 · ギリシア語

要旨

暴風雨のなかラケダイモン人は有利な兆候を得て、兵を交代させる戦略で疲弊したメッセニア人を追い詰める。預言者テオクロスは殉職し、アリストメネスは死を覚悟したメッセニア人とともに退却の道を開き、スパルタ人もその通過を認める。

§4.21.7ἀλλὰ ὁ θεὸς τὸ ὕδωρ ἐπήγαγεν ἀθρόον μᾶλλον μετὰ ἰσχυροῦ τῶν βροντῶν τοῦ ψόφου καὶ τοὺς ὀφθαλμοὺς αὐτῶν ἐναντίαις ταῖς ἀστραπαῖς ἐξέπλησσε.
しかし、神は雷の激しい響きとともに水をいっそう激しく降らせ、向こうから差し込む稲妻によって彼らの目を眩ませた。
τοῖς δὲ Λακεδαιμονίοις ταῦτα πάντα παρίστη φρόνημα, καὶ αὐτὸν ἀμύνειν σφίσιν ἔφασαν τὸν θεόν·
他方、ラケダイモン人たちには、これらのことすべてが勇気を与え、神自身が自分たちを助けて戦っているのだと彼らは言った。
καὶ—ἤστραπτε γὰρ τούτοις κατὰ δεξιὰ—ἀπέφαινεν Ἕκας ὁ μάντις ὡς αἴσιον εἴη τὸ σημεῖον.
そして、彼らにとって右手に稲妻が走ったため、預言者ヘカスはその兆候が幸先良いものであると説明した。
§4.21.8οὗτος δὲ καὶ στρατήγημα ἐξεῦρε τοιόνδε.
彼はまた次のような作戦を考案した。
ἀριθμῷ καὶ πολὺ οἱ Λακεδαιμόνιοι περιῆσαν· ἅτε δὲ οὐκ ἐν εὐρυχωρίᾳ σφίσιν οὐδὲ κατὰ σύνταγμα ἐγγινομένης τῆς μάχης, ἄλλων δὲ ἐν ἄλλῳ τῆς πόλεως ποιουμένων τὸν ἀγῶνα, ἀχρείους ἀπὸ ἑκάστης τάξεως συνέβαινεν εἶναι τοὺς τελευταίους.
数においてラケダイモン人ははるかに勝っていたが、戦いが彼らにとって広い場所で行われず、また整然とした隊列を組んで行われず、ある者が町のあちこちで戦いを行っていたため、各隊列の後方にいる者たちが無用になるという事態が生じた。
τούτους ἐκέλευεν ἀποχωρήσαντας ἐς τὸ στρατόπεδον σιτίων μεταλαβεῖν καὶ ὕπνου καὶ αὖθις πρὸ ἑσπέρας ἥκειν τοῖς ὑπομενοῦσιν αὐτῶν διαδεξομένους τὸν πόνον.
彼は、これらの者たちに陣営に退却して食事と睡眠を取り、夕方になる前に再び戻ってきて、踏みとどまっている者たちの疲労を交代するようにと命じた。
§4.21.9καὶ οἳ μὲν ἀναπαυόμενοί τε καὶ ἀνὰ μέρος μαχόμενοι μᾶλλον ἀντήρκουν, τοῖς δὲ Μεσσηνίοις πανταχόθεν παρίστατο ἀπορία·
そして彼らは、休息を取りつつ交代で戦うことでよりよく持ちこたえたが、メッセニア人たちにはあらゆる方面から窮地が押し寄せた。
μεθʼ ἡμέραν γὰρ ἀεὶ καὶ νύκτα συνεχῶς οἱ αὐτοὶ τρίτην ἠμύνοντο.
というのも、同じ者たちが昼夜を問わず連続して、すでに三日目の防戦を行っていたからである。
ἤδη τε ἡμέρα ἦν καὶ ἥ τε ἀυπνία καὶ ἐκ τοῦ οὐρανοῦ τὸ ὕδωρ τε καὶ ῥῖγος ἐπίεζε σφᾶς, ὅ τε λιμὸς καὶ ἡ δίψα ἐπέκειτο·
すでに昼であり、不眠と天からの雨と寒さが彼らを苦しめ、飢えと渇きが彼らに襲いかかっていた。
μάλιστα δὲ αἱ γυναῖκες ἀηθείᾳ τε πολέμου καὶ τῇ συνεχείᾳ τῆς ταλαιπωρίας ἀπειρήκεσαν.
とりわけ女性たちは、戦争に不慣れなことと不断の苦難のために、疲れ果てていた。
§4.21.10παραστὰς οὖν ὁ μάντις Θέοκλος πρὸς Ἀριστομένην εἶπε·
そこで、預言者テオクロスはアリストメネスの傍らに立ち、こう言った。
“τί μάτην τόνδε ἔχεις τὸν πόνον;
「なぜ無駄にこの苦労を続けるのか。
ἁλῶναι Μεσσήνην πάντως ἐστὶ πεπρωμένον, συμφορὰν δὲ τὴν ἐν ὀφθαλμοῖς πάλαι τε ἡμῖν προεσήμαινεν ἡ Πυθία καὶ ἔναγχος ὁ ἐρινεὸς ἔδειξεν.
メッセネが陥落することは完全に運命づけられており、我々の目の前にあるこの災厄を、かつてピュティアが予言し、最近では野生のイチジクが示したのだ。
ἐμοὶ μὲν οὖν ὁ θεὸς αὐτῷ κοινὴν πρὸς τὴν πατρίδα ἐπάγει τὴν τελευτήν·
私自身には、神が祖国と共通の最期をもたらそうとしておられる。
σὺ δὲ σώζειν μὲν ὡς δυνάμεως ἥκεις Μεσσηνίους, σώζειν δὲ καὶ σαυτόν.
しかしあなたは、できる限りの力をもってメッセニア人たちを救い、あなた自身をも救いなさい。
” ἐπεὶ δὲ εἶπε πρὸς τοῦτον, ἐπὶ τοὺς πολεμίους ἔθει·
」彼にこう言うと、彼は敵に向かって走っていった。
καί οἱ καὶ ἐς τοὺς Λακεδαιμονίους ἔπεισιν ἐκβοῆσαι τοσόνδε·
そして、ラケダイモン人たちに向かって次のように大声で叫ぶことが彼の心に浮かんだ。
“ἀλλʼ οὔ τοι τὸν πάντα γε χρόνον χαίροντες καρπώσεσθε τὰ Μεσσηνίων.
「だが、お前たちがメッセニア人の土地を享受して喜んでいられるのも、決して永遠ではないぞ!
§4.21.11μετὰ τοῦτο τοῖς καθʼ αὑτὸν ἀνθεστηκόσιν ἐμπεσὼν ἐκείνους τε ἔκτεινε καὶ αὐτὸς ἐτιτρώσκετο, προεμπλήσας δὲ τὸν θυμὸν τῷ φόνῳ τῶν ἐχθρῶν ἀφίησι τὴν ψυχήν.
」この後、彼は立ち塞がる敵の中に身を投じて彼らを殺し、自身も傷を負ったが、敵の殺戮によって心を満たした後に息を引き取った。
Ἀριστομένης δὲ ἀπὸ τῆς μάχης ὀπίσω τοὺς Μεσσηνίους ἀνεκάλει, πλὴν ὅσοι κατὰ ἀνδραγαθίαν αὐτῶν προεμάχοντο·
他方アリストメネスは、その勇敢さのゆえに最前線で戦っていた者たちを除いて、メッセニア人たちを戦闘から呼び戻した。
τούτους δὲ εἴα κατὰ χώραν μένειν· τοῖς δὲ λοιποῖς προσέταξε τὰς γυναῖκας καὶ τὰ τέκνα ἐντὸς τῆς τάξεως ἔχοντας ἐπακολουθεῖν, ᾗπερ ἂν αὐτὸς παρέχηται διέξοδον.
彼は最前線の者たちをその場にとどまらせたが、残りの者たちには、妻や子供たちを隊列の内側に入れて後に従うように命じた、自分自身が出口を開くその場所へ。
§4.21.12καὶ τούτων μὲν τοῖς τελευταίοις Γόργον καὶ Μάντικλον ἐπέστησεν ἄρχοντας·
そして、これらの隊列の最後尾の指揮官としてゴルゴスとマンティクロスを据えた。
αὐτὸς δὲ ἀναδραμὼν ἐς τοὺς προτεταγμένους τῆς τε κεφαλῆς τῷ νεύματι καὶ τοῦ δόρατος τῇ κινήσει δῆλος ἦν διέξοδόν τε αἰτούμενος καὶ ἀποχωρεῖν ἤδη βεβουλευμένος.
彼自身は最前列に駆け寄り、頭のうなずきと槍の動きによって、通路を開けてほしいと求めていること、またすでに退却を決意していることを明らかにした。
τῷ τε οὖν Ἐμπεράμῳ καὶ Σπαρτιατῶν τοῖς παροῦσι διεῖναι τοὺς Μεσσηνίους ἤρεσκε μηδὲ λυσσῶντας ἀνθρώπους καὶ ἐς τὸ ἔσχατον ἀπονοίας ἥκοντας ἐξαγριᾶναι πέρα·
そこで、エンペラモスと居合わせたスパルタ人たちにとっても、メッセニア人を通すことが好ましく思われた。 狂乱し、極限の死の覚悟に至っている男たちを、これ以上激昂させるべきではないと考えたからである。
καὶ ἅμα οὕτω σφᾶς ποιεῖν Ἕκας ὁ μάντις ἐκέλευεν.
そして同時に、預言者ヘカスも彼らにそうするようにと命じていた。

語釈・文法注

  1. §4.21.7ἤστραπτε γὰρ τούτοις κατὰ δεξιὰ — 非人称動詞 ἤστραπτε(稲妻が光った)に、「彼らにとって」を意味する利害関係の与格 τούτοις が結びついている。古代ギリシアの占卜において、観測者から見て右側の雷光は吉兆とされるため、ラケダイモン人にとって有利な解釈の根拠となっている。
  2. §4.21.10καί οἱ καὶ ἐς τοὺς Λακεδαιμονίους ἔπεισιν ἐκβοῆσαι τοσόνδε — 動詞 ἔπεισιν は ἐπέρχομαι(心に浮かぶ、襲う)の現在3人称単数形で、与格 οἱ(彼に)および不定詞 ἐκβοῆσαι(叫ぶこと)と結合し、「彼に〜と叫びたいという思いが浮かんだ」という心理描写を表している。現在歴史現在として機能している。
  3. §4.21.11ᾗπερ ἂν αὐτὸς παρέχηται διέξοδον — 関係副詞 ᾗπερ と小辞 ἄν + 接続法(παρέχηται)による、一般想定あるいは未来を志向する関係節。「彼自身が出口を開く(であろう)その場所へ」という前方への展開と可能性を内包する。

この箇所を引用する

パウサニアス, ギリシア案内記 §4.21.7-4.21.12. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0525.tlg001.humanitext-grc2:4.21.7-4.21.12

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。