Humanitext Reader

パウサニアス · ギリシア案内記 §4.20.6-4.20.10

牛飼いの密通とアクロポリス防備の手薄の密告

162 / 465 箇所 · ギリシア語

要旨

城壁の外に住むメッセニア人の妻と不倫関係にあったスパルタ人の奴隷牛飼いが、激しい雨によってアクロポリスの見張りが不在になったことを知り、スパルタ軍のもとへ投降してその極秘情報を漏らす。

§4.20.6οὗτος ὁ βουκόλος ἔνεμεν οὐ πόρρω τῆς Νέδας.
この牛飼いはネダ川からそう遠くないところで放牧していた。
ἀνδρὸς οὖν τῶν Μεσσηνίων τῶν οὐκ ἐντὸς τείχους ἐχόντων οἴκησιν γυναῖκα εἶδεν ἐφʼ ὕδωρ ἐλθοῦσαν·
そこで、城壁の内側に住まいを持たないメッセニア人の一人の男の妻が、水を汲みにやってくるのを目にした。
ἐρασθεὶς δὲ διαλεχθῆναί τε ἐτόλμησε καὶ δοὺς δῶρα συγγίνεται.
恋に落ちた彼は、話しかける勇気を持ち、贈り物を渡して交わった。
καὶ ἀπὸ τούτου τὸν ἄνδρα παρεφύλασσεν αὐτῆς, ὁπότε ἀποχωρήσειεν ἐς τὴν φρουράν.
そしてこれ以降、彼女の夫がいつ見張りの任務へ出かけるかを、彼は見張っていた。
ἀνὰ μέρος δὲ τοῖς Μεσσηνίοις τῆς ἀκροπόλεως ἐπήγετο ἡ φυλακή·
一方、メッセニア人にとって、アクロポリスの警備は交代制で行われていた。
ταύτῃ γὰρ τοὺς πολεμίους μάλιστα ἐδεδοίκεσαν μὴ ὑπερβῶσιν αὐτοῖς ἐς τὴν πόλιν.
というのも、そこから敵が町の中へと侵入してくることを、彼らは最も恐れていたからである。
ὁπότε οὖν οὗτος ἀποχωρήσειε, τηνικαῦτα ὁ βουκόλος ἐφοίτα παρὰ τὴν γυναῖκα.
それゆえ、この男が見張りの任務へ出かけると、その時に牛飼いは妻のもとへと通っていた。
§4.20.7καί ποτε ἔτυχε σὺν ἄλλοις ἐς ἐκεῖνον περιήκουσα ἐν τῇ νυκτὶ ἡ φυλακή, ἔτυχε δὲ καὶ ὕειν πολλῷ τὸν θεόν, καὶ ἐκλείπουσιν οἱ Μεσσήνιοι τὴν φρουράν·
そしてあるとき、夜間に見張りの番が他の一緒に彼に回ってきたが、さらにたまたま、神が大雨を降らせており、メッセニア人たちは見張りの場所を離れてしまった。
τὸ γὰρ ὕδωρ ἐβιάζετο σφᾶς ἀθρόον ἐκ τοῦ οὐρανοῦ καταχεόμενον, οὔτε ἐπάλξεων ἐνῳκοδομημένων οὔτε πύργων ὑπὸ σπουδῆς τοῦ τειχισμοῦ, καὶ ἅμα οὐδὲ κινήσεσθαι τοὺς Λακεδαιμονίους ἤλπιζον ἐν ἀσελήνῳ νυκτὶ καὶ οὕτω χειμερίῳ.
というのも、空から一斉に降り注ぐ水が彼らを痛めつけ、城壁構築の急ぎから、胸壁も塔も築かれていなかったからであり、同時に、月もない大荒れの夜にラケダイモン人たちが動き出すことはあるまいと彼らは予想していたからである。
§4.20.8Ἀριστομένης δὲ οὐ πολλαῖς πρότερον ἡμέραις Κεφαλλῆνα ἔμπορον, ἑαυτῷ ξένον καὶ ἐσάγοντα ἐς τὴν Εἶραν ὁπόσων ἐδέοντο, ἑαλωκότα ὑπὸ Λακεδαιμονίων καὶ τοξοτῶν Ἀπτεραίων ὧν ἦρχεν Εὐρύαλος Σπαρτιάτης, τοῦτον τὸν Κεφαλλῆνα ἀφαιρούμενος ἐκεῖνον μὲν καὶ τὰ χρήματα ὁπόσα ἦγεν ἀπέσωσεν, αὐτὸς δὲ ἐτέτρωτο καὶ οὐκ ἐδύνατο ἐπιφοιτᾶν τοῖς φυλάσσουσι καθάπερ εἰώθει.
一方アリストメネスは、その数日前に、自分の客人であり、彼らが必要とするものをアイラに運び込んでいたケパレニア人の商人が、ラケダイモン人とスパルタ人エウリュアロスが率いるアプテラ人の射手たちに捕らえられたのを、このケパレニア人を奪い返して、彼自身と彼が運んでいた物資を救い出したが、彼自身は負傷しており、いつものように見張りたちを見回ることができなかった。
τοῦτο μάλιστα αἴτιον ἐγένετο ἐκλειφθῆναι τὴν ἀκρόπολιν·
これが、アクロポリスが放棄される最大の原因となった。
§4.20.9τῶν τε δὴ ἄλλων ἕκαστος ἀνεχώρησεν ἀπὸ τῆς φρουρᾶς καὶ τῆς ὑπὸ τοῦ βουκόλου μοιχευομένης ὁ ἀνήρ.
それで、他の各人も見張りから去り、牛飼いに密通されていた女の夫も同様だった。
ἡ δὲ τηνικαῦτα ἔνδον εἶχε τὸν βουκόλον, αἰσθάνεταί τε τοῦ ἀνδρὸς ἐπιόντος καὶ αὐτίκα ὡς τάχους εἶχεν ἀποκρύπτει τὸν ἄνθρωπον.
そのとき彼女は家の中に牛飼いを入れていたが、夫が戻ってくるのに気づき、すぐに大急ぎでその男を隠した。
ἐσελθόντα δὲ τὸν ἄνδρα ἐφιλοφρονεῖτο ὡς οὔπω πρότερον καὶ ἠρώτα καθʼ ἥν τινα αἰτίαν ἥκοι.
そして、入ってきた夫をかつてないほど手厚くもてなし、どういう理由で帰ってきたのかと尋ねた。
ὁ δὲ οὔτε μεμοιχευμένην εἰδὼς οὔτε ἔνδον ὄντα τὸν βουκόλον ἐχρῆτο τῷ ἀληθεῖ λόγῳ, καὶ αὐτός τε διὰ τοῦ ὄμβρου τὸ βίαιον καὶ τῶν ἄλλων ἕκαστον ἔφασκεν ἀπολελοιπέναι τὴν φρουράν.
夫は、妻が浮気をしていることも、牛飼いが中にいることも知らなかったので、本当のことを話し、自分も激しい雨のために、また他の誰もが見張りを離れたのだと語った。
§4.20.10ἐπηκροᾶτο δὲ λέγοντος ὁ βουκόλος, καὶ ὡς ἀκριβῶς ἐπύθετο ἕκαστα, αὖθις ἐκ τῶν Μεσσηνίων ἐς τοὺς Λακεδαιμονίους ἀφίκετο αὐτόμολος.
牛飼いはその話に耳を傾けており、事の次第を正確に知ると、再びメッセニア人のもとからラケダイモン人のもとへ、逃亡兵として去って行った。
Λακεδαιμονίοις δὲ οἱ μὲν βασιλεῖς ἀπὸ στρατοπέδου τηνικαῦτα ἀπῆσαν, πολεμαρχῶν δὲ τότε Ἐμπέραμος ὁ τοῦ βουκόλου δεσπότης προσεκάθητο τῇ Εἴρᾳ.
ラケダイモン人側では、当時王たちは陣営から離れていたが、そのときポレマルコスとして、牛飼いの主人であるエンペラモスがアイラを包囲していた。
ἀφικόμενος οὖν ἐς τοῦτον πρῶτα μὲν τὸ ἐπὶ τῷ δρασμῷ παρῃτεῖτο ἁμάρτημα, δεύτερα δὲ ἀνεδίδασκεν ὡς τὴν Εἶραν ἐν τῷ παρόντι μάλιστα αἱρήσουσιν, αὐτὰ ἕκαστα ὁπόσα ᾔσθετο τοῦ Μεσσηνίου διηγούμενος.
そこで彼のところにやってくると、牛飼いはまず逃亡の罪の許しを請い、次に、メッセニア人から聞き知った詳細なことをすべて語り、今こそアイラを最も容易に占領できるだろうと告げた。

語釈・文法注

  1. 4.20.6ἀνδρὸς οὖν τῶν Μεσσηνίων τῶν οὐκ ἐντὸς τείχους ἐχόντων οἴκησιν γυναῖκα εἶδεν — 被修飾語である `γυναῖκα`(妻)に対し、直前の属格 `ἀνδρὸς`(ある男の)が修飾し、さらにその `ἀνδρὸς` を `τῶν Μεσσηνίων τῶν οὐκ ἐντὸς τείχους ἐχόντων οἴκησιν`(城壁の内側に住まいを持たないメッセニア人たちのうちの)が修飾している。二重の属格関係からなる入れ子構造である。
  2. 4.20.7ἔτυχε δὲ καὶ ὕειν πολλῷ τὸν θεόν — 非人称的に用いられた動詞 `ἔτυχε`(たまたま〜であった)に、不定詞 `ὕειν` が続いている。`τὸν θεόν`(神、ここでは天候を支配するゼウス)が不定詞の意味上の主語(対格不定詞構文)であり、`πολλῷ` は雨が激しいことを表す度合いの与格である。
  3. 4.20.8Ἀριστομένης δὲ οὐ πολλαῖς πρότερον ἡμέραις... τοῦτον τὸν Κεφαλλῆνα ἀφαιρούμενος... — 文頭の主語 `Ἀριστομένης` と主動詞 `ἀπέσωσεν` との間に、長大な関係節や分詞句、対格の語句が挟み込まれた複雑な離隔(hyperbaton)の構造。現在分詞中動態の `ἀφαιρούμενος`(自分のもとに奪い返して)は、本来奪取の二重対格をとる動詞の性質から、ここでは `τοῦτον τὸν Κεφαλλῆνα` を直接目的語として従えている。
  4. 4.20.9ὡς τάχους εἶχεν — 接続詞/副詞の `ὡς`、動詞 `ἔχω` の未完了過去形(ここでは主語である三人称単数の女性「彼女」に合わせて `εἶχεν`)、および部分属格の `τάχους`(速さ)からなる慣用表現で、「持てる限りの速さで」「大急ぎで」を意味する。

この箇所を引用する

パウサニアス, ギリシア案内記 §4.20.6-4.20.10. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0525.tlg001.humanitext-grc2:4.20.6-4.20.10

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。