§4.20.6οὗτος ὁ βουκόλος ἔνεμεν οὐ πόρρω τῆς Νέδας.
这个牧牛人在离内达河不远的地方放牧。
ἀνδρὸς οὖν τῶν Μεσσηνίων τῶν οὐκ ἐντὸς τείχους ἐχόντων οἴκησιν γυναῖκα εἶδεν ἐφʼ ὕδωρ ἐλθοῦσαν· ἐρασθεὶς δὲ διαλεχθῆναί τε ἐτόλμησε καὶ δοὺς δῶρα συγγίνεται.
他看到一位在城墙内没有住所的美塞尼亚男子的妻子前来取水;他爱上了她,便斗胆搭讪,并在赠送礼物后与她私通。
καὶ ἀπὸ τούτου τὸν ἄνδρα παρεφύλασσεν αὐτῆς, ὁπότε ἀποχωρήσειεν ἐς τὴν φρουράν.
从此,他便暗中监视她的丈夫,看他何时前去值班。
ἀνὰ μέρος δὲ τοῖς Μεσσηνίοις τῆς ἀκροπόλεως ἐπήγετο ἡ φυλακή· ταύτῃ γὰρ τοὺς πολεμίους μάλιστα ἐδεδοίκεσαν μὴ ὑπερβῶσιν αὐτοῖς ἐς τὴν πόλιν.
美塞尼亚人是轮流值守卫城的;因为他们最担心敌人会从这里越墙攻入城内。
ὁπότε οὖν οὗτος ἀποχωρήσειε, τηνικαῦτα ὁ βουκόλος ἐφοίτα παρὰ τὴν γυναῖκα.
因此,每当这个丈夫前去值守,牧牛人便在此时前往该妇人的住处。
§4.20.7καί ποτε ἔτυχε σὺν ἄλλοις ἐς ἐκεῖνον περιήκουσα ἐν τῇ νυκτὶ ἡ φυλακή, ἔτυχε δὲ καὶ ὕειν πολλῷ τὸν θεόν, καὶ ἐκλείπουσιν οἱ Μεσσήνιοι τὴν φρουράν· τὸ γὰρ ὕδωρ ἐβιάζετο σφᾶς ἀθρόον ἐκ τοῦ οὐρανοῦ καταχεόμενον, οὔτε ἐπάλξεων ἐνῳκοδομημένων οὔτε πύργων ὑπὸ σπουδῆς τοῦ τειχισμοῦ, καὶ ἅμα οὐδὲ κινήσεσθαι τοὺς Λακεδαιμονίους ἤλπιζον ἐν ἀσελήνῳ νυκτὶ καὶ οὕτω χειμερίῳ.
有一次,夜间的守卫任务恰好轮到他和其他人,又适逢神降下大雨,美塞尼亚人便离弃了守位;因为由于急于筑墙,既没有建起胸墙,也没有建起防御塔,从天而降、倾泻而下的暴雨逼退了他们,同时,他们也料想拉刻代蒙人不会在这样一个月黑风高、暴风雨交加的夜晚采取行动。
§4.20.8Ἀριστομένης δὲ οὐ πολλαῖς πρότερον ἡμέραις Κεφαλλῆνα ἔμπορον, ἑαυτῷ ξένον καὶ ἐσάγοντα ἐς τὴν Εἶραν ὁπόσων ἐδέοντο, ἑαλωκότα ὑπὸ Λακεδαιμονίων καὶ τοξοτῶν Ἀπτεραίων ὧν ἦρχεν Εὐρύαλος Σπαρτιάτης, τοῦτον τὸν Κεφαλλῆνα ἀφαιρούμενος ἐκεῖνον μὲν καὶ τὰ χρήματα ὁπόσα ἦγεν ἀπέσωσεν, αὐτὸς δὲ ἐτέτρωτο καὶ οὐκ ἐδύνατο ἐπιφοιτᾶν τοῖς φυλάσσουσι καθάπερ εἰώθει.
而阿里斯托梅内斯在几天前,因一位凯帕勒尼亚商人——此人是他的宾客,负责将他们所需的物资运进艾拉——被拉刻代蒙人以及由斯巴达人尤里亚洛斯指挥的阿普特拉弓箭手俘获,阿里斯托梅内斯便夺回了这位凯帕勒尼亚人,救出了他以及他携带的所有物资,但他自己却受了伤,无法像往常那样去巡视守卫。
τοῦτο μάλιστα αἴτιον ἐγένετο ἐκλειφθῆναι τὴν ἀκρόπολιν·
这成了卫城失守的最主要原因。
§4.20.9τῶν τε δὴ ἄλλων ἕκαστος ἀνεχώρησεν ἀπὸ τῆς φρουρᾶς καὶ τῆς ὑπὸ τοῦ βουκόλου μοιχευομένης ὁ ἀνήρ.
于是,其他人都离开了守位,那个被牧牛人私通的妇人的丈夫也回了家。
ἡ δὲ τηνικαῦτα ἔνδον εἶχε τὸν βουκόλον, αἰσθάνεταί τε τοῦ ἀνδρὸς ἐπιόντος καὶ αὐτίκα ὡς τάχους εἶχεν ἀποκρύπτει τὸν ἄνθρωπον.
当时,她正把牧牛人藏在屋里,她察觉到丈夫回来,立刻以最快的速度把那个男人藏了起来。
ἐσελθόντα δὲ τὸν ἄνδρα ἐφιλοφρονεῖτο ὡς οὔπω πρότερον καὶ ἠρώτα καθʼ ἥν τινα αἰτίαν ἥκοι.
丈夫进屋后,她以前所未有的热情迎候他,并询问他因何缘故回来。
ὁ δὲ οὔτε μεμοιχευμένην εἰδὼς οὔτε ἔνδον ὄντα τὸν βουκόλον ἐχρῆτο τῷ ἀληθεῖ λόγῳ, καὶ αὐτός τε διὰ τοῦ ὄμβρου τὸ βίαιον καὶ τῶν ἄλλων ἕκαστον ἔφασκεν ἀπολελοιπέναι τὴν φρουράν.
丈夫既不知道妻子已经失贞,也不知道牧牛人就在屋里,便如实相告,说自己是因为雨势暴烈,且其他每个人也都擅离了岗位。
§4.20.10ἐπηκροᾶτο δὲ λέγοντος ὁ βουκόλος, καὶ ὡς ἀκριβῶς ἐπύθετο ἕκαστα, αὖθις ἐκ τῶν Μεσσηνίων ἐς τοὺς Λακεδαιμονίους ἀφίκετο αὐτόμολος.
牧牛人倾听着他的谈话,当他确切地了解了每一个细节后,便再次从美塞尼亚人那里逃往拉刻代蒙人一方。
Λακεδαιμονίοις δὲ οἱ μὲν βασιλεῖς ἀπὸ στρατοπέδου τηνικαῦτα ἀπῆσαν, πολεμαρχῶν δὲ τότε Ἐμπέραμος ὁ τοῦ βουκόλου δεσπότης προσεκάθητο τῇ Εἴρᾳ.
当时,拉刻代蒙人的国王们不在军营中,而牧牛人的主人恩佩拉莫斯作为当时的波勒马科斯(军官)正围攻艾拉。
ἀφικόμενος οὖν ἐς τοῦτον πρῶτα μὲν τὸ ἐπὶ τῷ δρασμῷ παρῃτεῖτο ἁμάρτημα, δεύτερα δὲ ἀνεδίδασκεν ὡς τὴν Εἶραν ἐν τῷ παρόντι μάλιστα αἱρήσουσιν, αὐτὰ ἕκαστα ὁπόσα ᾔσθετο τοῦ Μεσσηνίου διηγούμενος.
牧牛人来到他那里,首先为自己的逃跑之罪请求宽恕,其次向他说明他们目前正是攻占艾拉的最好时机,并详细讲述了他从那个美塞尼亚人那里打听到的一切。